Skip to the text

Isaiah · Brenton's Greek Septuagint

Isaiah 55 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Isaiah is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 Οἱ διψῶντες πορεύεσθε ἐφʼ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ.
·
2 Ἱνατί τιμᾶσθε ἀργυρίου, καὶ τὸν μόχθον ὑμῶν οὐκ εἰς πλησμονήν; ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.
·
3 Προσέχετε τοῖς ὠσὶν ὑμῶν, καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· εἰσακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαυὶδ τὰ πιστά.
·
4 Ἰδοὺ, μαρτύριον ἐν ἔθνεσιν ἔδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν.
·
5 Ἔθνη ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται, ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου τοῦ ἁγίου Ἰσραὴλ, ὅτι ἐδόξασέν σε.
·
6 Ζητήσατε τὸν Κύριον, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε· ἡνίκα δʼ ἂν ἐγγίζῃ ὑμῖν,
·
7 ἀπολιπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς αὐτοῦ, καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν.
·
8 Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδʼ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, λέγει Κύριος.
·
9 Ἀλλʼ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου.
·
10 Ὡς γὰρ ἂν καταβῇ ὁ ὑετὸς ἢ χιὼν ἐκ τοῦ οὐρανοῦ, καὶ οὐ μὴ ἀποστραφῇ ἕως ἂν μεθύσῃ τὴν γῆν, καὶ ἐκτέκῃ, καὶ ἐκβλαστήσῃ, καὶ δῷ σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν·
·
11 οὕτως ἔσται τὸ ῥῆμά μου, ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ, ἕως ἂν τελεσθῇ ὅσα ἂν ἠθέλησα, καὶ εὐοδώσω τὰς ὁδούς σου, καὶ τὰ ἐντάλματά μου.
·
12 Ἐν γὰρ εὐφροσύνῃ ἐξελεύσεσθε, καὶ ἐν χαρᾷ διδαχθήσεσθε· τὰ γὰρ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενοι ὑμᾶς ἐν χαρᾷ, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐπικροτήσει τοῖς κλάδοις.
·
13 Καὶ ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη· καὶ ἔσται Κύριος εἰς ὄνομα, καὶ εἰς σημεῖον αἰώνιον, καὶ οὐκ ἐκλείψει.
·
Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 John 7:37–38; Revelation 21:6; Revelation 22:17; Isaiah 44:3; John 4:10–14
  2. 2 John 6:48–58; Jeremiah 2:13; Psalm 22:26; Psalm 36:8; Romans 10:2–3
  3. 3 Jeremiah 32:40; Proverbs 4:20; Matthew 11:28; John 10:27; Acts 13:34
  4. 4 Revelation 1:5; Isaiah 9:6–7; Hebrews 2:10; Revelation 3:14; Jeremiah 30:9
  5. 5 Zechariah 2:11; Isaiah 60:5; Isaiah 60:9; Isaiah 56:8; John 17:1
  6. 6 Jeremiah 29:12–14; Psalm 145:18; Isaiah 45:19; Psalm 32:6; Psalm 14:2
  7. 7 Proverbs 28:13; James 4:8–10; Ezekiel 18:21–23; Luke 15:10; Isaiah 44:22
  8. 8 Psalm 92:5; Psalm 40:5; Hosea 14:9; Psalm 25:10; Ezekiel 18:29
  9. 9 Psalm 103:11; Romans 11:31–36; Matthew 11:25; Psalm 77:19; Psalm 36:5
  10. 10 2 Corinthians 9:9–11; Deuteronomy 32:2; Isaiah 30:23; Ezekiel 34:26; Hosea 10:12
  11. 11 Matthew 24:35; Isaiah 46:10; Romans 10:17; John 6:63; Isaiah 45:23
  12. 12 Galatians 5:22; Romans 15:13; Isaiah 44:23; Psalm 105:43; Psalm 96:11–13
  13. 13 Ephesians 3:20–21; 1 Peter 2:9–10; Isaiah 41:19; Isaiah 61:3; Jeremiah 33:9

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences