Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 49 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Καὶ προσῆλθον πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως, καὶ Ἰωάναν, καὶ Ἀζαρίας υἱὸς Μαασαίου, καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, 2 πρὸς Ἱερεμίαν τὸν προφήτην, καὶ εἶπαν αὐτῷ, πεσέτω δὴ τὸ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων· ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, καθὼς οἱ ὀφθαλμοί σου βλέπουσι. 3 Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ᾗ πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσομεν. 4 Καὶ εἶπεν αὐτοῖς Ἱερεμίας, ἤκουσα, ἰδοὺ ἐγὼ προσεύξομαι ὑπὲρ ὑμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, κατὰ τοὺς λόγους ὑμῶν· καὶ ἔσται, ὁ λόγος ὃν ἂν ἀποκριθήσεται Κύριος ὁ Θεὸς, ἁναγγελῶ ὑμῖν, οὐ μὴ κρύψω ἀφʼ ὑμῶν ῥῆμα. 5 Καὶ αὐτοὶ εἶπαν τῷ Ἱερεμίᾳ, ἔστω Κύριος ἐν ἡμῖν εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, εἰ μὴ κατὰ πάντα τὸν λόγον, ὃν ἐὰν ἀποστείλῃ Κύριος πρὸς ἡμᾶς, οὕτως ποιήσωμεν. 6 Καὶ ἐὰν ἀγαθὸν καὶ ἐὰν κακὸν, τὴν φωνὴν Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσόμεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν. 7 Καὶ ἐγενήθη μεθʼ ἡμέρας δέκα, ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν. 8 Καὶ ἐκάλεσε τὸν Ἰωάναν, καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως, καὶ πάντα τὸν λαὸν ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, 9 καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος, 10 ἐὰν καθίσαντες καθίσητε ἐν τῇ γῇ ταύτῃ, οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτιλῶ, ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς οἷς ἐποίησα ὑμῖν. 11 Μὴ φοβηθῆτε ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε· ἀπὸ προσώπου αὐτοῦ μὴ φοβηθῆτε, φησὶ Κύριος, ὅτι μεθʼ ὑμῶν ἐγὼ, ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐτῶν. 12 Καὶ δώσω ὑμῖν ἔλεος, καὶ ἐλεήσω ὑμᾶς, καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὴν γῆν ὑμῶν. 13 Καὶ εἰ λέγετε ὑμεῖς, οὐ μὴ καθίσωμεν ἐν τῇ γῇ ταύτῃ, πρὸς τὸ μὴ ἀκοῦσαι φωνῆς Κυρίου, 14 ὅτι εἰς γῆν Αἰγύπτου εἰσελευσόμεθα, καὶ οὐ μὴ ἴδωμεν πόλεμον, καὶ φωνὴν σάλπιγγος οὐ μὴ ἀκούσωμεν, καὶ ἐν ἄρτοις οὐ μὴ πεινάσωμεν, καὶ ἐκεῖ οἰκήσομεν· 15 διατοῦτο ἀκούσατε λόγον Κυρίου· οὕτως εἶπε Κύριος, ἐὰν ὑμεῖς δῶτε τὸ πρόσωπον ὑμῶν εἰς Αἴγυπτον, καὶ εἰσέλθητε ἐκεῖ κατοικεῖν, 16 καὶ ἔσται, ἡ ῥομφαία ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου, καὶ ὁ λιμὸς οὗ ὑμεῖς λόγον ἔχετε ἀπὸ προσώπου αὐτοῦ καταλήψεται ὑμᾶς ὀπίσω ὑμῶν ἐν Αἰγύπτῳ, καὶ ἐκεῖ ἀποθανεῖσθε. 17 Καὶ ἔσονται πάντες οἱ ἄνθρωποι, καὶ πάντες οἱ ἀλλογενεῖς, οἱ θέντες τὸ πρόσωπον αὐτῶν εἰς γῆν Αἰγύπτου ἐνοικεῖν ἐκεῖ, ἐκλείψουσιν ἐν τῇ ῥομφαίᾳ, καὶ ἐν τῷ λιμῷ, καὶ οὐκ ἔσται αὐτῶν οὐδεὶς σωζόμενος ἀπὸ τῶν κακῶν ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτούς. 18 Ὅτι οὕτως εἶπε Κύριος, καθὼς ἔσταξεν ὁ θυμός μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ, οὕτως στάξει ὁ θυμός μου ἐφʼ ὑμᾶς, εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον· καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑποχείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε οὐκέτι τὸν τόπον τοῦτον. 19 Ἃ ἐλάλησε Κύριος ἐφʼ ὑμᾶς τοὺς καταλοίπους Ἰούδα· μὴ εἰσέλθητε εἰς Αἴγυπτον· καὶ νῦν γνόντες γνώσεσθε, 20 ὅτι ἐπονηρεύσασθε ἐν ψυχαῖς ὑμῶν, ἀποστείλαντές με, λέγοντες, πρόσευξαι περὶ ἡμῶν πρὸς Κύριον, καὶ κατὰ πάντα ἃ ἐὰν λαλήσει σοι Κύριος ποιήσομεν. 21 Καὶ οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου, ἧς ἀπέστειλέ με πρὸς ὑμᾶς. 22 Καὶ νῦν ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ ἐκλείψετε ἐν τῷ τόπῳ ᾧ ὑμεῖς βούλεσθε εἰσελθεῖν κατοικεῖν ἐκεῖ.

