1 Καὶ ἔσται ἐὰν εἰσέλθῆς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, καὶ κατακληρονομήσῃς αὐτὴν, καὶ κατοικήσῃς ἐπʼ αὐτὴν, 2 καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. 3 Καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτὸν, ἀναγγέλλω σήμερον Κυρίῳ τῷ Θεῷ μου, ὅτι εἰσελήλυθα εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. 4 Καὶ λήψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου, καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου. 5 Καὶ ἀποκριθεὶς ἐρεῖ ἔναντι Κυρίου τοῦ Θεοῦ σου, Συρίαν ἀπέβαλεν ὁ πατήρ μου, καὶ κατέβη εἰς Αἴγυπτον, καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ, καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολύ. 6 Καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι, καὶ ἐταπείνωσαν ἡμᾶς, καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά· 7 Καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν, καὶ εἴδε τὴν ταπείνωσιν ἡμῶν, καὶ τὸν μόχθον ἡμῶν, καὶ τὸν θλιμμὸν ἡμῶν. 8 Καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ, καὶ ἐν χειρὶ κραταιᾷ, καὶ βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασι μεγάλοις, καὶ ἐν σημείοις, καὶ ἐν τέρασι. 9 Καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον, καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι. 10 Καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γεννμάτων τῆς γῆς, ἧς ἔδωκάς μοι Κύριε, γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ἀφήσεις αὐτὸ ἀπέναντι Κυρίου τοῦ Θεοῦ σου, καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ Θεοῦ σου, 11 καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου, καὶ ὁ Λευίτης, καὶ ὁ προσήλυτος ὁ ἐν σοί. 12 Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου, καὶ εὐφρανθήσονται. 13 Καὶ ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου, ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου, καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολὰς ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου, καὶ οὐκ ἐπελαθόμην. 14 Καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπʼ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπʼ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπʼ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐποίησα καθὰ ἐνετείλω μοι. 15 Κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ, καὶ τὴν γῆν ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν, δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι. 16 Ἐν τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ Θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα· καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 17 Τὸν Θεὸν εἵλου σήμερον εἶναί σου Θεόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ. 18 Καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπε, φυλάττειν τὰς ἐντολὰς αὐτοῦ, 19 καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέ σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν ἅγιον Κυρίῳ τῷ Θεῷ σου, καθὼς ἐλάλησε.
Deuteronomy · Brenton's Greek Septuagint
Deuteronomy 26 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (19)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 17:14; Deuteronomy 5:31; Deuteronomy 13:9; Deuteronomy 18:9; Deuteronomy 7:1
- 2 Exodus 23:19; Exodus 23:16; Ezekiel 44:30; Deuteronomy 16:10; Exodus 34:26
- 3 Hebrews 7:26; Hebrews 6:16–18; Hebrews 10:21; Genesis 26:3; Deuteronomy 19:17
- 4 Matthew 23:19; Matthew 5:23–24; Hebrews 13:10–12
- 5 Genesis 46:27; Deuteronomy 10:22; Genesis 31:20; Genesis 43:1–2; Genesis 31:24
- 6 Exodus 1:11; Exodus 1:14; Exodus 5:23; Exodus 1:22; Exodus 5:9
- 7 Exodus 2:23–3:4; Ephesians 3:20–21; Exodus 3:9; Psalm 116:1–4; Psalm 50:15
- 8 Deuteronomy 4:34; Exodus 12:41; Exodus 12:37; Psalm 106:7–10; Psalm 78:12–13
- 9 Exodus 3:8; Psalm 107:7–8; Psalm 105:44; Ezekiel 20:15; Joshua 23:14
- 10 Isaiah 66:23; 1 Corinthians 10:31; Deuteronomy 18:4; Numbers 18:11–13; Exodus 22:29
- 11 Deuteronomy 16:11; Deuteronomy 12:7; Philippians 4:4; Isaiah 65:14; Deuteronomy 28:47
- 12 Numbers 18:24; Leviticus 27:30; Philippians 4:18–19; Deuteronomy 14:22–29; Proverbs 14:21
- 13 Psalm 119:176; Psalm 119:141; Psalm 119:153; Proverbs 3:1; 2 Corinthians 11:31
- 14 Leviticus 7:20; Leviticus 21:11; Leviticus 21:1; Hosea 9:4; Psalm 106:28
- 15 Isaiah 63:15; Zechariah 2:13; Isaiah 66:1–2; Acts 7:49; Jeremiah 31:23
- 16 John 14:15; Deuteronomy 12:1; 1 John 5:2–3; Deuteronomy 4:29; Deuteronomy 6:5
- 17 Exodus 24:7; Isaiah 12:2; Deuteronomy 30:16; Exodus 20:19; Romans 6:13
- 18 Deuteronomy 28:9; Deuteronomy 7:6; Deuteronomy 14:2; Exodus 6:7; Titus 2:14
- 19 1 Peter 2:9; Deuteronomy 28:1; Deuteronomy 7:6; Deuteronomy 4:7–8; Exodus 19:6
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences