1 Ἀποστέλω ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν· μὴ πέτρα ἔρημός ἐστι τὸ ὄρος θυγατρὸς Σιών; 2 Ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νοσσὸς ἀφῃρημένος, ἔσῃ θυγάτηρ Μωὰβ, ἔπειτα δέ Ἀρνῶν πλείονα 3 βουλεύου, ποίει τε σκέπην πένθους αὕτη διαπαντὸς, ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν, ἐξέστησαν· μὴ ἀχθῇς, 4 παροικήσουσί σοι οἱ φυγάδες Μωάβ· ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος, ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς. 5 Καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. 6 Ἠκούσαμεν τὴν ὕβριν Μωὰβ, ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῇρα· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. 7 Ὀλολύξει Μωὰβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι τοῖς κατοικοῦσι δέ Σεθ μελετήσεις, καὶ οὐκ ἐντραπήσῃ. 8 Τὰ πεδία Ἑσεβὼν πενθήσει, ἄμπελος Σεβαμά· καταπίνοντες τὰ ἔθνη, καταπατήστε τὰς ἀμπέλους αὐτῆς, ἕως Ἰαζήρ· οὐ μὴ συνάψητε, πλανήθητε τὴν ἔρημον, οἱ ἀπεσταλμένοι ἐνκατελείφθησαν, διέβησαν γὰρ πρὸς τὴν θάλασσαν. 9 Διατοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν Ἰαζὴρ ἄμπελον Σεβαμά· τὰ δένδρα σου κατέβαλεν Ἐσεβὼν καὶ Ἐλεαλὴ, ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγητῷ σου καταπατήσω, καὶ πάντα πεσοῦνται. 10 Καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων, καὶ ἐν τοῖς ἀμπελῶσί σου οὐ μὴ εὐφρανθήσονται, καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια, πέπαυται γάρ. 11 Διατοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἐνεκαίνισας. 12 Καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς, καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. 13 Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ Μωὰβ, ὁπότε ἐλάλησε. 14 Καὶ νῦν λέγῳ, ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ παντὶ τῷ πλούτῳ τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς, καὶ οὐκ ἔντιμος. ΤΟ ῬΗΜΑ ΤΟ ΚΑΤΑ ΔΑΜΑΣΚΟΥ.
Isaiah · Brenton's Greek Septuagint
Isaiah 16 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (14)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Isaiah 10:32; 2 Kings 3:4; 2 Kings 14:7; 2 Samuel 8:2; Ezra 7:17
- 2 Proverbs 27:8; Judges 11:18; Deuteronomy 3:8; Isaiah 13:14; Jeremiah 48:20
- 3 1 Kings 18:4; Isaiah 32:2; Obadiah 12–14; Ezekiel 45:9–12; Isaiah 9:6
- 4 Isaiah 14:4; Isaiah 9:4; Malachi 4:3; Isaiah 51:13; Isaiah 25:10
- 5 Daniel 7:14; Micah 4:7; Isaiah 9:6–7; Daniel 7:27; Zechariah 9:9
- 6 Amos 2:1; Obadiah 3–4; Jeremiah 48:29–30; Jeremiah 48:42; Zephaniah 2:8–10
- 7 2 Kings 3:25; Jeremiah 48:20; 1 Chronicles 16:3; Isaiah 15:1–5; Isaiah 16:11
- 8 Isaiah 15:4; Numbers 32:38; Isaiah 10:7; 2 Samuel 1:21; Isaiah 24:7
- 9 Jeremiah 40:12; Jeremiah 40:10; Isaiah 15:4–5; Judges 9:27; Isaiah 9:3
- 10 Jeremiah 48:33; Amos 5:11; Amos 5:17; Judges 9:27; Habakkuk 3:17–18
- 11 Isaiah 15:5; Isaiah 63:15; Philippians 2:1; Hosea 11:8; Jeremiah 48:36
- 12 Isaiah 15:2; Jeremiah 48:35; 1 Kings 18:29; Jeremiah 48:7; Numbers 23:14
- 13 Isaiah 44:8
- 14 Jeremiah 48:42; Isaiah 21:16; Isaiah 23:9; Jeremiah 48:46–47; Isaiah 7:16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences