Skip to the text

Daniel (Greek) · Brenton's Greek Septuagint

Daniel (Greek) 11 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν. 2 Καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι· ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι, καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας· καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ, ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων. 3 Καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς, καὶ κυριεύσει κυρείας πολλῆς, καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ. 4 Καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ, συντριβήσεται, καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ, οὐδὲ κατὰ τὴν κυρείαν αὐτοῦ, ἣν ἐκυρίευσεν, ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ, καὶ ἑτέροις ἐκτὸς τούτων. 5 Καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ Νότου· καὶ εἷς τῶν ἀρχόντων αὐτῶν ἐνισχύσει ἐπʼ αὐτὸν, καὶ κυριεύσει κυρίαν πολλήν. 6 Καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμιγήσονται, καὶ θυγάτηρ βασιλέως τοῦ Νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ Βοῤῥᾶ, τοῦ ποιῆσαι συνθήκας μετʼ αὐτοῦ, καὶ οὐ κρατήσει ἰσχύος βραχίονος, καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ, καὶ παραδοθήσεται αὕτη, καὶ οἱ φέροντες αὐτὴν, καὶ ἡ νεάνις, καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς. 7 Ἀναστήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς, τῆς ἑτοιμασίας αὐτοῦ, καὶ ἥξει πρὸς τὴν δύναμιν, καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ ποιήσει ἐν αὐτοῖς, καὶ κατισχύσει. 8 Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ Βοῤῥᾶ. 9 Καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ Νότου, καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ. 10 Καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον ἀναμέσον πολλῶν· καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων, καὶ παρελεύσεται, καὶ καθίεται, καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ. 11 Καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ Νότου, καὶ ἐξελεύσεται, καὶ πολεμήσει μετὰ τοῦ βασιλέως τοῦ Βοῤῥᾶ, καὶ στήσει ὄχλον πολύν, καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ, 12 καὶ λήψεται τὸν ὄχλον, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐ κατισχύσει. 13 Καὶ ἐπιστρέψει ὁ βασιλεὺς τοῦ Βοῤῥᾶ, καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον· καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ, καὶ ἐν ὑπάρξει πολλῇ. 14 Καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ Νότου, καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται, τοῦ στῆσαι ὅρασιν, καὶ ἀσθενήσουσι. 15 Καὶ εἰσελεύσεται βασιλεὺς τοῦ Βοῤῥᾶ, καὶ ἐκχεεῖ πρόσχωμα, καὶ συλλήψεται πόλεις ὀχυρὰς, καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ Νότου στήσονται, καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ, καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι. 16 Καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ, καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ· καὶ στήσεται ἐν τῇ γῇ τοῦ Σαβεὶ, καὶ τελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ. 17 Καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύϊ πάσης τῆς βασιλείας αὐτοῦ, καὶ εὐθεῖα πάντα μετʼ αὐτοῦ ποιήσει· καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ διαφθεῖραι αὐτὴν, καὶ οὐ μὴ παραμείνῃ, καὶ οὐκ αὐτῷ ἔσται. 18 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους, καὶ συλλήψεται πολλὰς, καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν, πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ. 19 Καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ, καὶ ἀσθενήσει, καὶ πεσεῖται, καὶ οὐκ εὑρεθήσεται. 20 Καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν τῆς βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων, πράσσων δόξαν βασιλείας· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἔτι συντριβήσεται, καὶ οὐκ ἐν προσώποις, οὐδὲ ἐν πολέμῳ. 21 Στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ, ἐξουδενώθη, καὶ οὐκ ἔδωκαν ἐπʼ αὐτὸν δόξαν βασιλείας· καὶ ἥξει ἐν εὐθηνίᾳ, καὶ κατισχύσει βασιλείας ἐν ὀλισθήμασι, 22 καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ, καὶ συντριβήσονται, καὶ ἡγούμενος διαθήκης· 23 Καὶ ἀπὸ τῶν συναναμίξεων πρὸς αὐτὸν ποιήσει δόλον, καὶ ἀναβήσεται, καὶ ὑπερισχύσει αὐτοὺς ἐν ὀλίγῳ ἔθνει. 24 Καὶ ἐν εὐθηνίᾳ, καὶ ἐν πίοσι χώραις ἥξει, καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ τατέρες τῶν πατέρων αὐτοῦ· προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ, καὶ ἐπʼ Αἴγυπτον λογιεῖται λογισμοὺς καὶ ἕως καιροῦ. 25 Καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ Νότου ἐν δυνάμει μεγάλῃ· καὶ ὁ βασιλεὺς τοῦ Νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα, καὶ οὐ στήσονται, ὅτι λογιοῦνται ἐπʼ αὐτὸν λογισμοὺς, 26 καὶ φάγονται τὰ δέοντα αὐτοῦ, καὶ συντρίψουσιν αὐτὸν, καὶ δυνάμεις κατακλύσει, καὶ πεσοῦνται τραυματίαι πολλοί. 27 Καὶ ἀμφότεροι οἱ βασιλεῖς, αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν, καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσι, καὶ οὐ κατευθυνεῖ, ὅτι ἔτι πέρας εἰς καιρόν. 28 Καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ, καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν, καὶ ποιήσει, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. 29 Εἰς τὸν καιρὸν ἐπιστρέψει, καὶ ἥξει ἐν τῷ Νότῳ, καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη. 30 Καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι, καὶ ταπεινωθήσεται, καὶ ἐπιστρέψει, καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν· καὶ ποιήσει, καὶ ἐπιστρέψει, καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν. 31 Καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται, καὶ βεβηλώσουσι τὸ ἁγίασμα τῆς δυναστείας, καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν, καὶ δώσουσι βδέλυγμα ἠφανισμένον. 32 Καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθήμασι· καὶ λαὸς γινώσκοντες Θεὸν αὐτοῦ κατισχύσουσι, καὶ ποιήσουσι, 33 καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλὰ, καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ, καὶ ἐν φλογὶ, καὶ ἐν αἰχμαλωσίᾳ, καὶ ἐν διαρπαγῇ ἡμερῶν. 34 Καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς, βοηθήσονται βοήθειαν μικρὰν, καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλισθήμασι. 35 Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι, τοῦ πυρῶσαι αὐτοὺς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας, ὅτι ἔτι εἰς καιρόν. 36 Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ· καὶ ὁ βασιλεὺς ὑψωθήσεται καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεόν, καὶ λαλήσει ὑπέρογκα, καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργὴ, εἰς γὰρ συντέλειαν γίνεται. 37 Καὶ ἐπὶ πάντος θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει, καὶ ἐπιθυμία γυναικῶν, καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει, ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται. 38 Καὶ θεὸν Μαωζεὶμ ἐπὶ τόπου αὐτοῦ δοξάσει, καὶ θεὸν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ, δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ, καὶ ἐν ἐπιθυμήμασι. 39 Καὶ ποιήσει τοῖς ὀχυρώμασι τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου, καὶ πληθυνεῖ δόξαν, καὶ ὑποτάξει αὐτοῖς πολλοὺς, καὶ γῆν διελεῖ ἐν δώροις. 40 Καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ Νότου· καὶ συναχθήσεται ἐπʼ αὐτὸν βασιλεὺς τοῦ Βοῤῥᾶ ἐν ἅρμασι καὶ ἐν ἱππεῦσι καὶ ἐν ναυσὶ πολλαῖς, καὶ εἰσελεύσονται εἰς τὴν γῆν, καὶ συντρίψει, καὶ παρελεύσεται, 41 καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ Σαβαεὶμ, καὶ πολλοὶ ἀσθενήσουσι· καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ, Ἐδὼμ, καὶ Μωὰβ, καὶ ἀρχὴ υἱῶν Ἀμμών. 42 Καὶ ἐκτενεῖ τὴν χεῖρα ἐπὶ τὴν γῆν, καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν. 43 Καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου, καὶ Λιβύων, καὶ Αἰθιόπων, ἐν τοῖς ὀχυρώμασιν αὐτῶν. 44 Καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ Βοῤῥᾶ· καὶ ἥξει ἐν θυμῷ πολλῷ, τοῦ ἀφανίσαι πολλούς. 45 Καὶ πήξει τὴν σκηνὴν αὐτοῦ Ἐφαδανῶ, ἀναμέσον τῶν θαλασσῶν εἰς ὄρος Σαβαεὶν ἅγιον, ἥξει ἕως μέρους αὐτοῦ, καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν.

Cross references (44)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Daniel 9:1; Daniel 5:31; Acts 14:22; Daniel 10:18
  2. 2 Ezra 4:5–6; Daniel 11:25; Revelation 21:5; Amos 3:7; Daniel 8:26
  3. 3 Daniel 11:16; Daniel 11:36; Daniel 8:21; Daniel 5:19; Daniel 7:6
  4. 4 Daniel 8:22; Daniel 8:8; Jeremiah 12:17; Jeremiah 18:7; Jeremiah 12:15
  5. 5 Daniel 11:11; Daniel 11:14; Daniel 11:25; Daniel 11:8–9; Daniel 11:3–4
  6. 6 Daniel 11:13; Daniel 11:40; Daniel 11:15; Daniel 11:7; Job 38:15
  7. 7 Jeremiah 12:2; Psalm 109:8; Isaiah 9:14; Psalm 49:10–13; Daniel 11:19–20
  8. 8 Isaiah 37:19; Isaiah 46:1–2; Jeremiah 43:12–13; Daniel 10:3; Hosea 10:5–6
  9. 10 Daniel 11:26; Daniel 9:26; Daniel 11:7; Jeremiah 51:42; Daniel 11:22
  10. 11 Daniel 8:7; Daniel 11:5; Ecclesiastes 9:11–12; 1 Kings 20:13; Psalm 33:16–17
  11. 12 Habakkuk 2:4–6; 1 Peter 5:5; Deuteronomy 8:14; Ezekiel 28:2; Daniel 8:25
  12. 13 Daniel 12:7; Daniel 4:16; Daniel 11:6–7
  13. 14 Acts 4:25–28; Revelation 17:17
  14. 15 Ezekiel 17:17; Jeremiah 6:6; Ezekiel 4:2; Proverbs 21:30–31; Joshua 1:5
  15. 16 Daniel 8:9; Daniel 11:41; Daniel 11:36; Daniel 11:3; Daniel 8:7
  16. 17 Ezekiel 4:7; Ezekiel 4:3; 2 Kings 12:17; Romans 8:31; Matthew 12:30
  17. 18 Hosea 12:14; Zephaniah 2:11; Jeremiah 31:10; Jeremiah 2:10; Judges 1:7
  18. 19 Ezekiel 26:21; Psalm 37:36; Jeremiah 46:6; Job 20:8; Psalm 27:2
  19. 20 Isaiah 60:17; Daniel 11:7; 2 Kings 23:35; Deuteronomy 15:2–3; Daniel 11:21
  20. 21 Daniel 11:34; Daniel 8:25; Judges 9:1–20; Psalm 55:21; Daniel 8:9
  21. 22 Daniel 9:26; Daniel 11:10; Daniel 8:10–11; Daniel 8:25; Revelation 12:15–16
  22. 23 Daniel 8:25; 2 Thessalonians 2:9; Genesis 34:13; Proverbs 11:18; Romans 1:29
  23. 24 Ezekiel 38:10; Proverbs 23:7; Judges 9:4; Daniel 7:25; Proverbs 17:8
  24. 25 Proverbs 28:25; Proverbs 15:18; Daniel 11:2; Daniel 11:10
  25. 26 Daniel 11:10; John 13:18; Micah 7:5–6; 2 Kings 8:14; Mark 14:20
  26. 27 Psalm 12:2; Habakkuk 2:3; Daniel 11:35; Jeremiah 9:3–5; Psalm 52:1
  27. 28 Daniel 11:22; Daniel 11:30–32; Acts 3:25; Daniel 8:24
  28. 29 Isaiah 14:31; Daniel 11:23; Daniel 8:19; Daniel 10:1; Acts 17:26
  29. 30 Genesis 10:4; Numbers 24:24; Jeremiah 2:10; Isaiah 23:12; Daniel 11:28
  30. 31 Daniel 12:11; Daniel 9:27; Matthew 24:15; Daniel 8:11–13; Mark 13:14
  31. 32 1 Chronicles 28:9; Psalm 9:10; Zechariah 10:12; John 17:3; Micah 5:7–9
  32. 33 John 16:2; Matthew 24:9; Malachi 2:7; Revelation 13:7–10; Isaiah 32:3–4
  33. 34 Matthew 7:15; Romans 16:18; Acts 20:29–30; 1 John 4:1; 2 Peter 2:18–19
  34. 35 Zechariah 13:9; Malachi 3:2–4; Revelation 7:14; Proverbs 17:3; Revelation 2:10
  35. 36 Revelation 13:5–6; 2 Thessalonians 2:4; Isaiah 14:13; Daniel 8:19; Daniel 11:16
  36. 37 1 Timothy 4:3; Isaiah 14:13; 2 Thessalonians 2:4; Deuteronomy 5:21; Genesis 3:16
  37. 38 Isaiah 44:9; 1 Timothy 4:1; Revelation 17:1–5; Revelation 13:12–17; Revelation 18:12
  38. 39 Revelation 18:9–13
  39. 40 Revelation 16:12; Daniel 11:10; Isaiah 5:28; Daniel 11:35; Jeremiah 4:13
  40. 41 Jeremiah 48:47; Jeremiah 49:6; Isaiah 11:13–15; Ezekiel 38:8–13; Jeremiah 9:26
  41. 42 Ezekiel 29:14; Revelation 11:8; Zechariah 14:17; Zechariah 10:10–11
  42. 43 2 Chronicles 12:3; Nahum 3:9; Ezekiel 30:4–5; Jeremiah 46:9–10; Judges 4:10
  43. 44 Revelation 16:12; Revelation 19:19–21; Revelation 17:13; Ezekiel 38:9–12; Daniel 11:11
  44. 45 2 Thessalonians 2:4; Daniel 8:25; Ezekiel 38:22–23; Daniel 11:16; Revelation 14:14–20

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences