Skip to the text

Joel · Brenton's Greek Septuagint

Joel 1 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

Joel is not in PT1904.

LXX Brenton's Greek Septuagint
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 ΛΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουήλ.
·
2 Ἀκούσατε ταῦτα, οἱ πρεσβύτεροι, καὶ ἑνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. εἰ γέγονεν τοιαῦτα ἐν ταῖς ἡμέραις ἡμῶν, ἢ ἐν ταῖς ἡμέραις τῶν πατέρων ὑμῶν;
·
3 ὑπὲρ αὐτῶν τοῖς τέκνοις ὑμῶν διηγήσασθε, καὶ τὰ τέκνα ὑμῶν τοῖς τέκνοις αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν εἰς γενεὰν ἑτέραν.
·
4 τὰ κατάλοιπα τῆς κάμπης κατέφαγεν ἡ ἀκρίς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος κατέφαγεν ὁ βροῦχος, καὶ τὰ κατάλοιπα τοῦ βρούχου κατέφαγεν ἡ ἐρυσίβη.
·
5 Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν καὶ κλαύσατε· θρηνήσατε πάντες οἱ πίνοντες οἶνον εἰς μέθην, ὅτι ἐξῄρθη ἐκ στόματος ὑμῶν εὐφροσύνη καὶ χαρά.
·
6 Ὅτι ἔθνος ἀνέβη ἐπὶ τὴν γῆν μου ἰσχυρὸν καὶ ἀναρίθμητον, οἱ ὀδόντες αὐτοῦ ὀδόντες λέοντος, καὶ αἱ μῦλαι αὐτοῦ σκύμνου·
·
7 Ἔθετο τὴν ἄμπελόν μου εἰς ἀφανισμὸν, καὶ τὰς συκάς μου εἰς συγκλασμόν· ἐρευνῶν ἐξηρεύνησεν αὐτὴν, καὶ ἔῤῥιψεν· ἐλεύκανε τὰ κλήματα αὐτῆς.
·
8 Θρήνησον πρὸς μὲ ὑπὲρ νύμφην περιεζωσμένην σάκκον, ἐπὶ τὸν ἄνδρα αὐτῆς τὸν παρθενικόν.
·
9 Ἐξῇρται θυσία καὶ σπονδὴ ἐξ οἴκου Κυρίου· πενθεῖτε οἱ ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου,
·
10 ὅτι τεταλαιπώρηκε τὰ πεδία· πενθείτω ἡ γῆ, ὅτι τεταλαιπώρηκεν σῖτος· ἐξηράνθη οἶνος, ὠλιγώθη ἔλαιον·
·
11 Ἐξηράνθησαν γεωργοί· θρηνεῖτε κτήματα ὑπὲρ πυροῦ καὶ κριθῆς, ὅτι ἀπόλωλε τρυγητὸς ἐξ ἀγροῦ·
·
12 Ἡ ἄμπελος ἐξηράνθη, καὶ αἱ συκαῖ ὠλιγώθησαν· ῥοὰ, καὶ φοῖνιξ, καὶ μῆλον, καὶ πάντα τὰ ξύλα τοῦ ἀγροῦ ἐξηράνθησαν, ὅτι ᾔσχυναν χαρὰν οἱ υἱοὶ τῶν ἀνθρώπων.
·
13 Περιζώσασθε καὶ κόπτεσθε οἱ ἱερεῖς· θρηνεῖτε οἱ λειτουργοῦντες θυσιαστηρίῳ· εἰσέλθετε, ὑπνώσατε ἐν σάκκοις λειτουργοῦντες Θεῷ, ὅτι ἀπέσχηκεν ἐξ οἴκου Θεοῦ ὑμῶν θυσία καὶ σπονδή.
·
14 Ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους, πάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν, καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς,
·
15 Οἴμοι, οἴμοι, οἴμοι εἰς ἡμέραν, ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ ὡς ταλαιπωρία ἐκ ταλαιπωρίας ἥξει.
·
16 Κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν βρώματα ἐξωλθρεύθη, ἐξ οἴκου Θεοῦ ὑμῶν εὐφροσύνη καὶ χαρά.
·
17 Ἐσκίρτησαν δαμάλεις ἐπὶ ταῖς φάτναις αὐτῶν, ἠφανίσθησαν θησαυροὶ, κατεσκάφησαν ληνοὶ, ὅτι ἐξηράνθη σῖτος.
·
18 Τί ἀποθήσομεν ἑαυτοῖς; ἔκλαυσαν βουκόλια βοῶν, ὅτι οὐχ ὑπῆρχε νομὴ αὐτοῖς· καὶ τὰ ποίμνια τῶν προβάτων ἠφανίσθησαν.
·
19 Πρὸς σὲ Κύριε βοήσομαι, ὅτι πῦρ ἀνήλωσε τὰ ὡραῖα τῆς ἐρήμου, καὶ φλὸξ ἀνῆψε πάντα τὰ ξύλα τοῦ ἀγροῦ,
·
20 καὶ τὰ κτήνη τοῦ πεδίου ἀνέβλεψαν πρὸς σὲ, ὅτι ἐξηράνθησαν ἀφέσεις ὑδάτων, καὶ πῦρ κατέφαγε τὰ ὡραῖα τῆς ἐρήμου.
·

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Joel

    Prophet

    The prophet to whom the word of the LORD came, son of Pethuel.

    Cited in the guide: Joel 1:1

  • Pethuel

    Father of Joel

    Named as the father of the prophet Joel.

    Cited in the guide: Joel 1:1

Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 2:16; Jeremiah 1:2; Hosea 1:1; Ezekiel 1:3; 2 Peter 1:21
  2. 2 Joel 2:2; Hosea 5:1; Jeremiah 30:7; Job 8:8; Micah 3:1
  3. 3 Deuteronomy 6:7; Psalm 71:18; Psalm 145:4; Psalm 78:3–8; Exodus 13:14
  4. 4 Joel 2:25; Amos 4:9; Amos 7:1; Psalm 78:46; Exodus 10:4
  5. 5 Luke 21:34–36; James 5:1; Isaiah 32:10–12; Isaiah 24:7–11; Jeremiah 4:8
  6. 6 Joel 2:25; Joel 2:2–11; Isaiah 8:8; Revelation 9:7–10; Proverbs 30:14
  7. 7 Amos 4:9; Isaiah 5:6; Joel 1:12; Jeremiah 8:13; Hosea 2:12
  8. 8 Isaiah 22:12; Malachi 2:15; James 5:1; Amos 8:10; Isaiah 24:7–12
  9. 9 Joel 2:14; Joel 2:17; Hosea 9:4; Joel 1:13; Isaiah 61:6
  10. 10 Hosea 4:3; Jeremiah 12:11; Hosea 9:2; Joel 1:5; Haggai 1:11
  11. 11 Jeremiah 14:3–4; Isaiah 17:11; Jeremiah 9:12; Romans 5:5; Amos 5:16
  12. 12 Isaiah 24:11; Isaiah 16:10; Joel 1:16; Habakkuk 3:17–18; Song of Songs 2:3
  13. 13 Jeremiah 4:8; Joel 1:8–9; Jeremiah 9:10; Joel 2:17; 1 Kings 21:27
  14. 14 Joel 2:15–16; 2 Chronicles 20:3–4; Jonah 3:8; 2 Chronicles 20:13; Deuteronomy 29:10–11
  15. 15 Isaiah 13:6–9; Zephaniah 1:14–18; Jeremiah 30:7; Ezekiel 7:2–12; Joel 2:11
  16. 16 Psalm 43:4; Psalm 105:3; Deuteronomy 12:6–7; Isaiah 3:7; Joel 1:13
  17. 17 Isaiah 17:10–11; Genesis 23:16
  18. 18 Hosea 4:3; Jeremiah 12:4; Jeremiah 14:5–6; Romans 8:22; Joel 1:20
  19. 19 Jeremiah 9:10; Psalm 50:15; Amos 7:4; Micah 7:7; Psalm 91:15
  20. 20 Psalm 104:21; 1 Kings 17:7; Job 38:41; Psalm 147:9; Psalm 145:15

Explore connections →

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences