1 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, τί ὑμῖν ἡ παραβολὴ αὕτη ἐν τοῖς υἱοῖς Ἰσραὴλ, λέγοντες, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐγομφίασαν; 3 Ζῶ ἐγὼ, λέγει Κύριος, ἐὰν γένηται ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν τῷ Ἰσραήλ· 4 Ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν, ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτως καὶ ἡ ψυχὴ τοῦ υἱοῦ, ἐμαί εἰσιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται. 5 Ὁ δὲ ἄνθρωπος ὃς ἔσται δίκαιος, ὁ ποιῶν κρίμα καὶ δικαιοσύνην, 6 ἐπὶ τῶν ὀρέων οὐ φάγεται, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐ μὴ ἐπάρῃ πρὸς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐ μὴ μιάνῃ, καὶ πρὸς γυναῖκα ἐν ἀφέδρῳ οὖσαν οὐ προσεγγιεῖ, 7 καὶ ἄνθρωπον οὐ μὴ καταδυναστεύσῃ, ἐνεχυρασμὸν ὀφείλοντος ἀποδώσει, καὶ ἅρπαγμα οὐχ ἁρπᾶται, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι δώσει, καὶ γυμνὸν περιβαλεῖ, 8 καὶ τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ οὐ δώσει, καὶ πλεονασμὸν οὐ λήψεται, καὶ ἐξ ἀδικίας ἀποστρέψει τὴν χεῖρα αὐτοῦ, κρίμα δίκαιον ποιήσει ἀναμέσον ἀνδρὸς καὶ ἀναμέσον τοῦ πλησίον αὐτοῦ, 9 καὶ τοῖς προστάγμασί μου πεπόρευται, καὶ τὰ δικαιώματά μου πεφύλακται, τοῦ ποιῆσαι αὐτά· δίκαιος οὗτός ἐστι, ζωῇ ζήσεται, λέγει Κύριος. 10 Καὶ ἐὰν γεννήσῃ υἱὸν λοιμὸν, ἐκχέοντα αἷμα καὶ ποιοῦντα ἁμαρτήματα, 11 ἐν τῇ ὁδῷ τοῦ πατρὸς αὐτοῦ τοῦ δικαίου οὐκ ἐπορεύθη, ἀλλὰ καὶ ἐπὶ τῶν ὀρέων ἔφαγε, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐμίανε, 12 καὶ πτωχὸν καὶ πένητα κατεδυνάστευσε, καὶ ἅρπαγμα ἥρπασε, καὶ ἐνεχυρασμὸν οὐκ ἀπέδωκε, καὶ εἰς τὰ εἴδωλα ἔθετο τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἀνομίαν πεποίηκε, 13 μετὰ τόκου ἔδωκε, καὶ πλεονασμὸν ἔλαβεν· οὗτος ζωῇ οὐ ζήσεται, πάσας τὰς ἀνομίας ταύτας ἐποίησε, θανάτῳ θανατωθήσεται· τὸ αἷμα αὐτοῦ ἐπʼ αὐτὸν ἔσται. 14 Ἐὰν δὲ γεννήσῃ υἱόν, καὶ ἴδῃ πάσας τὰς ἁμαρτίας τοῦ πατρὸς αὐτοῦ ἃς ἐποίησε, καὶ φοβηθῇ, καὶ μὴ ποιήσῃ κατʼ αὐτὰς, 15 ἐπὶ τῶν ὀρέων οὐ βέβρωκε, καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐκ ἔθετο εἰς τὰ ἐνθυμήματα οἴκου Ἰσραὴλ, καὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ οὐκ ἐμίανε, 16 καὶ ἄνθρωπον οὐ κατεδυνάστευσε, καὶ ἐνεχυρασμὸν οὐκ ἐνεχύρασε, καὶ ἅρπαγμα οὐχ ἥρπασε, τὸν ἄρτον αὐτοῦ τῷ πεινῶντι ἔδωκε, καὶ γυμνὸν περιέβαλε, 17 καὶ ἀπὸ ἀδικίας ἀπέστρεψε τὴν χεῖρα αὐτοῦ, τόκον οὐδὲ πλεονασμὸν οὐκ ἔλαβε, δικαιοσύνην ἐποίησε, καὶ ἐν τοῖς προστάγμασί μου ἐπορεύθη, οὐ τελευτήσει ἐν ἀδικίαις πατρὸς αὐτοῦ, ζωῇ ζήσεται. 18 Ὁ δὲ πατὴρ αὐτοῦ ἐὰν θλίψει θλίψῃ καὶ ἁρπάσῃ ἅρπαγμα, ἐναντία ἐποίησεν ἐν μέσῳ τοῦ λαοῦ μου, καὶ ἀποθανεῖται ἐν τῇ ἀδικίᾳ αὐτοῦ. 19 Καὶ ἐρεῖτε, τί ὅτι οὐκ ἔλαβε τὴν ἀδικίαν ὁ υἱὸς τοῦ πατρός; ὅτι ὁ υἱὸς δικαιοσύνην καὶ ἔλεος πεποίηκε, πάντα τὰ νόμιμά μου συνετήρησε, καὶ ἐποίησεν αὐτὰ, ζωῇ ζήσεται. 20 Ἡ δὲ ψυχὴ ἡ ἁμαρτάνουσα, ἀποθανεῖται· ὁ δὲ υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ πατρὸς, οὐδὲ ὁ πατὴρ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ· δικαιοσύνη δικαίῳ ἐπʼ αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμῳ ἐπʼ αὐτὸν ἔσται. 21 Καὶ ὁ ἄνομος ἐὰν ἀποστρέψῃ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε, καὶ φυλάξηται πάσας τὰς ἐντολάς μου, καὶ ποιήσῃ δικαιοσύνην καὶ ἔλεος, ζωῇ ζήσεται, καὶ οὐ μὴ ἀποθάνῃ. 22 Πάντα τὰ παραπτώματα αὐτοῦ ὅσα ἐποίησεν, οὐ μνησθήσονται· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ᾗ ἐποίησε, ζήσεται. 23 Μὴ θελήσει θελήσω τὸν θάνατον τοῦ ἀνόμου, λέγει Κύριος, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν; 24 Ἐν δὲ τῶ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας ἃς ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν· ἐν τῷ παραπτώματι αὐτοῦ ᾧ παρέπεσε, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν αὐταῖς ἀποθανεῖται. 25 Καὶ εἰπατε, οὐ κατευθύνει ἡ ὁδὸς Κυρίου· ἀκούσατε δὴ πᾶς ὁ οἶκος Ἰσραήλ· μὴ ἡ ὁδός μου οὐ κατευθυνεῖ; οὐχὶ ἡ ὁδὸς ὑμῶν κατευθύνει; 26 Ἐν τῷ ἀποστρέψαι τὸν δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει παράπτωμα, καὶ ἀποθάνῃ ἐν τῷ παραπτώματι ᾧ ἐποίησεν, ἐν αὐτῷ ἀποθανεῖται. 27 Καὶ ἐν τῷ ἀποστρέψαι ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίησε, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην, οὗτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε, 28 καὶ ἀπέστρεψεν ἐκ πασῶν ἀσεβειῶν αὐτοῦ ὧν ἐποίησε, ζωῇ ζήσεται, οὐ μὴ ἀποθάνῃ. 29 Καὶ λέγουσιν ὁ οἶκος τοῦ Ἰσραὴλ, οὐ κατορθοῖ ἡ ὁδὸς Κυρίου· μὴ ἡ ὁδός μου οὐ κατορθοῖ, οἶκος Ἰσραήλ; οὐχὶ ἡ ὁδὸς ὑμῶν οὐ κατορθοῖ; 30 Ἕκαστον κατὰ τὴν ὁδὸν αὐτοῦ κρινῷ ὑμᾶς οἶκος Ἰσραὴλ, λέγει Κύριος· ἐπιστράφητε καὶ ἀποστρέψατε ἐκ πασῶν τῶν ἀσεβειῶν ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς κόλασιν ἀδικίας. 31 Ἀποῤῥίψατε ἀφʼ ἑαυτῶν πάσας τὰς ἀσεβείας ὑμῶν ἃς ἠσεβήσατε εἰς ἐμὲ, καὶ ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἱνατί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; 32 Διότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκοντος, λέγει Κύριος.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 18 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 Jeremiah 31:29–30; Lamentations 5:7; Ezekiel 37:11; Ezekiel 37:19; Ezekiel 37:25
- 3 Ezekiel 18:19–20; Ezekiel 33:11–20; Ezekiel 18:30; Ezekiel 36:31–32; Romans 3:19
- 4 Ezekiel 18:20; Romans 6:23; Numbers 16:22; Hebrews 12:9; Galatians 3:10–13
- 5 Ezekiel 33:14; Proverbs 21:3; 1 John 3:7; 1 John 5:2–5; 1 John 2:29
- 6 Ezekiel 18:15; Deuteronomy 4:19; Ezekiel 20:24; Ezekiel 6:13; Ezekiel 22:9–11
- 7 Ezekiel 18:16; Exodus 22:26; Ezekiel 18:12; Deuteronomy 24:12–13; Ezekiel 33:15
- 8 Exodus 22:25; Zechariah 8:16; Deuteronomy 23:19–20; Leviticus 25:35–37; Psalm 15:5
- 9 Ezekiel 20:11; Habakkuk 2:4; Amos 5:4; Deuteronomy 10:12–13; Romans 1:17
- 10 Exodus 21:12; Exodus 22:2; Malachi 3:8–9; 1 John 3:12; Leviticus 19:13
- 11 Ezekiel 18:15; 1 Kings 13:22; 1 John 3:22; Matthew 7:21–27; John 15:14
- 12 Ezekiel 8:17; Ezekiel 8:6; Amos 4:1; 2 Kings 21:11; Zechariah 7:10
- 13 Exodus 22:25; Ezekiel 18:8; Leviticus 20:9; Ezekiel 18:32; Ezekiel 33:4–5
- 14 2 Chronicles 34:21; Proverbs 23:24; Isaiah 44:19; Ezekiel 18:28; Jeremiah 8:6
- 15 Ezekiel 18:6–7; Ezekiel 18:11–13
- 16 Ezekiel 18:7; Proverbs 25:21; Psalm 41:1; Job 22:7; Luke 14:13
- 17 Ezekiel 18:8–9; Matthew 18:27–35; Jeremiah 16:11–13; Ezekiel 33:15–16; Ezekiel 18:28
- 18 Ezekiel 3:18; Ezekiel 18:24; John 8:21; Ezekiel 18:26; John 8:24
- 19 Exodus 20:5; Zechariah 1:3–6; Deuteronomy 5:9; Ezekiel 18:9; Jeremiah 15:4
- 20 2 Kings 14:6; Deuteronomy 24:16; Ezekiel 18:4; Jeremiah 31:29–30; Matthew 16:27
- 21 Ezekiel 33:19; Titus 2:11–14; Ezekiel 18:27–28; Romans 8:13; Acts 3:19
- 22 Micah 7:19; Isaiah 43:25; Ezekiel 33:16; Psalm 18:20–24; Ezekiel 18:24
- 23 Ezekiel 33:11; 1 Timothy 2:4; 2 Peter 3:9; Ezekiel 18:32; Luke 15:10
- 24 Ezekiel 33:18; Proverbs 21:16; 2 John 8; Ezekiel 33:12–13; 2 Chronicles 24:17–22
- 25 Ezekiel 33:17; Malachi 3:13–15; Malachi 2:17; Ezekiel 33:20; Genesis 18:25
- 27 Ezekiel 18:21; Isaiah 1:18; Isaiah 55:7; Acts 3:19; Acts 20:21
- 28 Deuteronomy 32:29; Luke 15:17–18; James 2:10–12; Colossians 3:5–9; Ezekiel 12:3
- 29 Proverbs 19:3; Ezekiel 18:25; Ezekiel 18:2
- 30 Matthew 16:27; Ezekiel 18:21; Matthew 3:2; Luke 13:3; Ezekiel 14:6
- 31 Psalm 51:10; Ezekiel 36:26; Romans 8:13; Ezekiel 11:19; Isaiah 1:16–17
- 32 2 Peter 3:9; Ezekiel 18:23; Ezekiel 33:11; Lamentations 3:33
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… and the Lord of all things has himself declared with an oath regarding it, "As I live, saith the Lord, I desire not the death of the sinner, but rather his repentance;" adding, moreover, this gracious declaration, "Repent, O house of Israel, of your iniquity. Say to the children of My people, Though your sins reach from earth to heaven, …
… not to despair of any so long as "the patience of God leadeth the ungodly to repentance," and doth not hurry him out of this life; "God, who willeth not the death of a sinner, but that he should return from his ways and live." He is a heathen today; but how knowest thou whether he may not be a …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
Doth he turn away, and not return?" and, "I do not will the death of the sinner, so much as that he should turn and live:" and, "To-day if ye will hear His voice:" and many other such things, both sayings and examples are set in the Scripture.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… to thyself, "God hath promised me forgiveness, whenever I reform myself I am secure; I read the divine Scripture, "In the day that the wicked man turneth away from his wickedness, and doeth that which is lawful and right, I will forget all his iniquities." I am secure then, whenever I reform myself, God will give me pardon for my …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)