Saltar al texto

Lucas · Texto Patriarcal (Antoniades 1904/1912)

Lucas 24 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τη δε μια των σαββατων ορθρου βαθεος ηλθον επι το μνημα φερουσαι α ητοιμασαν αρωματα, και τινες συν αυταις.
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέος ἦλθον ἐπὶ τὸ μνῆμα φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, καί τινες σὺν αὐταῖς.
2 ευρον δε τον λιθον αποκεκυλισμενον απο του μνημειου,
2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου,
3 και εισελθουσαι ουχ ευρον το σωμα του κυριου ιησου.
3 καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ Κυρίου Ἰησοῦ.
4 και εγενετο εν τω διαπορεισθαι αυτας περι τουτου και ιδου ανδρες δυο επεστησαν αυταις εν εσθησεσιν αστραπτουσαις.
4 καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.
5 εμφοβων δε γενομενων αυτων και κλινουσων το προσωπον εις την γην ειπον προς αυτας· τι ζητειτε τον ζωντα μετα των νεκρων;
5 ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν τὸ πρόσωπον εἰς τὴν γῆν εἶπον πρὸς αὐτάς· τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν;
6 ουκ εστιν ωδε, αλλ ηγερθη· μνησθητε ως ελαλησεν υμιν ετι ων εν τη γαλιλαια,
6 οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,
7 λεγων οτι δει τον υιον του ανθρωπου παραδοθηναι εις χειρας ανθρωπων αμαρτωλων και σταυρωθηναι, και τη τριτη ημερα αναστηναι.
7 λέγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
8 και εμνησθησαν των ρηματων αυτου,
8 καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ,
9 και υποστρεψασαι απο του μνημειου απηγγειλαν ταυτα παντα τοις ενδεκα και πασιν τοις λοιποις.
9 καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.
10 ησαν δε η μαγδαληνη μαρια και ιωαννα και μαρια ιακωβου και αι λοιπαι συν αυταις, αι ελεγον προς τους αποστολους ταυτα.
10 ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα.
11 και εφανησαν ενωπιον αυτων ωσει ληρος τα ρηματα αυτων, και ηπιστουν αυταις.
11 καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς.
12 ο δε πετρος αναστας εδραμεν επι το μνημειον, και παρακυψας βλεπει τα οθονια κειμενα μονα, και απηλθεν προς εαυτον, θαυμαζων το γεγονος.
12 ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός.
13 και ιδου δυο εξ αυτων ησαν πορευομενοι εν αυτη τη ημερα εις κωμην απεχουσαν σταδιους εξηκοντα απο ιερουσαλημ, η ονομα εμμαους.
13 Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς.
14 και αυτοι ωμιλουν προς αλληλους περι παντων των συμβεβηκοτων τουτων.
14 καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων.
15 και εγενετο εν τω ομιλειν αυτους και συζητειν και αυτος ο ιησους εγγισας συνεπορευετο αυτοις·
15 καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς·
16 οι δε οφθαλμοι αυτων εκρατουντο του μη επιγνωναι αυτον.
16 οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν.
17 ειπεν δε προς αυτους· τινες οι λογοι ουτοι ους αντιβαλλετε προς αλληλους περιπατουντες και εστε σκυθρωποι;
17 εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί;
18 αποκριθεις δε ο εις, ω ονομα κλεοπας, ειπεν προς αυτον· συ μονος παροικεις εν ιερουσαλημ και ουκ εγνως τα γενομενα εν αυτη εν ταις ημεραις ταυταις;
18 ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις;
19 και ειπεν αυτοις· ποια; οι δε ειπον αυτω· τα περι ιησου του ναζωραιου, ος εγενετο ανηρ προφητης δυνατος εν εργω και λογω εναντιον του θεου και παντος του λαου,
19 καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ,
20 οπως τε παρεδωκαν αυτον οι αρχιερεις και οι αρχοντες ημων εις κριμα θανατου και εσταυρωσαν αυτον.
20 ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν.
21 ημεις δε ηλπιζομεν οτι αυτος εστιν ο μελλων λυτρουσθαι τον ισραηλ· αλλα γε συν πασιν τουτοις τριτην ταυτην ημεραν αγει σημερον αφ ου ταυτα εγενετο.
21 ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο.
22 αλλα και γυναικες τινες εξ ημων εξεστησαν ημας γενομεναι ορθριαι επι το μνημειον,
22 ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον,
23 και μη ευρουσαι το σωμα αυτου ηλθον λεγουσαι και οπτασιαν αγγελων εωρακεναι, οι λεγουσιν αυτον ζην.
23 καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν.
24 και απηλθον τινες των συν ημιν επι το μνημειον, και ευρον ουτως καθως και αι γυναικες ειπον, αυτον δε ουκ ειδον.
24 καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον.
25 και αυτος ειπεν προς αυτους· ω ανοητοι και βραδεις τη καρδια του πιστευειν επι πασιν οις ελαλησαν οι προφηται!
