1 Ἀπῄραν δὲ ἐξ Αἰλεὶμ, καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Σὶν, ὅ ἐστιν ἀνὰ μέσον Αἰλεὶμ, καὶ ἀνὰ μέσον Σινά. τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ, τῷ μηνὶ τῷ δευτέρῳ ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου, 2 διεγόγγυζε πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ ἐπὶ Μωυσὴν καὶ Ἀαρών. 3 Καὶ εἶπεν πρὸς αὐτοὺς οἱ υἱοὶ Ἰσραήλ, ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αἰγύπτῳ, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν, καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν· ὅτι ἐξηγάγετε ἡμᾶς εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. 4 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ· καὶ ἐξελεύσεται ὁ λαὸς, καὶ συλλέξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόμῳ μου, ἢ οὔ· 5 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ, καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσι· καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσι τὸ καθʼ ἡμέραν εἰς ἡμέραν. 6 Καὶ εἶπε Μωυσῆς καὶ Ἀαρὼν πρὸς πάσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, ἑσπέρας γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, 7 καὶ πρωῒ ὄψεσθε τὴν δόξαν Κυρίου ἐν τῷ εἰσακοῦσαι τὸν γογγυσμὸν ὑμῶν ἐπὶ τῷ Θεῷ· ἡμεῖς δὲ τί ἐσμεν, ὅτι διαγογγύζετε καθʼ ἡμῶν; 8 Καὶ εἶπε Μωυσῆς, ἐν τῷ διδόναι Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εἰς πλησμονὴν, διὰ τὸ εἰσακοῦσαι Κύριον τὸν γογγυσμὸν ὑμῶν, ὃν ὑμεῖς διαγογγύζετε καθʼ ἡμῶν· ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθʼ ἡμῶν ἐστιν ὁ γογγυσμὸς ὑμῶν, ἀλλʼ ἢ κατὰ τοῦ Θεοῦ. 9 Εἶπε δὲ Μωυσῆς πρὸς Ἀαρὼν, εἶπον πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, προσέλθετε ἐναντίον τοῦ Θεοῦ· εἰσακήκοε γὰρ τὸν γογγυσμὸν ὑμῶν. 10 Ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραὴλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ. 11 καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 12 εἰσακήκοα τὸν γογγυσμὸν τῶν υἱῶν Ἰσραήλ· λάλησον πρὸς αὐτοὺς, λέγων, τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα, καὶ τὸ πρωῒ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν. 13 Ἐγένετο δὲ ἑσπέρα· καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωῒ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς. 14 Καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν, ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. 15 Ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ, εἶπαν ἕτερος τῷ ἑτέρῳ, τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν τί ἦν· εἶπε δὲ Μωυσῆς αὐτοῖς, οὗτος ὁ ἄρτος, ὃν ἔδωκε Κύριος ὑμῖν φαγεῖν. 16 Τοῦτο τὸ ῥῆμα ὃ συνέταξε Κύριος· συναγάγετε ἀπʼ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας γομὸρ, κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχῶν ὑμῶν, ἕκαστος σὺν τοῖς συσκηνίοις ὑμῶν συλλέξατε. 17 Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον. 18 Καὶ μετρήσαντες γομὸρ, οὐκ ἐπλεόνασεν ὁ τὸ πόλυ, καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρʼ ἑαυτῷ συνέλεξαν. 19 Εἶπε δὲ Μωυσῆς πρὸς αὐτοὺς, μηδεὶς καταλειπέτω ἀπʼ αὐτοῦ εἰς τὸ πρωΐ. 20 Καὶ οὐκ εἰσήκουσαν Μωυσῆ, ἀλλὰ κατέλιπόν τινες ἀπʼ αὐτοῦ εἰς τὸ πρωΐ· καὶ ἐξέζεσε σκώληκας, καὶ ἐπώζεσε· καὶ ἐπικράνθη ἐπʼ αὐτοῖς Μωυσῆς. 21 Καὶ συνέλεξαν αὐτὸ πρωῒ πρωῒ, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος, ἐτήκετο. 22 Ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ ἕκτῃ, συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο γομὸρ τῷ ἑνί· εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἀνήγγειλαν Μωυσῇ. 23 Εἶπε δὲ Μωυσῆς πρὸς αὐτούς, οὐ τοῦτο τὸ ῥῆμά ἐστιν ὃ ἐλάλησε Κύριος; σάββατα ἀνάπαυσις ἁγία τῷ Κυρίῳ αὔριον· ὅσα ἐὰν πέσσητε, πέσσετε· καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλείπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωΐ. 24 Καὶ κατελίποσαν ἀπʼ αὐτοῦ εἰς ἕως πρωῒ, καθὼς συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. 25 Εἶπε δὲ Μωυσῆς, φάγετε σήμερον· ἔστι γὰρ σάββατα αήμερον τῷ Κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ. 26 Ἓξ ἡμέρας συλλέξετε· τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ. 27 Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐξήθλοσάν τινες ἐκ τοῦ λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον. 28 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου, καὶ τὸν νόμον μου; 29 Ἴδετε, ὁ γὰρ Κύριος ἔδωκεν ὑμῖν σάββατα τὴν ἡμέραν ταύτην· διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑμῖν τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡμερῶν· καθίσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 30 Καὶ ἐσαββάτισεν ὁ λαὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ. 31 Καὶ ἐπωνόμασαν αὐτὸ οἱ υἱοὶ Ἰσραὴλ τὸ ὄνομα αὐτοῦ, Μάν· ἦν δὲ ὡσεὶ σπέρμα κορίου λευκόν· τὸ δὲ γεῦμα αὐτοῦ ὡς ἐγκρὶς ἐν μέλιτι. 32 Εἶπε δὲ Μωυσῆς, τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε Κύριος, πλήσατε τὸ γομὸρ τοῦ μὰν, εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμῶν· ἵνα ἴδωσι τὸν ἄρτον, ὃν ἐφάγετε ὑμεῖς ἐν τῇ ἐρήμῳ, ὡς ἐξήγαγεν ὑμᾶς Κύριος ἐκ γῆς Αἰγύπτου. 33 Καὶ εἶπε Μωυσῆς πρὸς Ἀαρὼν, λάβε στάμνον χρυσοῦν ἕνα, καὶ ἔμβαλε εἰς αὐτὸν πλῆρες τὸ γομὸρ τοῦ μὰν, καὶ ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ Θεοῦ, εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμῶν, 34 ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ ἀπέθηκεν Ἀαρὼν ἐναντίον τοῦ μαρτυρίου εἰς διατήρησιν. 35 Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἔφαγον τὸ μὰν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς τὴν οἰκουμένην ἐφάγοσαν τὸ μὰν, ἕως παρεγένοντο εἰς μέρος τῆς Φοινίκης. 36 Τὸ δὲ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν.
Exodus · Brenton's Greek Septuagint
Exodus 16 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (34)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Numbers 33:10–12; Exodus 15:27; Exodus 17:1
- 2 1 Corinthians 10:10; Exodus 15:24; Psalm 106:7; Psalm 106:25; Psalm 106:13
- 3 Numbers 11:4–5; Numbers 20:3–5; Exodus 17:3; Lamentations 4:9; Deuteronomy 28:67
- 4 1 Corinthians 10:3; Psalm 105:40; Deuteronomy 8:2; Psalm 78:24–25; Deuteronomy 8:16
- 5 Exodus 16:22–23; Leviticus 25:21–22; Exodus 35:2–3
- 6 Exodus 6:7; Numbers 16:30; Numbers 16:28; Exodus 16:12–13; Exodus 12:51
- 7 Isaiah 40:5; John 11:40; Numbers 16:11; Isaiah 35:2; John 11:4
- 8 Romans 13:2; 1 Samuel 8:7; Luke 10:16; Numbers 14:27; 1 Thessalonians 4:8
- 9 Numbers 16:16; Exodus 16:8; Exodus 16:2
- 10 Exodus 16:7; Numbers 16:19; Numbers 16:42; Leviticus 9:6; Exodus 13:21–22
- 12 Joel 3:17; Exodus 16:7–8; Exodus 6:7; Ezekiel 39:22; Ezekiel 34:30
- 13 Numbers 11:9; Psalm 78:27–28; Psalm 105:40; Numbers 11:31–33
- 14 Deuteronomy 8:3; Nehemiah 9:15; Psalm 105:40; Psalm 78:24; Numbers 11:7–9
- 15 Exodus 16:4; John 6:58; John 6:31–32; Exodus 16:31; 1 Corinthians 10:3
- 16 Exodus 16:36; Exodus 16:18; Exodus 16:32–33
- 18 2 Corinthians 8:14–15
- 19 Exodus 12:10; Exodus 23:18; Matthew 6:34; Exodus 16:23
- 20 Mark 10:14; James 5:2–3; Hebrews 13:5; Mark 3:5; Luke 12:33
- 21 John 12:35; Ecclesiastes 12:1; Matthew 6:33; 2 Corinthians 6:2; Ecclesiastes 9:10
- 22 Exodus 16:5; Exodus 16:16; Leviticus 25:22; Exodus 34:31; Leviticus 25:12
- 23 Leviticus 23:3; Exodus 20:8–11; Exodus 31:15; Exodus 35:2–3; Genesis 2:2–3
- 24 Exodus 16:20; Exodus 16:33
- 25 Exodus 16:23; Exodus 16:29; Nehemiah 9:14
- 26 Exodus 20:9–11; Ezekiel 46:1; Deuteronomy 5:13; Luke 13:14
- 27 Proverbs 20:4
- 28 Psalm 78:10; 2 Kings 17:14; Psalm 106:13; Ezekiel 20:13; Numbers 14:11
- 29 Exodus 31:13; Isaiah 58:13–14; Ezekiel 20:12; Luke 23:56; Nehemiah 9:14
- 30 Deuteronomy 5:12–14; Hebrews 4:9; Leviticus 23:3
- 31 Numbers 11:6–9; Song of Songs 2:3; Exodus 16:15
- 32 Psalm 105:5; Luke 22:19; Psalm 111:4–5; Hebrews 2:1; Psalm 103:1–2
- 33 Hebrews 9:4
- 34 Exodus 25:16; Exodus 25:21; Exodus 27:21; Numbers 17:10; Exodus 40:20
- 35 Nehemiah 9:20–21; Joshua 5:12; John 6:30–58; Deuteronomy 8:2–3; Deuteronomy 1:8
- 36 Exodus 16:16; Exodus 16:32–33
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
Unto Whom saith the heart of the faithful, I will be filled, not with the flesh-pots of the Egyptians, nor with melons and gourds, and garlick and onions, which a generation crooked and embittering did prefer even to bread celestial, nor with visible manna, and those same winged fowls; but, "I will be filled, when Thy glory shall be made …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
… is no profit:" if the heathen forsook their idols, to come to the God of Israel; ought Israel whom their own God led from Egypt through the Red Sea, wherein He overwhelmed their pursuing foes; whom He led out into the wilderness, fed with manna, never took His rod from correcting them, never deprived them of the blessings of His …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)