LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν. 1 “Woe to the shepherds who destroy and scatter the sheep of my pasture!” says Yahweh.
2 Διατοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου, ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ, καὶ οὐκ ἐπεσκέψασθε αὐτὰ, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. 2 Therefore Yahweh, the God of Israel, says against the shepherds who feed my people: “You have scattered my flock, driven them away, and have not visited them. Behold, I will visit on you the evil of your doings,” says Yahweh.
3 Καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς, οὗ ἔξωσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται. 3 “I will gather the remnant of my flock out of all the countries where I have driven them, and will bring them again to their folds; and they will be fruitful and multiply.
4 Καὶ ἀναστήσω αὐτοῖς ποιμένας, οἳ ποιμανοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, λέγει Κύριος. 4 I will set up shepherds over them who will feed them. They will no longer be afraid or dismayed, neither will any be lacking,” says Yahweh.
5 Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. 5 “Behold, the days come,” says Yahweh, “that I will raise to David a righteous Branch; and he will reign as king and deal wisely, and will execute justice and righteousness in the land.
6 Ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει αὐτὸν Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. 6 In his days Judah will be saved, and Israel will dwell safely. This is his name by which he will be called: Yahweh our righteousness. 7 “Therefore, behold, the days come,” says Yahweh, “that they will no more say, ‘As Yahweh lives, who brought up the children of Israel out of the land of Egypt;’ 8 but, ‘As Yahweh lives, who brought up and who led the offspring of the house of Israel out of the north country, and from all the countries where I had driven them.’ Then they will dwell in their own land.”
9 Συνετρίβη ἡ καρδία μου ἐν ἐμοὶ, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος, καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἶνου ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ. 9 Concerning the prophets: My heart within me is broken. All my bones shake. I am like a drunken man, and like a man whom wine has overcome, because of Yahweh, and because of his holy words.
10 Ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρόμος αὐτῶν πονηρὸς, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως. 10 “For the land is full of adulterers; for because of the curse the land mourns. The pastures of the wilderness have dried up. Their course is evil, and their might is not right;
11 Ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν. 11 for both prophet and priest are profane. Yes, in my house I have found their wickedness,” says Yahweh.
12 Διατοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται, καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ, ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν. 12 Therefore their way will be to them as slippery places in the darkness. They will be driven on, and fall therein; for I will bring evil on them, even the year of their visitation,” says Yahweh.
13 Καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ. 13 “I have seen folly in the prophets of Samaria. They prophesied by Baal, and caused my people Israel to err.
14 Καὶ ἐν τοῖς προφήταις Ἱερουσαλὴμ ἑώρακα φρικτὰ, μοιχωμένους, καὶ πορευομένους ἐν ψεύδεσι, καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν, τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμοῤῥα. 14 In the prophets of Jerusalem I have also seen a horrible thing: they commit adultery and walk in lies. They strengthen the hands of evildoers, so that no one returns from his wickedness. They have all become to me as Sodom, and its inhabitants as Gomorrah.”
15 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην, καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ. 15 Therefore Yahweh of Armies says concerning the prophets: “Behold, I will feed them with wormwood, and make them drink poisoned water; for from the prophets of Jerusalem ungodliness has gone out into all the land.”
16 Οὕτως λέγει Κύριος παντοκράτωρ, μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου. 16 Yahweh of Armies says, “Don’t listen to the words of the prophets who prophesy to you. They teach you vanity. They speak a vision of their own heart, and not out of the mouth of Yahweh.
17 Λέγουσι τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου, εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ, εἶπαν, οὐχ ἥξει ἐπὶ σὲ κακά. 17 They say continually to those who despise me, ‘Yahweh has said, “You will have peace;”’ and to everyone who walks in the stubbornness of his own heart they say, ‘No evil will come on you.’
18 Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε τὸν λόγον αὐτοῦ; τίς ἠνωτίσατο, καὶ ἤκουσεν; 18 For who has stood in the council of Yahweh, that he should perceive and hear his word? Who has listened to my word, and heard it?
19 Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται εἰς συσσεισμὸν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. 19 Behold, Yahweh’s storm, his wrath, has gone out. Yes, a whirling storm! It will burst on the head of the wicked.
20 Καὶ οὐκ ἔτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ, καὶ ἕως ἂν στήσῃ αὐτὸ, ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό. 20 Yahweh’s anger will not return until he has executed and performed the intents of his heart. In the latter days, you will understand it perfectly.
21 Οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐπροφήτευον. 21 I didn’t send these prophets, yet they ran. I didn’t speak to them, yet they prophesied.
22 Καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου, καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν. 22 But if they had stood in my council, then they would have caused my people to hear my words, and would have turned them from their evil way, and from the evil of their doings.
23 Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν. 23 “Am I a God at hand,” says Yahweh, “and not a God afar off?
24 Εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. 24 Can anyone hide himself in secret places so that I can’t see him?” says Yahweh. “Don’t I fill heaven and earth?” says Yahweh.
25 Ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται, ἃ προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου, ψευδῆ λέγοντες, ἠνυπνιασάμην ἐνύπνιον. 25 “I have heard what the prophets have said, who prophesy lies in my name, saying, ‘I had a dream! I had a dream!’
26 Ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα τῆς καρδίας αὐτῶν, 26 How long will this be in the heart of the prophets who prophesy lies, even the prophets of the deceit of their own heart?
27 τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ; 27 They intend to cause my people to forget my name by their dreams which they each tell his neighbor, as their fathers forgot my name because of Baal.
28 Ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ, καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας· τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; οὕτως οἱ λόγοι μου, λέγει Κύριος. 28 The prophet who has a dream, let him tell a dream; and he who has my word, let him speak my word faithfully. What is the straw to the wheat?” says Yahweh.
29 Οὐκ ἰδοὺ οἱ λόγοι μου, ὥσπερ πῦρ, λέγει Κύριος, καὶ ὡς πέλυξ κόπτων πέτραν; 29 “Isn’t my word like fire?” says Yahweh; “and like a hammer that breaks the rock in pieces?
30 Ἰδοὺ ἐγὼ διατοῦτο πρὸς τοὺς προφήτας, λέγει Κύριος ὁ Θεὸς, τοὺς κλέπτοντας τοὺς λόγους μου ἕκαστον παρὰ τοῦ πλησίον αὐτοῦ. 30 “Therefore behold, I am against the prophets,” says Yahweh, “who each steal my words from his neighbor.
31 Ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς ἐκβάλλοντας προφητείας γλώσσης, καὶ νυστάζοντας νυσταγμὸν αὐτῶν. 31 Behold, I am against the prophets,” says Yahweh, “who use their tongues, and say, ‘He says.’
32 Διατοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτὰ, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν, καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς, καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφέλειαν οὐκ ὠφελήσουσι τὸν λαὸν τοῦτον. 32 Behold, I am against those who prophesy lying dreams,” says Yahweh, “who tell them, and cause my people to err by their lies, and by their vain boasting; yet I didn’t send them or command them. They don’t profit this people at all,” says Yahweh.
33 Καὶ ἐὰν ἐρωτήσωσιν ὁ λαὸς οὗτος, ἢ ἱερεὺς, ἢ προφήτης, τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς, ὑμεῖς ἐστε τὸ λῆμμα, καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος. 33 “When this people, or the prophet, or a priest, asks you, saying, ‘What is the message from Yahweh?’ Then you shall tell them, ‘“What message? I will cast you off,” says Yahweh.’
34 Ὁ προφήτης, καὶ οἱ ἱερεῖς, καὶ ὁ λαὸς, οἳ ἂν εἴπωσι, λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον, καὶ τὸν οἶκον αὐτοῦ. 34 As for the prophet, the priest, and the people, who say, ‘The message from Yahweh,’ I will even punish that man and his household.
35 Οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ, τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησε Κύριος; 35 You will say everyone to his neighbor, and everyone to his brother, ‘What has Yahweh answered?’ and, ‘What has Yahweh said?’
36 Καὶ λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ. 36 You will mention the message from Yahweh no more, for every man’s own word has become his message; for you have perverted the words of the living God, of Yahweh of Armies, our God.
37 Καὶ διατί ἐλάλησε Κύριος ὁ Θεὸς ἡμῶν; 37 You will say to the prophet, ‘What has Yahweh answered you?’ and, ‘What has Yahweh spoken?’
38 Διατοῦτο τάδε λέγει Κύριος ὁ Θεὸς ἡμῶν ἄνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον, λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς, λέγων, οὐκ ἐρεῖτε, λῆμμα Κυρίου· 38 Although you say, ‘The message from Yahweh,’ therefore Yahweh says: ‘Because you say this word, “The message from Yahweh,” and I have sent to you, telling you not to say, “The message from Yahweh,”
39 διατοῦτο ἰδοὺ ἐγὼ λαμβάνω, καὶ ῥάσσω ὑμᾶς, καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν. 39 therefore behold, I will utterly forget you, and I will cast you off with the city that I gave to you and to your fathers, away from my presence.
40 Καὶ δώσω ἐφʼ ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται. 40 I will bring an everlasting reproach on you, and a perpetual shame, which will not be forgotten.’”
40a Διατοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι, ζῇ Κύριος, ὃς ἀνήγαγε τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, ·
40b ἀλλὰ, ζῇ Κύριος, ὃς συνήγαγε πᾶν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς Βοῤῥᾶ, καὶ ἀπὸ πασῶν τῶν χωρῶν, οὗ ἔξωσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν. ·