Skip to the text

Job · Brenton's Greek Septuagint

Job 39 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων, 2 ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ αὐτῶν, ὠδῖνας δὲ αὐτῶν ἔλυσας, 3 ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου, ὠδῖνας δὲ αὐτῶν ἐξαποστελεῖς, 4 ἀποῤῥήξουσι τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενγήματι· ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς. 5 Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; 6 Ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον, καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα. 7 Καταγελῶν πολυοχλίας πόλεως, μέμψιν δὲ φορολόγου οὐκ ἀκούων, 8 κατασκέψεται ὄρη νομὴν αὐτοῦ, καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ. 9 Βουλήσεται δέ σοι μονόκερως δουλεῦσαι, ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου; 10 Δήσεις δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ, ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ; 11 Πέποιθας δὲ ἐπʼ αὐτῷ, ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ, ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου; 12 Πιστεύσεις δὲ, ὅτι ἀποδώσει σοι τὸν σπόρον, εἰσοίσει δέ σου τὸν ἅλωνα; 13 Πτέρυξ τερπομένων νεέλασσα, ἐὰν συλλάβῃ ἁσίδα καὶ νέσσα· 14 Ὅτι ἀφήσει εἰς γῆν τὰ ὠὰ αὐτῆς, καὶ ἐπὶ χοῦν θάλψει, 15 καὶ ἐπελάθετο, ὅτι ποῦς σκορπιεῖ, καὶ θηρία ἀγροῦ καταπατήσει. 16 Ἀπεσκλήρυνε τὰ τέκνα ἑαυτῆς, ὥστε μὴ ἑαυτήν· εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου. 17 Ὅτι κατεσιώπησεν αὐτῇ ὁ Θεὸς σοφίαν, καὶ οὐκ ἐπεμέρισεν αὐτῇ ἐν τῇ συνέσει. 18 Κατὰ καιρὸν ἐν ὕψει ὑψώσει, καταγελάσεται ἵππου, καὶ τοῦ ἐπιβάτου αὐτοῦ. 19 Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; 20 Περιέθηκας δὲ αὐτῷ πανοπλίαν; δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ. 21 Ἀνορύσσων ἐν πεδίῳ γαυριᾷ, ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύϊ. 22 Συναντῶν βασιλεῖ καταγελᾷ, καὶ οὐ μὴν ἀποστραφῇ ἀπὸ σιδήρου. 23 Ἐπʼ αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα, 24 καὶ ὀργὴ ἀφανιεῖ τὴν γῆν· καὶ οὐ μὴ πιστεύσει, ἕως ἂν σημάνῃ σάλπιγξ. 25 Σάλπιγγος δὲ σημαινούσης, λέγει, εὖγε· πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ. 26 Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας, ἀκίνητος, καθορῶν τὰ πρὸς Νότον; 27 Ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετὸς, γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται, 28 ἐπʼ ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ, 29 ἐκεῖσε ὢν ζητεῖ τὰ σῖτα, πόῤῥωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι. 30 Νεοσσοὶ δὲ αὐτοῦ φύρονται ἐν αἵματι, οὗ δʼ ἂν ὦσι τεθνεῶτες, παραχρῆμα εὑρίσκονται.

Cross references (26)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Psalm 29:9; Psalm 104:18; 1 Samuel 24:2; Deuteronomy 14:5; Jeremiah 14:5
  2. 2 Jeremiah 2:24
  3. 5 Job 24:5; Job 11:12; Job 6:5; Psalm 104:11; Daniel 5:21
  4. 6 Psalm 107:34; Deuteronomy 29:23; Jeremiah 2:24; Job 24:5; Jeremiah 17:6
  5. 7 Exodus 5:18; Job 3:18; Isaiah 58:3; Exodus 5:13–16; Job 39:18
  6. 8 Psalm 104:27–28; Psalm 145:15–16; Job 40:20–22; Job 40:15; Genesis 1:29–30
  7. 9 Numbers 23:22; Psalm 92:10; Deuteronomy 33:17; Psalm 22:21; Isaiah 1:3
  8. 10 Psalm 129:3; Job 39:5; Job 39:7; Micah 1:13; Hosea 10:10–11
  9. 11 Isaiah 30:6; Isaiah 31:1–3; Psalm 20:7; Proverbs 14:4; Genesis 1:28
  10. 12 Haggai 2:19; Amos 2:13; Matthew 3:2; Nehemiah 13:15; Proverbs 3:16
  11. 13 Jeremiah 8:7; Zechariah 5:9; 2 Chronicles 9:21; Psalm 104:17; Leviticus 11:19
  12. 16 Lamentations 4:3; Ecclesiastes 10:15; Romans 1:31; Deuteronomy 28:56–57; 2 Kings 6:28–29
  13. 17 Job 35:11; James 1:17; Isaiah 57:17; 2 Chronicles 32:31; Deuteronomy 2:30
  14. 18 2 Kings 19:21; Job 5:22; Job 41:29; Job 39:22; Job 39:7
  15. 19 Psalm 147:10; Psalm 93:1; Psalm 104:1; Job 39:25; Exodus 15:1
  16. 20 Jeremiah 8:16; Joel 2:5; Job 41:20–21
  17. 21 Jeremiah 8:6; 1 Samuel 17:4–10; Judges 5:22; Psalm 19:5; 1 Samuel 17:42
  18. 22 Job 41:33; Job 39:18; Job 39:16
  19. 23 Job 41:26–29
  20. 24 Jeremiah 4:19; Job 9:16; Job 37:20; Amos 3:6; Job 29:24
  21. 25 Ezekiel 36:2; Ezekiel 26:2; Psalm 70:3
  22. 26 Song of Songs 2:12; Leviticus 16:11; Deuteronomy 14:15; Jeremiah 8:7
  23. 27 Jeremiah 49:16; Obadiah 4; Exodus 19:4; Isaiah 40:31; Hosea 8:1
  24. 28 1 Samuel 14:4
  25. 29 Job 9:26
  26. 30 Matthew 24:28; Luke 17:37; Ezekiel 39:17–19

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences