1 Καὶ ἐπιστραφέντες ἀπῄραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησε Κύριος πρὸς μὲ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. 2 Καὶ εἶπε Κύριος πρὸς μέ, 3 ἱκανούσθω ὑμῖν κυκλούν τὸ ὄρος τοῦτο· ἐπιστράφητε οὖν ἐπὶ Βοῤῥᾶν· 4 Καὶ τῷ λαῷ ἔντειλαι, λέγων, ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἡσαύ, οἳ κατοικοῦσιν ἐν Σηεὶρ, καὶ φοβηθήσονται ὑμᾶς, καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. 5 Μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον, οὐ γὰρ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ δέδωκα τοῖς υἱοῖς Ἡσαὺ τὸ ὄρος τὸ Σηείρ. 6 Ἀργυρίου βρώματα ἀγοράσατε παρʼ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήψεσθε παρʼ αὐτῶν ἀργυρίου καὶ πίεσθε. 7 Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν εὐλόγησέ σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου· διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσαράκοντα ἔτη Κύριος ὁ Θεός σου μετὰ σοῦ· οὐκ ἐπεδεήθης ῥήματος. 8 Καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ἡμῶν υἱοὺς Ἡσαῦ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ, παρὰ τὴν ὁδὸν τὴν Ἄραβα ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γεσιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ὁδὸν ἔρημον Μωάβ. 9 Καὶ εἶπε Κύριος πρὸς μέ, μὴ ἐχθραίνετε τοῖς Μωαβιταῖς, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Ἀροὴρ κληρονομεῖν. 10 Οἱ Ὀμμὶν πρότεροι ἐνεκάθηντο ἐπʼ αὐτῆς, ἔθνος μέγα καὶ πολὺ καὶ ἰσχύοντες, ὥσπερ οἱ Ἐνακίμ. 11 Ῥαφαῒν λογισθήσονται καὶ οὗτοι ὥσπερ καὶ οἱ Ἐνακίμ· καὶ οἱ Μωαβῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν. 12 Καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χοῤῥαῖος τὸ πρότερον, καὶ υἱοὶ Ἡσαὺ ἀπώλεσαν αὐτοὺς, καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν. καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν, ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκε Κύριος αὐτοῖς. 13 Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. 14 Καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Κάδης Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζαρὲτ, τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσε πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν Κύριος ὁ 15 Θεός αὐτοὺς. Καὶ ἡ χεὶρ τοῦ Θεοῦ ἦν ἐπʼ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς ἕως οὗ διέπεσαν. 16 Καὶ ἐγενήθη ἐπειδὰν ἔπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, καὶ ἐλάλησε 17 Κύριος πρὸς μὲ, λέγων, σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια 18 Μωὰβ τὴν Ἀροὴρ, 19 καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς, μηδὲ συνάψετε αὐτοῖς εἰς πόλεμον· οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. 20 Γὴ Ῥαφαῒν λογισθήσεται, καὶ γὰρ ἐπʼ αὐτῆς κατῴκουν οἱ Ῥαφαῒν τοπρότερον καὶ οἱ Ἀμμανῖται ἐπονομάζουσιν αὐτοὺς Ζοχομμίν. 21 Ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν, ὥσπερ καὶ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ πρόσωπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν, ἀντʼ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης. 22 Ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἡσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χοῤῥαῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν αὐτοὺς, καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης. 23 Καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἀσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας, ἐξέτριψαν αὐτοὺς, καὶ κατῳκίσθησαν ἀντʼ αὐτῶν. 24 Νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθετε ὑμεῖς τὴν φάραγγα Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν· σύναπτε πρὸς αὐτὸν πόλεμον ἐν τῇ ἡμέρᾳ ταύτῃ. 25 Ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ προσώπου πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνας ἕξουσιν ἀπὸ προσώπου σου. 26 Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἐσεβὼν λόγοις εἰρηνικοῖς, λέγων, 27 παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρεύσομαι, οὐκ ἐκκλινῶ δεξιὰ οὐδʼ ἀριστερά. 28 Βρώματα ἀργυρίου ἀποδώσῃ μοι, καὶ φάγομαι· καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι, καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσί· 29 Καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἠσαῦ οἱ κατοικοῦντες ἐν Σηεὶρ, καὶ οἱ Μωαβῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ· ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς ἡμῶν δίδωσιν ἡμῖν. 30 Καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἐσεβὼν παρελθεῖν ἡμᾶς διʼ αὐτοῦ, ὅτι ἐσκλήρυνε Κύριος ὁ Θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ, καὶ κατίσχυσε τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 31 Καὶ εἶπε Κύριος πρὸς μέ ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμοῤῥαῖον, καὶ τὴν γῆν αὐτοῦ, καὶ ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. 32 Καὶ ἐξῆλθε Σηὼν βασιλεὺς Ἐσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἰασσά. 33 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν· καὶ ἐπατάξαμεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ. 34 Καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλοθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρίαν. 35 Πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν, καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν 36 ἐξ Ἀροὴρ, ἥ ἐστι παρὰ τὸ χεῖλος χειμάῤῥου Ἀρνών, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς. τὰς πάσας παρέδωκε Κύριος ὁ Θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. 37 Πλὴν ἐγγὺς υἱῶν Ἀμμὰν οὐ προσήλθομεν πάντα τὰ συγκυροῦντα χειμάῤῥου Ἰαβὸκ, καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ Θεὸς ἡμῶν ἡμῖν.
Deuteronomy · Brenton's Greek Septuagint
Deuteronomy 2 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Sihon
The Amorite king who reigned in Heshbon, refused to let Israel pass through his land, fought Israel at Jahaz, and lost his territory from the Arnon to the Jabbok.
Cited in the guide: Numbers 21:21; Numbers 21:23–24; Deuteronomy 2:26
Cross references (34)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 21:4; Deuteronomy 1:40; Numbers 14:25; Deuteronomy 1:2; Judges 11:18
- 3 Deuteronomy 1:6; Deuteronomy 2:14
- 4 Numbers 20:14–21; Deuteronomy 23:7; Exodus 15:15; Ephesians 5:15; Luke 12:15
- 5 Joshua 24:4; Genesis 36:8; Daniel 4:32; Jeremiah 27:5; Acts 17:26
- 6 Matthew 7:12; Romans 12:17; Numbers 20:19; Deuteronomy 2:28–29; 2 Thessalonians 3:7–8
- 7 Nehemiah 9:21; Deuteronomy 8:2–4; Luke 22:35; Deuteronomy 29:5; Psalm 90:17
- 8 1 Kings 9:26; Judges 11:18; 2 Kings 16:6; 2 Kings 14:22; Numbers 20:20–21
- 9 Genesis 19:36–37; Numbers 21:15; Numbers 21:28; Deuteronomy 2:5; Deuteronomy 2:29
- 10 Genesis 14:5; Deuteronomy 2:11; Numbers 13:22
- 11 Deuteronomy 1:28; Numbers 13:28; Genesis 14:5; Deuteronomy 9:2; Numbers 13:33
- 12 Deuteronomy 2:22; Genesis 14:6; Genesis 36:20–43; 1 Chronicles 1:38–54; Deuteronomy 2:32–3:11
- 13 Numbers 21:12; Numbers 13:23
- 14 Numbers 26:64–65; Numbers 14:28–35; Ezekiel 20:15; Psalm 95:11; Deuteronomy 1:34–35
- 15 Psalm 106:26; Psalm 78:33; 1 Samuel 7:13; Psalm 90:7–9; Psalm 32:4
- 18 Numbers 21:23; Isaiah 15:1; Numbers 21:15
- 19 Deuteronomy 2:9; Judges 11:13–27; 2 Chronicles 20:10; Genesis 19:36–38; Deuteronomy 2:5
- 20 Genesis 14:5
- 21 Deuteronomy 3:11; Deuteronomy 2:22; Deuteronomy 2:10–11; Deuteronomy 1:28; Habakkuk 1:10–11
- 22 Genesis 36:8; Genesis 36:20–30; Deuteronomy 2:12; Genesis 14:6; 1 Chronicles 1:38–42
- 23 Joshua 13:3; Genesis 10:14; Amos 9:7; Jeremiah 47:4; Jeremiah 25:20
- 24 Judges 11:18–21; Daniel 4:17; Ezekiel 29:20; Jeremiah 27:5; Daniel 2:38
- 25 Deuteronomy 11:25; Exodus 15:14–16; Deuteronomy 28:10; Exodus 23:27; Revelation 3:9
- 26 Joshua 13:18; Luke 10:10–12; Luke 10:5–6; Matthew 10:12–15; Joshua 21:37
- 27 Judges 11:19; Numbers 21:21–23; Deuteronomy 2:6
- 28 Numbers 20:19
- 29 Deuteronomy 23:3–4; Judges 11:17–18; Numbers 20:18; Deuteronomy 2:9; Exodus 20:12
- 30 Numbers 21:23; Exodus 4:21; Romans 9:17–23; Exodus 11:10; Joshua 11:19–20
- 31 Deuteronomy 1:8; Deuteronomy 2:24
- 32 Numbers 21:23–30; Judges 11:20–23; Psalm 135:11; Psalm 120:7; Psalm 136:19
- 33 Deuteronomy 7:2; Joshua 21:44; Numbers 21:24; Genesis 14:20; Judges 1:4
- 34 Deuteronomy 7:2; 1 Samuel 15:3; Deuteronomy 3:6; Joshua 11:14; Deuteronomy 20:16–18
- 35 Joshua 8:27; Deuteronomy 20:14; Numbers 31:9–11
- 36 Joshua 13:9; Deuteronomy 3:12; Deuteronomy 4:48; Psalm 44:3; Joshua 12:2
- 37 Genesis 32:22; Deuteronomy 3:16; Numbers 21:24; Deuteronomy 2:19; Joshua 12:2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences