1 Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει, 2 Μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυῤῥῆμον τοῦ στόματός σου; 3 Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον; 4 Εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν. 5 Σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος. 6 Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης. 7 Ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. 8 Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων· 9 Χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος· 10 Ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσι, καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα; 11 Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου; 12 Ἔτι ὂν ἐπὶ ῥίζης, καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται; 13 Οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται· 14 Ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος· ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. 15 Ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ· 16 Ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου· καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται. 17 Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται· ἐν δὲ μέσῳ χαλίκων ζήσεται. 18 Ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα, 19 ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει. 20 Ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον· πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται. 21 Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως. 22 Οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
Job · Brenton's Greek Septuagint
Job 8 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Bildad
Bildad the Shuhite, one of Job's three friends, who answered Job in the dialogues and was rebuked by the LORD.
Cited in the guide: Job 2:11; Job 8:1; Job 18:1
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Job 2:11
- 2 Job 6:26; Job 15:2; 1 Kings 19:11; Job 7:11; Job 18:2
- 3 2 Chronicles 19:7; Deuteronomy 32:4; Genesis 18:25; Ezekiel 33:20; Job 34:10–12
- 4 Job 1:5; Job 5:4; Job 1:18–19; Genesis 19:13–25; Job 18:16–19
- 5 James 4:7–10; Matthew 7:7–8; Job 11:13; Isaiah 55:6–7; Hebrews 3:7–8
- 6 Isaiah 51:9; Isaiah 3:10; Job 5:24; Psalm 7:6; Proverbs 15:8
- 7 Job 42:12–13; Matthew 13:31–32; Proverbs 19:20; Zechariah 4:10; Proverbs 4:18
- 8 Deuteronomy 4:32; Job 15:18; Deuteronomy 32:7; Romans 15:4; 1 Corinthians 10:11
- 9 1 Chronicles 29:15; Psalm 144:4; Job 14:2; Psalm 102:11; Genesis 47:9
- 10 Proverbs 18:15; Matthew 12:35; Deuteronomy 6:7; Psalm 145:4; Deuteronomy 11:19
- 11 Exodus 2:3; Isaiah 19:5–7
- 12 Jeremiah 17:6; Psalm 129:6–7; James 1:10–11; Matthew 13:20; 1 Peter 1:24
- 13 Psalm 9:17; Job 13:16; Job 11:20; Proverbs 10:28; Job 15:34
- 14 Isaiah 59:5–6
- 15 Job 27:18; Luke 6:47–49; Matthew 7:24–27; Proverbs 10:28; Psalm 49:11
- 16 Psalm 80:11; Job 21:7–15; Psalm 37:35–36; Psalm 73:3–12; Job 5:3
- 17 Job 18:16; Isaiah 5:24; Mark 11:20; Job 29:19; Isaiah 40:24
- 18 Job 7:10; Job 7:8; Psalm 37:36; Psalm 92:7; Job 20:9
- 19 Job 20:5; Psalm 113:7; 1 Samuel 2:8; Ezekiel 17:24; Matthew 13:20–21
- 20 Job 4:7; Psalm 37:37; Psalm 37:24; Isaiah 45:1; Psalm 94:14
- 21 Psalm 126:2; Genesis 21:6; Psalm 126:6; Psalm 32:11; Luke 6:21
- 22 Psalm 132:18; Psalm 35:26; Psalm 109:29; Job 18:14; Job 8:18
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences