1 Ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης, λέγει, 2 Πότερον οὐχὶ ὁ Κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; 3 Τί γὰρ μέλει τῷ Κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; ἢ ὠφέλεια, ὅτι ἀπλώσῃς τὴν ὁδόν σου; 4 Ἢ λόγον σου ποιοῦμενος ἐλέγξεις, καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; 5 Πότερον οὐχ ἡ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσὶν αἱ ἁμαρτίαι; 6 Ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. 7 Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· 8 Ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. 9 Χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. 10 Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε πόλεμος ἐξαίσιος. 11 Τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψε. 12 Μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ; τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσε; 13 Καὶ εἶπας, τί ἔγνω ὁ ἰσχυρός; ἢ κατὰ τοῦ γνόφου κρίνει; 14 Νεφέλη ἀποκρυφὴ αὐτοῦ καὶ οὐχ ὁραθήσεται, καὶ γῦρον οὐρανοῦ διαπορεύεται. 15 Μὴ τρίβον αἰώνιον φυλάξεις, ἣν ἐπάτησαν ἄνδρες δίκαιοι, 16 οἳ συνελήφθησαν ἄωροι; ποταμὸς ἐπιῤῥέων οἱ θεμέλιοι αὐτῶν, 17 οἱ λέγοντες, Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; 18 Ὃς δὲ ἐνέπλησε τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόῤῥω ἀπʼ αὐτοῦ. 19 Ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. 20 Εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ. 21 Γενοῦ δὴ σκληρὸς, ἐὰν ὑπομείνῃς, εἶτα ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. 22 Ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. 23 Ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι Κυρίου, πόῤῥω ἐποίησας ἀπὸ διαίτης σου ἄδικον. 24 Θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάῤῥου Σωφίρ. 25 Ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. 26 Εἶτα παῤῥησιασθήσῃ ἐναντίον Κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς. 27 Εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου· δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς. 28 Ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος· 29 Ὅτι ἐταπείνωσας σεαυτὸν, καὶ ἐρεῖς, ὑπερηφανεύσατο, καὶ κύφοντα ὀφθαλμοῖς σώσει. 30 Ῥύσεται ἀθῶον, καὶ διασώθητι ἐν καθαραῖς χερσί σου.
Job · Brenton's Greek Septuagint
Job 22 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (29)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Luke 17:10; Galatians 6:7–8; Job 35:6–8; Psalm 16:2; Proverbs 3:13–18
- 3 Proverbs 15:8; 2 Corinthians 7:1; Proverbs 12:22; Proverbs 11:1; Psalm 147:10–11
- 4 Job 14:3; Psalm 143:2; Isaiah 3:14–15; Revelation 3:19; Psalm 39:11
- 5 Job 15:5–6; Psalm 40:12; Job 21:27; Job 11:14; Psalm 19:12
- 6 Exodus 22:26; Ezekiel 18:12; Ezekiel 18:16; Deuteronomy 24:10–18; Job 24:3
- 7 Job 31:17; Isaiah 58:7; Matthew 25:42; Ezekiel 18:16; Ezekiel 18:7
- 8 Isaiah 9:15; Job 31:34; Psalm 12:8; Job 29:7–17; Micah 7:3
- 9 Job 24:21; Ezekiel 22:7; Job 24:3; Isaiah 10:2; Job 31:21
- 10 Job 13:21; Job 6:4; Job 18:8–10; 1 Thessalonians 5:3; Psalm 11:6
- 11 Psalm 69:1–2; Lamentations 3:54; Jonah 2:3; Lamentations 3:2; Job 38:34
- 12 Isaiah 66:1; Ecclesiastes 5:2; Job 11:8; Psalm 8:3–4; Isaiah 57:15
- 13 Ezekiel 8:12; Psalm 10:11; Ezekiel 9:9; Psalm 73:11; Psalm 94:7–9
- 14 Psalm 97:2; Psalm 139:11–12; Psalm 33:14; Job 34:22; Jeremiah 23:24
- 15 Luke 17:26–27; Genesis 6:11–13; Genesis 6:5
- 16 Job 15:32; Genesis 7:17–24; Matthew 24:37–39; 2 Peter 2:5; Psalm 55:23
- 17 Job 21:14–15; Romans 1:28; Psalm 4:6; Matthew 8:29; Isaiah 30:11
- 18 Job 21:16; Job 12:6; 1 Samuel 2:7; Jeremiah 12:2; Psalm 17:14
- 19 Psalm 58:10; Psalm 107:42; Psalm 52:6; Psalm 97:8; Revelation 18:20
- 20 Job 1:16; Genesis 19:24; 2 Peter 2:6–7; Job 20:26; Job 15:5–6
- 21 1 Chronicles 28:9; Isaiah 27:5; Philippians 4:7; Psalm 34:10; Ephesians 2:14–17
- 22 Psalm 119:11; Job 23:12; Deuteronomy 6:6–9; Deuteronomy 4:1–2; Jeremiah 15:16
- 23 Job 11:13–14; Zechariah 1:3; Job 8:5–6; Isaiah 55:6–7; Hosea 14:1–2
- 24 1 Kings 9:28; Isaiah 13:12; Psalm 45:9; Genesis 10:29; 2 Chronicles 9:10
- 25 Isaiah 33:6; Psalm 16:5–6; Genesis 15:1; Psalm 18:2; Psalm 84:11
- 26 Isaiah 58:14; Psalm 37:4; Job 27:10; Job 11:15; Romans 7:22
- 27 Isaiah 58:9; 1 John 5:14–15; Psalm 116:1; Psalm 91:15; Psalm 50:14–15
- 28 Matthew 21:22; Psalm 90:17; Psalm 20:4; Isaiah 30:21; Proverbs 4:18
- 29 Job 5:19–27; James 4:6; Luke 1:52; 1 Peter 5:5; Matthew 23:12
- 30 Job 42:7–8; James 5:15–16; Genesis 18:26–32; Psalm 18:20; Acts 27:24
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences