Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 20 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 και εγενετο εν μια των ημερων εκεινων διδασκοντος αυτου τον λαον εν τω ιερω και ευαγγελιζομενου επεστησαν οι ιερεις και οι γραμματεις συν τοις πρεσβυτεροις
1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
2 και ειπον προς αυτον λεγοντες· ειπε ημιν εν ποια εξουσια ταυτα ποιεις, η τις εστιν ο δους σοι την εξουσιαν ταυτην;
2 καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3 αποκριθεις δε ειπεν προς αυτους· ερωτησω υμας καγω ενα λογον, και ειπατε μοι·
3 ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
4 το βαπτισμα ιωαννου εξ ουρανου ην η εξ ανθρωπων;
4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5 οι δε συνελογισαντο προς εαυτους λεγοντες οτι εαν ειπωμεν, εξ ουρανου, ερει, διατι ουν ουκ επιστευσατε αυτω;
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6 εαν δε ειπωμεν, εξ ανθρωπων, πας ο λαος καταλιθασει ημας· πεπεισμενος γαρ εστιν ιωαννην προφητην ειναι.
6 ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7 και απεκριθησαν μη ειδεναι ποθεν.
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8 και ο ιησους ειπεν αυτοις· ουδε εγω λεγω υμιν εν ποια εξουσια ταυτα ποιω.
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9 ηρξατο δε προς τον λαον λεγειν την παραβολην ταυτην· ανθρωπος τις εφυτευσεν αμπελωνα, και εξεδοτο αυτον γεωργοις και απεδημησεν χρονους ικανους.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.
10 και εν τω καιρω απεστειλεν προς τους γεωργους δουλον ινα απο του καρπου του αμπελωνος δωσουσιν αυτω· οι δε γεωργοι δειραντες αυτον εξαπεστειλαν κενον.
10 καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11 και προσεθετο αυτοις πεμψαι ετερον δουλον. οι δε κακεινον δειραντες και ατιμασαντες εξαπεστειλαν κενον.
11 καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12 και προσεθετο πεμψαι τριτον. οι δε και τουτον τραυματισαντες εξεβαλον.
12 καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13 ειπεν δε ο κυριος του αμπελωνος· τι ποιησω; πεμψω τον υιον μου τον αγαπητον· ισως τουτον ιδοντες εντραπησονται.
13 εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14 ιδοντες δε αυτον οι γεωργοι διελογιζοντο προς εαυτους λεγοντες· ουτος εστιν ο κληρονομος· δευτε αποκτεινωμεν αυτον, ινα ημων γενηται η κληρονομια.
14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15 και εκβαλοντες αυτον εξω του αμπελωνος απεκτειναν. τι ουν ποιησει αυτοις ο κυριος του αμπελωνος;
15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16 ελευσεται και απολεσει τους γεωργους τουτους, και δωσει τον αμπελωνα αλλοις. ακουσαντες δε ειπον· μη γενοιτο.
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο.
17 ο δε εμβλεψας αυτοις ειπεν· τι ουν εστιν το γεγραμμενον τουτο, λιθον ον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγενηθη εις κεφαλην γωνιας;
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18 πας ο πεσων επ εκεινον τον λιθον συνθλασθησεται· εφ ον δ αν πεση, λικμησει αυτον.
18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
19 και εζητησαν οι αρχιερεις και οι γραμματεις επιβαλειν επ αυτον τας χειρας εν αυτη τη ωρα, και εφοβηθησαν τον λαον· εγνωσαν γαρ οτι προς αυτους τας παραβολας ελεγεν.
19 Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε.
20 και παρατηρησαντες απεστειλαν εγκαθετους, υποκρινομενους εαυτους δικαιους ειναι, ινα επιλαβωνται αυτου λογου εις το παραδουναι αυτον τη αρχη και τη εξουσια του ηγεμονος.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21 και επηρωτησαν αυτον λεγοντες· διδασκαλε, οιδαμεν οτι ορθως λεγεις και διδασκεις, και ου λαμβανεις προσωπον, αλλ επ αληθειας την οδον του θεου διδασκεις·
21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις·
22 εξεστιν ημιν καισαρι φορον δουναι η ου;
22 ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;
23 κατανοησας δε αυτων την πανουργιαν ειπεν προς αυτους· τι με πειραζετε;
23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε;
24 δειξατε μοι δηναριον· τινος εχει εικονα και επιγραφην; αποκριθεντες δε ειπον· καισαρος.
24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος.
25 ο δε ειπεν αυτοις· αποδοτε τοινυν τα καισαρος καισαρι και τα του θεου τω θεω.
25 ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26 και ουκ ισχυσαν επιλαβεσθαι αυτου ρηματος εναντιον του λαου, και θαυμασαντες επι τη αποκρισει αυτου εσιγησαν.
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27 προσελθοντες δε τινες των σαδδουκαιων, οι λεγοντες μη ειναι αναστασιν, επηρωτησαν αυτον
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν
28 λεγοντες· διδασκαλε, μωυσης εγραψεν ημιν, εαν τινος αδελφος αποθανη εχων γυναικα, και ουτος ατεκνος αποθανη, ινα λαβη ο αδελφος αυτου την γυναικα και εξαναστηση σπερμα τω αδελφω αυτου.
28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29 επτα ουν αδελφοι ησαν· και ο πρωτος λαβων γυναικα απεθανεν ατεκνος·
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30 και ελαβεν ο δευτερος την γυναικα, και ουτος απεθανεν ατεκνος·
30 καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
31 και ο τριτος ελαβεν αυτην ωσαυτως· ωσαυτως δε και οι επτα· ου κατελιπον τεκνα, και απεθανον·
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·
32 υστερον δε παντων και η γυνη απεθανεν.
32 ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
33 εν τη αναστασει ουν τινος αυτων γινεται γυνη; οι γαρ επτα εσχον αυτην γυναικα.
33 ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34 και αποκριθεις ειπεν αυτοις ο ιησους· οι υιοι του αιωνος τουτου γαμουσιν και εκγαμιζονται·
34 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·
35 οι δε καταξιωθεντες του αιωνος εκεινου τυχειν και της αναστασεως της εκ νεκρων ουτε γαμουσιν ουτε γαμιζονται·
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
36 ουτε γαρ αποθανειν ετι δυνανται· ισαγγελοι γαρ εισιν και υιοι εισιν του θεου, της αναστασεως υιοι οντες.
36 οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37 οτι δε εγειρονται οι νεκροι, και μωυσης εμηνυσεν επι της βατου, ως λεγει κυριον τον θεον αβρααμ και τον θεον ισαακ και τον θεον ιακωβ.
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38 θεος δε ουκ εστιν νεκρων, αλλα ζωντων· παντες γαρ αυτω ζωσιν.
38 Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39 αποκριθεντες δε τινες των γραμματεων ειπον· διδασκαλε, καλως ειπας.
39 ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας.
40 ουκετι δε ετολμων επερωταν αυτον ουδεν.
40 οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41 ειπεν δε προς αυτους· πως λεγουσιν τον χριστον υιον δαυιδ ειναι;
41 Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι;
42 και αυτος δαυιδ λεγει εν βιβλω των ψαλμων· ειπεν ο κυριος τω κυριω μου, καθου εκ δεξιων μου
42 καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
43 εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου.
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44 δαυιδ ουν αυτον κυριον καλει· και πως υιος αυτου εστιν;
44 Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
45 ακουοντος δε παντος του λαου ειπεν τοις μαθηταις αυτου·
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
46 προσεχετε απο των γραμματεων των θελοντων περιπατειν εν στολαις και φιλουντων ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και πρωτοκλισιας εν τοις δειπνοις,
46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47 οι κατεσθιουσιν τας οικιας των χηρων και προφασει μακρα προσευχονται· ουτοι ληψονται περισσοτερον κριμα.
47 οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.
Referencias cruzadas (44)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Mateo 21:23–27; Lucas 8:1; Hechos 6:12; Lucas 19:47–48; Hechos 4:1
  2. 2 Juan 2:18; Hechos 7:27; Mateo 21:23–27; Marcos 11:28–33; Éxodo 2:14
  3. 3 Colosenses 4:6; Lucas 22:68; Mateo 15:2–3
  4. 4 Mateo 11:7–19; Daniel 4:25–26; Lucas 15:18; Mateo 17:11–12; Juan 1:19–28
  5. 5 Hechos 13:25; Juan 1:34; Juan 5:33–35; Juan 1:30; Juan 3:36
  6. 6 Mateo 21:26; Mateo 11:9; Lucas 1:76; Marcos 12:12; Juan 10:41
  7. 7 Isaías 41:28; Isaías 42:19–20; Juan 3:19–20; Jeremías 8:7–9; 2 Pedro 3:3
  8. 8 Mateo 16:4; Mateo 21:27; Marcos 11:33; Proverbios 26:4–5; Job 5:12–13
  9. 9 Mateo 21:33–46; Marcos 12:1–12; Jeremías 2:21; Isaías 5:1–7; Salmo 80:8–14
  10. 10 Nehemías 9:26; 2 Crónicas 36:15–16; Nehemías 9:30; 2 Reyes 17:13; Mateo 21:34–36
  11. 11 Hechos 7:52; 1 Tesalonicenses 2:2; Mateo 23:30–37; Hebreos 11:36–37; Oseas 10:1
  12. 13 Mateo 3:17; Juan 3:16–17; Juan 1:34; 1 Juan 4:9–15; Juan 3:35–36
  13. 14 Hebreos 1:2; Romanos 8:17; Salmo 2:1–6; Mateo 27:21–25; Mateo 2:2–16
  14. 15 Hebreos 13:12; Marcos 12:6–9; Mateo 21:37–40
  15. 16 Lucas 19:27; Hechos 13:46; Mateo 21:41; Salmo 2:8–9; Mateo 22:7
  16. 17 Salmo 118:22; Isaías 28:16; Hechos 4:11; Mateo 21:42; 1 Pedro 2:7–8
  17. 18 Isaías 8:14–15; Daniel 2:44–45; Daniel 2:34–35; Zacarías 12:3; Mateo 21:44
  18. 19 Lucas 19:47–48; Mateo 26:3–4; Lucas 20:14; Mateo 21:45–46; Marcos 12:12
  19. 20 Lucas 11:54; Mateo 22:15–22; Salmo 81:15; Jeremías 11:19; Lucas 20:26
  20. 21 1 Tesalonicenses 2:4–5; Mateo 22:16; Mateo 26:49–50; 2 Corintios 2:17; Salmo 55:21
  21. 22 Nehemías 9:37; Mateo 22:17–21; Esdras 4:19–22; Hechos 5:37; Deuteronomio 17:15
  22. 23 Lucas 5:22; 1 Corintios 3:19; Mateo 22:18; 1 Corintios 10:9; Lucas 11:16–17
  23. 24 Mateo 18:28; Lucas 23:2; Hechos 11:28; Lucas 2:1; Filipenses 4:22
  24. 25 Romanos 13:6–7; 1 Pedro 2:13–17; Marcos 12:17; Hechos 5:29; Mateo 17:27
  25. 26 Lucas 20:20; Mateo 22:22; Mateo 22:12; Lucas 20:39–40; Lucas 13:17
  26. 27 Hechos 4:1–2; 1 Corintios 15:12; Marcos 12:18–27; Mateo 22:23–33; Hechos 23:6–8
  27. 28 Deuteronomio 25:5–10; Génesis 38:8; Génesis 38:11; Génesis 38:26; Rut 1:11–12
  28. 29 Jeremías 22:30; Levítico 20:20
  29. 32 Eclesiastés 9:5; Eclesiastés 1:4; Jueces 2:10; Hebreos 9:27
  30. 33 Mateo 22:24–28; Marcos 12:19–23
  31. 34 Lucas 16:8; Hebreos 13:4; Lucas 17:27; 1 Corintios 7:2–16; Efesios 5:31
  32. 35 2 Tesalonicenses 1:5; Daniel 12:2–3; Juan 5:29; Mateo 12:32; Hechos 24:15
  33. 36 Filipenses 3:21; Apocalipsis 21:4; Mateo 22:30; 1 Corintios 15:42; Apocalipsis 20:6
  34. 37 Éxodo 3:2–6; Marcos 12:26–27; Hechos 7:30–32; Génesis 17:7; Génesis 32:9
  35. 38 Juan 11:25–26; Colosenses 3:3–4; Romanos 6:10–11; Juan 14:19; Romanos 14:7–9
  36. 39 Marcos 12:28–34; Mateo 22:34–40; Hechos 23:9
  37. 40 Mateo 22:46; Marcos 12:34; Proverbios 26:5
  38. 41 Marcos 12:35–37; Jeremías 23:5–6; Mateo 1:1; Isaías 11:1–2; Mateo 22:41–45
  39. 42 Salmo 110:1; Hechos 2:34–35; Hebreos 1:13; Marcos 12:36–37; Mateo 22:43–45
  40. 43 Lucas 19:27; Salmo 110:1; Apocalipsis 19:14–21; Salmo 110:5–6; Salmo 2:1–9
  41. 44 Apocalipsis 22:16; Lucas 2:11; Mateo 1:23; Romanos 9:5; Gálatas 4:4
  42. 45 1 Timoteo 5:20; Mateo 15:10; Mateo 23:1–2; Mateo 23:5–7; Marcos 12:38–39
  43. 46 Marcos 12:38–39; Lucas 11:43; Lucas 14:7; Lucas 12:1; Mateo 16:6
  44. 47 Marcos 12:40; Santiago 3:1; Lucas 12:1; Tito 1:16; Lucas 12:47–48

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 20:34 Augustine of Hippo, The City of God (Book XIV, Chapters 20–22)

    … complete this most blessed city would have been as great though no one had sinned, as it is now that the grace of God gathers its citizens out of the multitude of sinners, so long as the children of this world generate and are generated. And therefore that marriage, worthy of the happiness of Paradise, should have had desirable fruit …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  2. Cita 20:17 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXVIII)

    The stone which the builders rejected, the same is become the head of the corner; and every one that falleth upon it shall be broken." But Matthew, that they themselves delivered the sentence.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 20:35 Augustine of Hippo, The City of God (Book XV, Chapters 17–19)

    But Enos means man in so restricted a sense, that Hebrew linguists tell us it cannot be applied to woman: it is the equivalent of the "child of the resurrection," when they neither marry nor are given in marriage. For there shall be no generation in that place to which regeneration shall have brought us.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 20:36 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXX)

    "For in the resurrection," saith He, "they neither marry, nor are given in marriage, but are as angels of God in Heaven." But Luke saith, "As Sons of God." If then they marry not, the question is vain.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 20:2–8 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter I — 6-14)

    And the Lord says to them, Neither tell I you by what authority I do these things." And they were confounded by means of John; and in them were the words fulfilled, "I have ordained a lamp for mine anointed.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)