25 καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται!
26 ουχι ταυτα εδει παθειν τον χριστον και εισελθειν εις την δοξαν αυτου;
26 οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ;
27 και αρξαμενος απο μωυσεως και απο παντων των προφητων διηρμηνευεν αυτοις εν πασαις ταις γραφαις τα περι εαυτου.
27 καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ.
28 και ηγγισαν εις την κωμην ου επορευοντο, και αυτος προσεποιειτο πορρωτερω πορευεσθαι·
28 Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι·
29 και παρεβιασαντο αυτον λεγοντες· μεινον μεθ ημων, οτι προς εσπεραν εστιν και κεκλικεν η ημερα. και εισηλθεν του μειναι συν αυτοις.
29 καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς.
30 και εγενετο εν τω κατακλιθηναι αυτον μετ αυτων λαβων τον αρτον ευλογησεν, και κλασας επεδιδου αυτοις.
30 καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς.
31 αυτων δε διηνοιχθησαν οι οφθαλμοι, και επεγνωσαν αυτον· και αυτος αφαντος εγενετο απ αυτων.
31 αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν.
32 και ειπον προς αλληλους· ουχι η καρδια ημων καιομενη ην εν ημιν, ως ελαλει ημιν εν τη οδω και ως διηνοιγεν ημιν τας γραφας;
32 καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;
33 και ανασταντες αυτη τη ωρα υπεστρεψαν εις ιερουσαλημ, και ευρον συνηθροισμενους τους ενδεκα και τους συν αυτοις,
33 Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς,
34 λεγοντας οτι ηγερθη ο κυριος οντως και ωφθη σιμωνι.
34 λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι.
35 και αυτοι εξηγουντο τα εν τη οδω και ως εγνωσθη αυτοις εν τη κλασει του αρτου.
35 καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
36 ταυτα δε αυτων λαλουντων αυτος ο ιησους εστη εν μεσω αυτων και λεγει αυτοις· ειρηνη υμιν.
36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
37 πτοηθεντες δε και εμφοβοι γενομενοι εδοκουν πνευμα θεωρειν.
37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν.
38 και ειπεν αυτοις· τι τεταραγμενοι εστε, και διατι διαλογισμοι αναβαινουσιν εν ταις καρδιαις υμων;
38 καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;
39 ιδετε τας χειρας μου και τους ποδας μου, οτι αυτος εγω ειμι· ψηλαφησατε με και ιδετε, οτι πνευμα σαρκα και οστεα ουκ εχει καθως εμε θεωρειτε εχοντα.
39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.
40 και τουτο ειπων επεδειξεν αυτοις τας χειρας και τους ποδας.
40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.
41 ετι δε απιστουντων αυτων απο της χαρας και θαυμαζοντων ειπεν αυτοις· εχετε τι βρωσιμον ενθαδε;
41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε;
42 οι δε επεδωκαν αυτω ιχθυος οπτου μερος και απο μελισσιου κηριου,
42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου,
43 και λαβων ενωπιον αυτων εφαγεν.
43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
44 ειπεν δε αυτοις· ουτοι οι λογοι ους ελαλησα προς υμας ετι ων συν υμιν, οτι δει πληρωθηναι παντα τα γεγραμμενα εν τω νομω μωυσεως και προφηταις και ψαλμοις περι εμου.
44 εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ.
45 τοτε διηνοιξεν αυτων τον νουν του συνιεναι τας γραφας,
45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς,
46 και ειπεν αυτοις οτι ουτως γεγραπται και ουτως εδει παθειν τον χριστον και αναστηναι εκ νεκρων τη τριτη ημερα,
46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ,
47 και κηρυχθηναι επι τω ονοματι αυτου μετανοιαν και αφεσιν αμαρτιων εις παντα τα εθνη, αρξαμενον απο ιερουσαλημ.
47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ.
48 υμεις δε εστε μαρτυρες τουτων.
48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων.
49 και ιδου εγω αποστελλω την επαγγελιαν του πατρος μου εφ υμας· υμεις δε καθισατε εν τη πολει ιερουσαλημ εως ου ενδυσησθε δυναμιν εξ υψους.
49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.
50 εξηγαγεν δε αυτους εξω εως εις βηθανιαν, και επαρας τας χειρας αυτου ευλογησεν αυτους.
50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.
51 και εγενετο εν τω ευλογειν αυτον αυτους διεστη απ αυτων και ανεφερετο εις τον ουρανον.
51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾽ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν.
52 και αυτοι προσκυνησαντες αυτον υπεστρεψαν εις ιερουσαλημ μετα χαρας μεγαλης,
52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,
53 και ησαν δια παντος εν τω ιερω αινουντες και ευλογουντες τον θεον. αμην.
53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • Cleopas

    Disciple on the road to Emmaus

    One of two disciples walking to Emmaus on the day of the resurrection, who told the unrecognized Jesus of the events in Jerusalem.

    Citado en la guía: Luke 24:18

  • Joanna

    Wife of Herod's steward Chuza

    Wife of Chuza, Herod's household manager, among the women healed who ministered to Jesus out of their means, and one who told the apostles of the empty tomb.

    Citado en la guía: Luke 8:3; Luke 24:10

Lugares

  • Bethany

    Hoy: West Bank (al-Eizariya)

    Bethany was Jesus' lodging near Jerusalem during Passion week and the home of Lazarus. Luke sets the Ascension close by.

    Citado en la guía: John 11:1; John 12:1; Luke 24:50

  • Emmaus

    Hoy: Judean lowlands, west of Jerusalem

    Emmaus's location is disputed — Emmaus Nicopolis, Abu Ghosh, el-Qubeibeh, and Motza are all proposed (approximate location). It is remembered for the risen Christ's road encounter.

    Citado en la guía: Luke 24:13; Luke 24:30-31

Referencias cruzadas (50)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Juan 20:1–2; Mateo 28:1–8; Marcos 16:1–8; Lucas 24:10; Lucas 23:55–56
  2. 2 Mateo 27:60–66; Marcos 16:3–4; Juan 20:1–2; Marcos 15:46–47; Mateo 28:2
  3. 3 Lucas 24:23; Juan 20:6–7
  4. 4 Juan 20:11–12; Marcos 16:5; Hechos 1:10; Mateo 28:2–6; Génesis 18:2
  5. 5 Marcos 16:5–6; Apocalipsis 1:18; Mateo 28:3–5; Apocalipsis 2:8; Lucas 1:12–13
  6. 6 Mateo 17:22–23; Lucas 9:22; Marcos 8:31; Mateo 28:6; Mateo 27:63
  7. 7 Mateo 16:21
  8. 8 Juan 14:26; Juan 12:16; Juan 2:19–22
  9. 9 Mateo 28:7–8; Marcos 16:7–8; Lucas 24:22–24; Marcos 16:10
  10. 10 Marcos 15:40–41; Lucas 8:2–3; Mateo 27:56; Juan 20:11–18; Marcos 16:9–11
  11. 11 Job 9:16; Marcos 16:11; Salmo 126:1; Génesis 19:14; 2 Reyes 7:2
  12. 12 Juan 20:3–10
  13. 13 Lucas 24:18; Marcos 16:12–13
  14. 14 Lucas 6:45; Deuteronomio 6:7
  15. 15 Mateo 18:20; Lucas 24:36; Juan 14:18–19
  16. 16 Juan 20:14; Juan 21:4; Lucas 24:31; Marcos 16:12; 2 Reyes 6:18–20
  17. 17 Juan 16:6; Juan 16:20–22; Ezequiel 9:4–6
  18. 18 Juan 19:25
  19. 19 Mateo 21:11; Lucas 7:16; Juan 6:14; Juan 4:19; Juan 3:2
  20. 20 Mateo 27:20; Hechos 3:13–15; Lucas 23:13; Hechos 4:8–10; Hechos 13:27–29
  21. 21 Lucas 1:68; Isaías 59:20; Lucas 2:38; 1 Pedro 1:18–19; Salmo 130:8
  22. 22 Marcos 16:9–10; Mateo 28:7–8; Juan 20:1–2; Juan 20:18; Lucas 24:1–11
  23. 24 Lucas 24:12; Juan 20:1–10
  24. 25 Marcos 9:19; Marcos 7:18; Hebreos 5:11–12; Marcos 16:14; Marcos 8:17–18
  25. 26 1 Pedro 1:11; Zacarías 13:7; Isaías 53:1–12; Hechos 17:3; Hebreos 2:8–10
  26. 27 Isaías 7:14; Lucas 24:44; Deuteronomio 18:15; Isaías 53:1–12; Jeremías 33:14–15
  27. 28 Marcos 6:48; Génesis 19:2; Génesis 42:7; Génesis 32:26
  28. 29 2 Reyes 4:8; Génesis 19:3; Lucas 14:23; Hechos 16:14
  29. 30 Mateo 14:19; Lucas 24:35; Mateo 15:36; Lucas 9:16; Hechos 27:35
  30. 31 Lucas 24:16; Juan 8:59; Lucas 4:30; Juan 20:13–16
  31. 32 Lucas 24:45; Jeremías 23:29; Hebreos 4:12; Salmo 39:3; Jeremías 15:16
  32. 33 Juan 20:19–26; Marcos 16:13; Hechos 1:14
  33. 34 1 Corintios 15:5; Marcos 16:7; Lucas 22:54–62
  34. 35 Marcos 16:12–13; Hechos 2:42; Lucas 24:30–31
  35. 36 2 Tesalonicenses 3:16; Isaías 57:18; Lucas 10:5; Juan 20:19–23; Marcos 16:14
  36. 37 Mateo 14:26–27; Marcos 6:49–50; Job 4:14–16; 1 Samuel 28:13; Hechos 12:15
  37. 38 Jeremías 4:14; Hebreos 4:13; Daniel 4:19; Daniel 4:5; Mateo 16:8
  38. 39 Juan 20:27; 1 Juan 1:1; Eclesiastés 12:7; Juan 20:20; 1 Tesalonicenses 5:23
  39. 41 Juan 21:5; Salmo 126:1–2; Juan 21:10–13; Job 9:16; Juan 16:22
  40. 43 Hechos 10:41
  41. 44 Zacarías 12:10; Lucas 24:26–27; Zacarías 9:9; Salmo 110:1–7; Hechos 13:33
  42. 45 Hechos 16:14; 1 Juan 5:20; Salmo 119:18; 2 Corintios 3:14–18; Hechos 26:18
  43. 46 Isaías 53:2–12; Isaías 50:6; Lucas 24:44; Lucas 24:26–27; Lucas 24:7
  44. 47 Hechos 5:31; Isaías 49:6; Mateo 28:19; Hechos 2:38; Hechos 20:21
  45. 48 Hechos 13:31; Hechos 2:32; Hechos 1:8; Hechos 5:32; Hechos 10:41
  46. 49 Hechos 1:8; Hechos 1:4; Joel 2:28–32; Juan 14:26; Isaías 32:15
  47. 50 Hechos 1:12; Marcos 11:1; Génesis 49:28; Mateo 21:17; Números 6:23–27
  48. 51 Hechos 1:9; Marcos 16:19; Juan 20:17; 2 Reyes 2:11; Hebreos 1:3
  49. 52 Mateo 28:9; Salmo 30:11; 1 Pedro 1:8; Juan 16:22; Juan 20:28
  50. 53 Marcos 16:20; Hechos 5:41–42; Mateo 28:20; Hechos 2:46–47; Apocalipsis 22:21

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 24:36 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon LXVI)

    The Lord appeared to His disciples after His resurrection, as ye have heard, and saluted them, saying, "Peace be unto you." This is peace indeed, and the salutation of salvation: for the very word salutation has received its name from salvation. And what can be better than that Salvation Itself should salute man? For Christ is our Salvation.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Cita 24:26 Irenaeus of Lyons, Against Heresies (Book IV, Chapters XXV–XXVI)

    … was that the Lord discoursed with the disciples after His resurrection from the dead, proving to them from the Scriptures themselves "that Christ must suffer, and enter into His glory, and that remission of sins should be preached in His name throughout all the world." And the disciple will be perfected, and [rendered] like the householder, "who bringeth forth from …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 24:25 Augustine of Hippo, Confessions (Book IV, Chapters VIII–XII)

    O ye sons of men, how long so slow of heart? Even now, after the Life is descended to you, will ye not ascend and live?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 24:39 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XII)

    let the heretics be silenced who speak against His humanity, for they speak against Him, who saith, Handle me, and see; for a spirit hath not flesh and bones, as ye see me have.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 24:28 John of Damascus, An Exact Exposition of the Orthodox Faith (Book IV, Chapters XVII–XVIII)

    His running to the fig-tree, His shrinking, that is, His drawing back, His praying, and His making as though He would have gone further For neither as God nor as man was He in need of these or similar things, but only because His form was that of a man as necessity and expediency demanded.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)