Saltar al texto

Santiago · Texto Patriarcal (Antoniades 1904/1912)

Santiago 3 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 μη πολλοι διδασκαλοι γινεσθε, αδελφοι μου, ειδοτες οτι μειζον κριμα ληψομεθα·
1 Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου, εἰδότες ὅτι μεῖζον κρῖμα ληψόμεθα·
2 πολλα γαρ πταιομεν απαντες. ει τις εν λογω ου πταιει, ουτος τελειος ανηρ, δυνατος χαλιναγωγησαι και ολον το σωμα.
2 πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
3 ιδε των ιππων τους χαλινους εις τα στοματα βαλλομεν προς το πειθεσθαι αυτους ημιν, και ολον το σωμα αυτων μεταγομεν.
3 ἴδε τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
4 ιδου και τα πλοια, τηλικαυτα οντα και υπο σκληρων ανεμων ελαυνομενα, μεταγεται υπο ελαχιστου πηδαλιου οπου αν η ορμη του ευθυνοντος βουληται.
4 ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ σκληρῶν ἀνέμων ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύνοντος βούληται.
5 ουτως και η γλωσσα μικρον μελος εστιν και μεγαλαυχει. ιδου ολιγον πυρ ηλικην υλην αναπτει!
5 οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ. ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει!
6 και η γλωσσα πυρ, ο κοσμος της αδικιας. ουτως η γλωσσα καθισταται εν τοις μελεσιν ημων η σπιλουσα ολον το σωμα και φλογιζουσα τον τροχον της γενεσεως και φλογιζομενη υπο της γεεννης.
6 καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας. οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν ἡ σπιλοῦσα ὅλον τὸ σῶμα καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.
7 πασα γαρ φυσις θηριων τε και πετεινων ερπετων τε και εναλιων δαμαζεται και δεδαμασται τη φυσει τη ανθρωπινη,
7 πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ φύσει τῇ ἀνθρωπίνῃ,
8 την δε γλωσσαν ουδεις δυναται ανθρωπων δαμασαι· ακατασχετον κακον, μεστη ιου θανατηφορου.
8 τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακόν, μεστὴ ἰοῦ θανατηφόρου.
9 εν αυτη ευλογουμεν τον θεον και πατερα, και εν αυτη καταρωμεθα τους ανθρωπους τους καθ ομοιωσιν θεου γεγονοτας·
9 ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ᾽ ὁμοίωσιν Θεοῦ γεγονότας·
10 εκ του αυτου στοματος εξερχεται ευλογια και καταρα. ου χρη, αδελφοι μου, ταυτα ουτως γινεσθαι.
10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι.
11 μητι η πηγη εκ της αυτης οπης βρυει το γλυκυ και το πικρον;
11 μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
12 μη δυναται, αδελφοι μου, συκη ελαιας ποιησαι η αμπελος συκα; ουτως ουδεμια πηγη αλυκον και γλυκυ ποιησαι υδωρ.
12 μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι ἢ ἄμπελος σῦκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ γλυκὺ ποιῆσαι ὕδωρ.
13 τις σοφος και επιστημων εν υμιν; δειξατω εκ της καλης αναστροφης τα εργα αυτου εν πραυτητι σοφιας.
13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας.
14 ει δε ζηλον πικρον εχετε και εριθειαν εν τη καρδια υμων, μη κατακαυχασθε και ψευδεσθε κατα της αληθειας.
14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας.
15 ουκ εστιν αυτη η σοφια ανωθεν κατερχομενη, αλλ επιγειος, ψυχικη, δαιμονιωδης.
15 οὐκ ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ᾽ ἐπίγειος, ψυχική, δαιμονιώδης.
16 οπου γαρ ζηλος και εριθεια, εκει ακαταστασια και παν φαυλον πραγμα.
16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.
17 η δε ανωθεν σοφια πρωτον μεν αγνη εστιν, επειτα ειρηνικη, επιεικης, ευπειθης, μεστη ελεους και καρπων αγαθων, αδιακριτος και ανυποκριτος.
17 ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειθής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν, ἀδιάκριτος καὶ ἀνυπόκριτος.
18 καρπος δε [της] δικαιοσυνης εν ειρηνη σπειρεται τοις ποιουσιν ειρηνην.
18 καρπὸς δὲ [τῆς] δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.
Referencias cruzadas (16)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 1 Timoteo 1:7; Lucas 12:47–48; 1 Pedro 5:3; Mateo 23:13; 1 Corintios 12:28
  2. 2 Santiago 1:26; Proverbios 13:3; 1 Pedro 3:10; Mateo 12:37; Salmo 34:13
  3. 3 Salmo 32:9; Salmo 39:1; Santiago 1:26; 2 Reyes 19:28
  4. 4 Mateo 8:24; Salmo 107:25–27; Hechos 27:14–38
  5. 5 Proverbios 18:21; Proverbios 12:18; Jeremías 9:3–8; Proverbios 15:2; Salmo 17:10
  6. 6 Salmo 120:2–3; Proverbios 16:27; Marcos 7:15; Mateo 15:11–20; Proverbios 15:1
  7. 8 Romanos 3:13; Salmo 140:3; Salmo 55:21; Santiago 3:6; Salmo 57:4
  8. 9 Salmo 10:7; Génesis 1:26–27; Génesis 9:6; Salmo 62:4; Salmo 59:12
  9. 10 Romanos 12:14; 1 Pedro 3:9; 1 Corintios 3:3; Salmo 50:16–20; 1 Timoteo 5:13
  10. 12 Lucas 6:43–44; Mateo 12:33; Mateo 7:16–20; Jeremías 2:21; Romanos 11:16–18
  11. 13 Gálatas 5:23; Santiago 3:17; Mateo 5:5; Colosenses 3:12; 1 Pedro 2:12
  12. 14 Santiago 3:16; 1 Corintios 13:4; Filipenses 2:3; 1 Corintios 3:3; Romanos 13:13
  13. 15 Santiago 3:17; Santiago 1:17; 1 Corintios 3:19; Filipenses 3:19; 1 Corintios 2:14
  14. 16 Santiago 3:14; 1 Corintios 3:3; 1 Corintios 14:33; 1 Juan 3:12; Gálatas 5:20
  15. 17 Gálatas 5:22–23; Proverbios 2:6; 1 Corintios 13:4–7; Santiago 3:15; Romanos 12:9
  16. 18 Mateo 5:9; Oseas 10:12; Filipenses 1:11; Isaías 32:16–17; Gálatas 6:8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 3:1 Augustine of Hippo, Tractates on the Gospel of John (Chapter XIII)

    "I have washed my feet; how shall I defile them?" At times I read and hear: "My brethren, be not many masters, seeing that ye shall receive the greater condemnation: for in many things we offend all." "I have washed my feet; how shall I defile them?" But see, I rise and open.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 7 (1888)