Cross references (22)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Ezekiel 25:2–10; Amos 1:13–15; Zephaniah 2:8–11; Deuteronomy 23:3; Jeremiah 25:21
  2. 2 Jeremiah 4:19; Ezekiel 21:20; Deuteronomy 3:11; Ezekiel 25:4–6; Amos 1:14
  3. 3 Jeremiah 48:7; Isaiah 15:2; Jeremiah 48:37; 1 Kings 11:5; 1 Kings 11:33
  4. 4 1 Timothy 6:17; Jeremiah 9:23; Jeremiah 21:13; Psalm 52:7; Psalm 62:10
  5. 5 Jeremiah 46:5; Jeremiah 49:29; 2 Kings 19:7; Isaiah 16:3; Jeremiah 20:4
  6. 6 Jeremiah 49:39; Jeremiah 48:47; Jeremiah 46:26; Isaiah 23:18; Isaiah 19:18–23
  7. 7 Amos 1:11–12; Ezekiel 25:12–14; Genesis 36:15; Jeremiah 25:21; Genesis 25:30
  8. 8 Jeremiah 25:23; Jeremiah 46:21; Jeremiah 49:30; Isaiah 21:13; Jeremiah 48:28
  9. 9 Obadiah 5–6; Isaiah 17:6
  10. 10 Isaiah 17:14; Malachi 1:3–4; Psalm 37:28; Isaiah 45:3; Amos 9:3
  11. 11 Psalm 68:5; James 1:27; Hosea 14:3; 1 Timothy 5:5; Jonah 4:11
  12. 12 Jeremiah 25:28–29; Obadiah 16; Lamentations 4:21–22; Jeremiah 25:15; 1 Peter 4:17–18
  13. 13 Genesis 36:33; Isaiah 34:6; Genesis 22:16; Isaiah 45:23; Amos 6:8
  14. 14 Isaiah 30:4; Isaiah 37:7; Isaiah 13:2–3; Jeremiah 51:46; Matthew 24:6
  15. 15 Psalm 53:5; Obadiah 2; 1 Samuel 2:7–8; Luke 1:51; 1 Samuel 2:30
  16. 16 Job 39:27; Amos 9:2; Isaiah 49:25; Proverbs 16:18; Obadiah 3–4
  17. 17 Ezekiel 35:7; Jeremiah 50:13; Jeremiah 49:13; Jeremiah 51:37; Jeremiah 18:16
  18. 18 Jeremiah 49:33; Deuteronomy 29:23; Zephaniah 2:9; Jeremiah 50:40; Job 18:15–18
  19. 19 Jeremiah 12:5; Jeremiah 30:21; Jeremiah 50:44–46; Job 9:19; Joshua 3:15
  20. 20 Jeremiah 50:45; Malachi 1:3–4; Jeremiah 49:7; Jeremiah 49:17–18; Ephesians 1:11
  21. 21 Jeremiah 50:46; Ezekiel 26:15–18; Ezekiel 21:16; Isaiah 14:4–15; Revelation 18:10
  22. 22 Jeremiah 48:40–41; Isaiah 13:8; Hosea 8:1; Jeremiah 30:6; Jeremiah 49:24

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences