1 ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσὶ, υἱὸν Γοδολίου, τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα. 2 Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. 3 Ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. 4 Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδα, καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἱερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ, καὶ τὰ ὀνόματα τῶν ἱερέων, 5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ Κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, 6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν Κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου. 7 Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ· διότι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμακε Κύριος τὴν θυσίαν αὐτοῦ, καὶ ἡγίακε τοὺς κλητοὺς αὐτοῦ. 8 Καὶ ἔσται, ἐν ἡμέρᾳ θυσίας Κυρίου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια. 9 Καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. 10 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. 11 Θρηνήσατε οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναὰν, καὶ ἐξωλοθρεύθησαν πάντες οἱ ἐπῃρμένοι ἀργυρίῳ. 12 Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν, οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδὲ μὴ κακώσῃ· 13 καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν. 14 Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· 15 δυνατὴ ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα γνόφου καὶ σκότους, ἡμέρα νεφέλης καὶ ὁμίχλης, 16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς, καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. 17 Καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοὶ, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα. 18 Καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου· καὶ ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
Zephaniah · Brenton's Greek Septuagint
Zephaniah 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Amariah
Son of Hezekiah and father of Gedaliah in the ancestry of Zephaniah.
Cited in the guide: Zephaniah 1:1
Cushi
Son of Gedaliah and father of the prophet Zephaniah.
Cited in the guide: Zephaniah 1:1
Gedaliah
Son of Amariah and father of Cushi in the ancestry of Zephaniah.
Cited in the guide: Zephaniah 1:1
Hezekiah
Named as the earliest ancestor in Zephaniah's four-generation line; the text does not say whether he is King Hezekiah.
Cited in the guide: Zephaniah 1:1
Zephaniah
The prophet to whom the word of the LORD came in the days of Josiah, with his ancestry traced four generations to Hezekiah.
Cited in the guide: Zephaniah 1:1
Cross references (18)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Jeremiah 1:2; 2 Chronicles 34:1–33; 2 Peter 1:19; Ezekiel 1:3; Hosea 1:1
- 2 Micah 7:13; 2 Kings 22:16–17; Jeremiah 36:29; Ezekiel 33:27–29; Jeremiah 24:8–10
- 3 Hosea 4:3; Ezekiel 7:19; Matthew 23:39; Ezekiel 14:13–21; Isaiah 27:9
- 4 Hosea 10:5; 2 Kings 23:4–5; Micah 5:13; 2 Kings 21:13; Isaiah 14:26–27
- 5 2 Kings 17:33; Jeremiah 19:13; 1 Kings 18:21; 1 Kings 11:33; 2 Kings 23:12
- 6 Isaiah 1:4; Jeremiah 2:13; Jeremiah 15:6; Jeremiah 2:17; Isaiah 9:13
- 7 Habakkuk 2:20; Zechariah 2:13; Zephaniah 1:14; Isaiah 34:6; Jeremiah 46:10
- 8 Isaiah 24:21; Isaiah 3:18–24; Isaiah 39:7; 2 Kings 25:19–21; Jeremiah 22:11–19
- 9 1 Samuel 5:5; Amos 3:10; Nehemiah 5:15; 1 Samuel 2:15–16; 2 Kings 5:20–27
- 10 2 Chronicles 33:14; Amos 8:3; 2 Kings 22:14; Jeremiah 4:19–21; Nehemiah 3:3
- 11 James 5:1; Hosea 12:7–8; Ezekiel 21:12; Jeremiah 25:34; Nehemiah 3:31–32
- 12 Amos 6:1; Jeremiah 48:11; Ezekiel 8:12; Ezekiel 9:9; Malachi 3:14–15
- 13 Amos 5:11; Micah 6:15; Deuteronomy 28:30; Deuteronomy 28:39; Ezekiel 7:21
- 14 Malachi 4:5; Ezekiel 30:3; Zephaniah 1:7; 1 Thessalonians 4:16; Isaiah 15:4
- 15 Joel 2:2; Isaiah 22:5; Revelation 6:17; Jeremiah 30:7; Amos 5:18–20
- 16 Hosea 8:1; Isaiah 2:12–15; Amos 3:6; Isaiah 32:14; Jeremiah 4:19–20
- 17 Revelation 3:17; Psalm 83:10; 2 Peter 1:9; Matthew 15:14; Micah 7:13
- 18 Ezekiel 7:19; Zephaniah 3:8; Proverbs 11:4; Zephaniah 1:2–3; Matthew 16:26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences