1 Ἰδοὺ Κύριος καταφθείρει τὴν οἰκουμένην, καὶ ἐρημώσει αὐτὴν, καὶ ἀνακαλύψει τὸ πρόσωπον αὐτῆς, καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ. 2 Καὶ ἔσται ὁ λαὸς ὡς ἱερεύς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ κυρία· ἔσται ὁ ἀγοράζων ὡς ὁ πωλῶν, ὁ δανείζων ὡς ὁ δανειζόμενος, καὶ ὁ ὀφείλων ὡς ᾧ ὀφείλει. 3 Φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. 4 Ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη, ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς. 5 Ἡ δὲ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρήλθοσαν τὸν νόμον, καὶ ἤλλαξαν τὰ προστάγματα διαθήκην αἰώνιον. 6 Διατοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν· διατοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι. 7 Πενθήσει οἶνος, πενθήσει ἄμπελος, στενάξουσιν πάντες οἱ εὐφραινόμενοι τὴν ψυχήν. 8 Πέπαυται εὐφροσύνη τυμπάνων, πέπαυται φωνὴ κιθάρας. 9 Ἠσχύνθησαν, οὐκ ἔπιον οἶνον, πικρὸν ἐγένετο τὸ σίκερα τοῖς πίνουσιν. 10 Ἠρημώθη πᾶσα πόλις, κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν. 11 Ὀλολύζεται περὶ τοῦ οἴνου πανταχῇ, πέπαυται πᾶσα εὐφροσύνη τῆς γῆς, ἀπῆλθε πᾶσα εὐφροσύνη τῆς γῆς. 12 Καὶ καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἶκοι ἐγκαταλελειμμένοι ἀπολοῦνται. 13 Ταῦτα πάντα ἔσονται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητὸς, 14 οὗτοι βοῇ φωνήσουσιν. οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου, ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης. 15 Διατοῦτο ἡ δόξα Κυρίου ἐν ταῖς νήσοις ἔσται τῆς θαλάσσης, τὸ ὄνομα Κυρίου ἔνδοξον ἔσται. 16 Κύριε ὁ Θεὸς Ἰσραὴλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν, ἐλπὶς τῷ εὐσεβεῖ· καὶ ἐροῦσιν, οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες τὸν νόμον. 17 Φόβος καὶ βόθυνος καὶ παγὶς ἐφʼ ὑμᾶς τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς. 18 Καὶ ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἀνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς. 19 Ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. 20 Ἔκλινεν ὡς ὁ μεθύων καὶ κραιπαλῶν, καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἡ γῆ· κατίσχυσεν γὰρ ἐπʼ αὐτῆς ἡ ἀνομία, καὶ πεσεῖται, καὶ οὐ μὴ δύνηται ἀναστῆναι. 21 Καὶ ἐπάξει ὁ Θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς. 22 Καὶ συνάξουσι συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον, καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν. 23 Καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος· ὅτι βασιλεύσει Κύριος ἐκ Σιὼν, καὶ ἐξ Ἱερουσαλὴμ, καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται.
Isaiah · Brenton's Greek Septuagint
Isaiah 24 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (23)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Nahum 2:10; Isaiah 2:19; Isaiah 24:20; Isaiah 42:15; Isaiah 6:11–12
- 2 Hosea 4:9; Ezekiel 7:12–13; Lamentations 5:12–14; Jeremiah 42:18; Isaiah 5:15
- 3 Isaiah 24:1; Isaiah 6:11; Isaiah 21:17; Micah 4:4; Ezekiel 36:4
- 4 Hosea 4:3; Isaiah 2:11–12; Isaiah 33:9; Isaiah 3:26; Isaiah 28:1
- 5 Hebrews 13:20; Romans 8:20–21; Hebrews 9:1; Daniel 7:25; Ezekiel 20:13
- 6 Malachi 4:1; Matthew 7:14; Zechariah 5:3–4; Ezekiel 5:3; Romans 9:27
- 7 Isaiah 16:10; Joel 1:10–12; Isaiah 16:8; Hosea 9:1–2; Isaiah 32:9–13
- 8 Hosea 2:11; Ezekiel 26:13; Revelation 18:22; Jeremiah 7:34; Jeremiah 25:10
- 9 Isaiah 5:22; Ecclesiastes 9:7; Amos 8:3; Isaiah 5:11–12; Amos 6:5–7
- 10 Revelation 18:2; Revelation 17:5–6; Jeremiah 39:8; Jeremiah 39:4; Isaiah 34:11
- 11 Hosea 7:14; Isaiah 16:10; Isaiah 9:19; Isaiah 8:22; Matthew 22:11–13
- 12 Jeremiah 9:11; Lamentations 5:18; Isaiah 32:14; Micah 1:9; Lamentations 1:1
- 13 Isaiah 1:9; Matthew 24:22; Revelation 3:4; Isaiah 6:13; Ezekiel 9:4–6
- 14 Jeremiah 31:12; Jeremiah 33:11; Isaiah 26:1; Isaiah 12:1–6; Isaiah 52:7–9
- 15 Malachi 1:11; Isaiah 49:1; Isaiah 60:9; Isaiah 42:4; Isaiah 42:10
- 16 Isaiah 21:2; Isaiah 33:1; Jeremiah 5:11; Jeremiah 3:20; Psalm 22:27–31
- 17 Jeremiah 48:43–44; Leviticus 26:21–22; Ezekiel 14:21; 1 Kings 19:17; Jeremiah 8:3
- 18 Psalm 18:7; Genesis 7:11; Joshua 10:10–11; Amos 5:19; Job 20:24
- 19 Isaiah 34:4–10; Isaiah 24:1–5; Nahum 1:5; Deuteronomy 11:6; Revelation 20:11
- 20 Isaiah 19:14; Daniel 11:19; Isaiah 29:9; Hosea 4:1–5; Amos 8:14
- 21 Psalm 76:12; Zechariah 14:12–19; Isaiah 34:2–17; Psalm 149:6–9; Revelation 19:18–21
- 22 Zechariah 9:11; Isaiah 42:22; Jeremiah 38:6–13; Ezekiel 38:8; Joshua 10:16–17
- 23 Isaiah 60:19; Isaiah 13:10; Revelation 21:23; Revelation 22:5; Hebrews 12:22
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences