Skip to the text

1 Kings · Brenton's Greek Septuagint

1 Kings 10 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)
LXX Brenton's Greek Septuagint
WEB World English Bible (Classic, with Deuterocanon)
1 Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι.
1 When the queen of Sheba heard of the fame of Solomon concerning Yahweh’s name, she came to test him with hard questions.
2 Καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα· καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον· καὶ εἰσῆλθε πρὸς Σαλωμὼν, καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς.
2 She came to Jerusalem with a very great caravan, with camels that bore spices, very much gold, and precious stones; and when she had come to Solomon, she talked with him about all that was in her heart.
3 Καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ.
3 Solomon answered all her questions. There wasn’t anything hidden from the king which he didn’t tell her.
4 Καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν, καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε,
4 When the queen of Sheba had seen all the wisdom of Solomon, the house that he had built,
5 καὶ τὰ βρώματα Σαλωμὼν, καὶ τὴν καθέδραν παίδων αὐτοῦ, καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ, καὶ τὸν ἱματισμὸν αὐτοῦ, καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο·
5 the food of his table, the sitting of his servants, the attendance of his officials, their clothing, his cup bearers, and his ascent by which he went up to Yahweh’s house, there was no more spirit in her.
6 Καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμὼν, ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου.
6 She said to the king, “It was a true report that I heard in my own land of your acts and of your wisdom.
7 Καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου.
7 However, I didn’t believe the words until I came and my eyes had seen it. Behold, not even half was told me! Your wisdom and prosperity exceed the fame which I heard.
8 Μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου.
8 Happy are your men, happy are these your servants who stand continually before you, who hear your wisdom.
9 Γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραὴλ, διὰ τὸ ἀγαπᾷν Κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπʼ αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.
9 Blessed is Yahweh your God, who delighted in you, to set you on the throne of Israel. Because Yahweh loved Israel forever, therefore he made you king, to do justice and righteousness.”
10 Καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου, καὶ ἡδύσματα πολλὰ σφόδρα, καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.
10 She gave the king one hundred twenty talents of gold, and a very great quantity of spices, and precious stones. Never again was there such an abundance of spices as these which the queen of Sheba gave to King Solomon.
11 Καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ, ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον.
11 The fleet of Hiram that brought gold from Ophir also brought in from Ophir great quantities of almug trees and precious stones.
12 Καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως, καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης.
12 The king made of the almug trees pillars for Yahweh’s house and for the king’s house, harps also and stringed instruments for the singers; no such almug trees came or were seen to this day.
13 Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη, καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ, καὶ πάντες οἱ παῖδες αὐτῆς.
13 King Solomon gave to the queen of Sheba all her desire, whatever she asked, in addition to that which Solomon gave her of his royal bounty. So she turned and went to her own land, she and her servants.
14 Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ, ἑξακόσια καὶ ἑξηκονταὲξ τάλαντα χρυσίου,
14 Now the weight of gold that came to Solomon in one year was six hundred sixty-six talents of gold,
15 χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.
15 in addition to that which the traders brought, and the traffic of the merchants, and of all the kings of the mixed people, and of the governors of the country.
16 Καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά· τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν·
16 King Solomon made two hundred bucklers of beaten gold; six hundred shekels of gold went to one buckler.
17 Καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά· καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἕν· καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.
17 He made three hundred shields of beaten gold; three minas of gold went to one shield; and the king put them in the House of the Forest of Lebanon.
18 Καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν, καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ.
18 Moreover the king made a great throne of ivory, and overlaid it with the finest gold.
19 Ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας,
19 There were six steps to the throne, and the top of the throne was round behind; and there were armrests on either side by the place of the seat, and two lions standing beside the armrests.
20 καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ.
20 Twelve lions stood there on the one side and on the other on the six steps. Nothing like it was made in any kingdom.
21 Καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ, καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα. οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών·
21 All King Solomon’s drinking vessels were of gold, and all the vessels of the House of the Forest of Lebanon were of pure gold. None were of silver, because it was considered of little value in the days of Solomon.
22 Ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.
22 For the king had a fleet of ships of Tarshish at sea with Hiram’s fleet. Once every three years the fleet of Tarshish came bringing gold, silver, ivory, apes, and peacocks.
22a Αὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκαν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ, καὶ τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὰν, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω, καὶ τὴν Ἰεθερμὰθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ πάσας τὰς πόλεις τῶν ἱππέων, καὶ τὴν πραγματείαν Σαλωμὼν, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ
·
22b πάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετʼ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης·
·
22c καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ, καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ, καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ, καὶ ἱππεῖς αὐτοῦ.
·
23 Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει.
23 So King Solomon exceeded all the kings of the earth in riches and in wisdom.
24 Καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ.
24 All the earth sought the presence of Solomon to hear his wisdom which God had put in his heart.
25 Καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ, καὶ ἱματισμὸν, στακτὴν, καὶ ἡδύσματα, καὶ ἵππους, καὶ ἡμιόνους τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτῷ.
25 Year after year, every man brought his tribute, vessels of silver, vessels of gold, clothing, armor, spices, horses, and mules.
26 Καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ·
26 Solomon gathered together chariots and horsemen. He had one thousand four hundred chariots and twelve thousand horsemen. He kept them in the chariot cities and with the king at Jerusalem.
26a καὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.
·
27 Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος.
27 The king made silver as common as stones in Jerusalem, and cedars as common as the sycamore trees that are in the lowland.
28 Καὶ ἡ ἔξοδος Σαλωμῶν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου, καὶ ἐκ Θεκουὲ ἔμποροι τοῦ βασιλέως· καὶ ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι.
28 The horses which Solomon had were brought out of Egypt. The king’s merchants received them in droves, each drove at a price.
29 Καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου, καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιῒν, καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.
29 A chariot was imported from Egypt for six hundred shekels of silver, and a horse for one hundred fifty shekels; and so they exported them to all the kings of the Hittites and to the kings of Syria.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Queen of Sheba

    Visitor who tested Solomon

    A queen who came to Jerusalem with spices, gold and precious stones to test Solomon with difficult questions, and who blessed the LORD after seeing his wisdom.

    Cited in the guide: 1 Kings 10:1; 1 Kings 10:4; 1 Kings 10:10

  • Solomon

    King of Israel

    David's son who built the temple and became famous for God-given wisdom.

    Cited in the guide: 1 Kings 1-11; 1 Chron. 3:5; Matt. 1:6-7

Cross references (32)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Matthew 12:42; Luke 11:31; Psalm 72:15; Genesis 10:28; 2 Chronicles 9:1–12
  2. 2 Acts 25:23; Job 4:2; Luke 24:15; Genesis 18:33; 1 Kings 10:10
  3. 3 Daniel 2:20–23; 1 Kings 10:1; 1 Kings 3:12; 2 Samuel 14:17; 1 Corinthians 1:30
  4. 4 Matthew 12:42; Ecclesiastes 12:9; 1 Kings 4:29–31; 2 Chronicles 9:3–4; 1 Kings 6:1–7
  5. 5 1 Chronicles 26:16; Ezekiel 46:2; Joshua 5:1; Ezekiel 44:3; 2 Kings 16:18
  6. 6 2 Chronicles 9:5–6
  7. 7 1 Corinthians 2:9; John 20:25–29; 1 John 3:2; Zechariah 9:17; Isaiah 64:4
  8. 8 Proverbs 8:34; Proverbs 10:21; Luke 11:31; Proverbs 3:13–14; 2 Chronicles 9:7–8
  9. 9 Psalm 72:2; 1 Kings 5:7; 2 Samuel 8:15; Jeremiah 23:5–6; 2 Chronicles 2:11
  10. 10 1 Kings 10:2; Matthew 2:11; 1 Kings 9:14; Psalm 72:15; Genesis 43:11
  11. 11 1 Kings 9:27–28; 2 Chronicles 9:10–11; 2 Chronicles 2:8; 2 Chronicles 8:18; Psalm 45:9
  12. 12 1 Chronicles 23:5; 1 Chronicles 25:1–31; Psalm 150:3–5; Revelation 14:2–3; Psalm 92:1–3
  13. 13 Matthew 15:28; Psalm 20:4; Psalm 37:4; John 14:13–14; 1 Kings 9:1
  14. 14 1 Kings 9:28; 2 Chronicles 9:13–28
  15. 15 Galatians 4:25; Isaiah 21:13; 1 Chronicles 9:24; Psalm 72:10; 2 Chronicles 9:13–14
  16. 16 1 Kings 14:26–28; 2 Chronicles 12:9–10; 2 Chronicles 9:15–16
  17. 17 1 Kings 7:2; 1 Kings 14:26
  18. 18 1 Kings 10:22; Psalm 45:8; Revelation 20:11; Hebrews 1:8; Revelation 18:12
  19. 20 Numbers 24:9; Genesis 49:9; Revelation 5:5; Numbers 23:24
  20. 21 1 Kings 10:17; 1 Kings 7:2; 2 Chronicles 9:20–22
  21. 22 1 Kings 22:48; Genesis 10:4; Psalm 48:7; Psalm 72:10; 2 Chronicles 20:36–37
  22. 23 1 Kings 3:12–13; 1 Kings 4:29–34; Ephesians 3:8; 2 Chronicles 9:22–23; Colossians 2:2–3
  23. 24 James 1:5; 1 Kings 3:28; 1 Kings 3:12; Proverbs 2:6; Daniel 1:17
  24. 25 Psalm 72:15; Matthew 2:11; Esther 8:14; Job 42:11; Isaiah 66:20
  25. 26 2 Chronicles 9:25; 1 Kings 4:26; Deuteronomy 17:16; 1 Kings 9:19; Isaiah 2:7
  26. 27 2 Chronicles 9:27; 2 Chronicles 1:15–17; Deuteronomy 17:17; Job 22:24–25
  27. 28 Deuteronomy 17:16; 2 Chronicles 9:28; Isaiah 31:1–3; Isaiah 36:9; Proverbs 7:16
  28. 29 2 Kings 7:6–7; Joshua 1:4; Malachi 1:1; Hosea 12:10
  29. 22a 1 Kings 22:48; Genesis 10:4; Psalm 48:7; Psalm 72:10; 2 Chronicles 20:36–37
  30. 22b 1 Kings 22:48; Genesis 10:4; Psalm 48:7; Psalm 72:10; 2 Chronicles 20:36–37
  31. 22c 1 Kings 22:48; Genesis 10:4; Psalm 48:7; Psalm 72:10; 2 Chronicles 20:36–37
  32. 26a 2 Chronicles 9:25; 1 Kings 4:26; Deuteronomy 17:16; 1 Kings 9:19; Isaiah 2:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences