1 Καὶ ἐγένετο ὡς ἤκουσε Σαναβαλλὰτ καὶ Τωβία καὶ οἱ Ἄραβες καὶ οἱ Ἀμμανίται, ὅτι ἀνέβη ἡ φυὴ τοῖς τείχεσιν Ἱερουσαλὴμ, ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι, καὶ πονηρὸν αὐτοῖς ἐφάνη σφόδρα. 2 Καὶ συνήχθησαν πάντες ἐπιτοαυτὸ, ἐλθεῖν παρατάξασθαι ἐν Ἱερουσαλὴμ καὶ ποιῆσαι αὐτὴν ἀφανῆ. 3 Καὶ προσηυξάμεθα πρὸς τὸν Θεὸν ἡμῶν, καὶ ἐστήσαμεν προφύλακας ἐπʼ αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτῶν. 4 Καὶ εἶπεν Ἰούδας, συνετρίβη ἡ ἰσχὺς τῶν ἐχθρῶν, καὶ ὁ χοῦς πολὺς, καὶ ἡμεῖς οὐ δυνησόμεθα οἰκοδομεῖν ἐν τῷ τείχει. 5 Καὶ εἶπαν οἱ θλίβοντες ἡμᾶς, οὐ γνώσονται καὶ οὐκ ὄψονται, ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτῶν, καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον. 6 Καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ἰουδαῖοι οἱ οἰκοῦντες ἐχόμενα αὐτῶν, καὶ εἴποσαν ἡμῖν, ἀναβαίνουσιν ἐκ πάντων τῶν τόπων ἐφʼ ἡμᾶς. 7 Καὶ ἔστησα εἰς τὰ κατώτατα τοῦ τόπου κατόπισθεν τοῦ τείχους ἐν τοῖς σκεπεινοῖς, καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιῶν αὐτῶν, λόγχας αὐτῶν, καὶ τόξα αὐτῶν. 8 Καὶ εἶδον καὶ ἀνέστην, καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ, μὴ φοβηθῆτε ἀπὸ προσώπου αὐτῶν, μνήσθητε τοῦ Θεοῦ ἡμῶν τοῦ μεγάλου καὶ φοβεροῦ, καὶ παρατάξασθε περὶ τῶν ἀδελφῶν ὑμῶν, υἱῶν ὑμῶν, θυγατέρων ὑμῶν, γυναικῶν ὑμῶν, καὶ οἴκων ὑμῶν. 9 Καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμῶν ὅτι ἐγνώσθη ἡμῖν, καὶ διεσκέδασεν ὁ Θεὸς τὴν βουλὴν αὐτῶν· καὶ ἐπεστρέψαμεν πάντες ἡμεῖς εἰς τὸ τεῖχος, ἀνὴρ εἰς τὸ ἔργον αὐτοῦ. 10 Καὶ ἐγένετο ἀπὸ τῆς ἡμέρας ἐκείνης ἥμισυ τῶν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν ἀντείχοντο, καὶ λόγχαι καὶ θυρεοὶ καὶ τόξα καὶ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ἰούδα τῶν οἰκοδομούντων ἐν τῷ τείχει, 11 καὶ οἱ αἴροντες ἐν τοῖς ἀρτῆρσιν ἐν ὅπλοις· ἐν μιᾷ χειρὶ ἐποίει αὐτοῦ τὸ ἔργον, καὶ ἐν μιᾷ ἐκράτει τὴν βολίδα. 12 Καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτοῦ ἐζωσμένος ἐπὶ τὴν ὀσφῦν αὐτοῦ, καὶ ᾠκοδομοῦσαν· καὶ ὁ σαλπίζων ἐν τῇ κερατίνῃ ἐχόμενα αὐτοῦ. 13 Καὶ εἶπα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους τοῦ λαοῦ, τὸ ἔργον πλατὺ καὶ πολὺ, καὶ ἡμεῖς σκορπιζόμεθα ἐπὶ τοῦ τείχους μακρὰν ἀνὴρ ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. 14 Ἐν τόπῳ οὗ ἐὰν ἀκούσητε τὴν φωνὴν τῆς κερατίνης, ἐκεῖ συναχθήσεσθε πρὸς ἡμᾶς, καὶ ὁ Θεὸς ἡμῶν πολεμήσει περὶ ἡμῶν. 15 Καὶ ἡμεῖς ποιοῦντες τὸ ἔργον, καὶ ἥμισυ αὐτῶν κρατοῦντες τὰς λόγχας ἀπὸ ἀναβάσεως τοῦ ὄρθρου ἕως ἐξόδου τῶν ἄστρων. 16 Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ εἶπα τῷ λαῷ, ἕκαστος μετὰ τοῦ νεανίσκου αὐτοῦ αὐλίσθητε ἐν μέσῳ Ἱερουσαλήμ· καὶ ἔστω ὑμῖν ἡ νὺξ προφυλακὴ, καὶ ἡ ἡμέρα ἔργον. 17 Καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τῆς προφυλακῆς ὀπίσω μου, καὶ οὐκ ἦν ἐξ ἡμῶν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτοῦ.
Nehemiah · Brenton's Greek Septuagint
Nehemiah 4 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Sanballat
Sanballat the Horonite, who mocked, plotted against, and tried to lure Nehemiah during the wall building; one of the high priest’s grandsons became his son-in-law.
Cited in the guide: Nehemiah 2:10; Nehemiah 2:19; Nehemiah 4:1
Tobiah
Ammonite official who jeered at the wall, sent intimidating letters, had ties of marriage and oath among Judah’s nobles, and was given a temple storeroom by Eliashib until…
Cited in the guide: Nehemiah 2:10; Nehemiah 4:3; Nehemiah 6:17
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Nehemiah 2:10; Hebrews 11:36; Psalm 35:15–16; Acts 5:17; Nehemiah 2:19
- 2 1 Corinthians 1:27; Ezra 4:9–10; Nehemiah 4:10; Zechariah 12:8; 1 Samuel 17:43–44
- 3 Nehemiah 2:19; Nehemiah 2:10; 1 Kings 20:10; 1 Kings 20:18; 2 Kings 18:23
- 4 Psalm 79:12; Psalm 123:3–4; Proverbs 3:34; Hosea 12:14; 1 Samuel 17:26
- 5 Psalm 109:14; Jeremiah 18:23; Psalm 69:27–28; Isaiah 44:22; 2 Timothy 4:14
- 6 Philippians 2:13; 1 Chronicles 29:3; Hebrews 13:21; Nehemiah 6:15; 1 Chronicles 29:17–18
- 7 Nehemiah 4:1; Nehemiah 2:10; Jeremiah 25:20; Amos 1:13; Revelation 12:17
- 8 Psalm 83:3–11; Jeremiah 20:10; Isaiah 8:9–10; Acts 23:12–13; Psalm 2:1–3
- 9 1 Peter 5:8; Psalm 50:15; Acts 4:24–30; Matthew 26:41; Luke 6:11–12
- 10 Haggai 1:2; Numbers 32:9; 2 Chronicles 2:18; Numbers 13:31; Psalm 11:1–2
- 11 1 Thessalonians 5:2; Psalm 56:6; Judges 20:29–48; Acts 23:21; Acts 23:12
- 12 Numbers 14:22; Genesis 31:41; Genesis 31:7; Job 19:3
- 13 Nehemiah 4:17–18; Ephesians 6:11–20; Genesis 32:13–20; 2 Chronicles 32:2–8; Matthew 10:16
- 14 2 Samuel 10:12; Numbers 14:9; Isaiah 41:10–14; Hebrews 13:6; Psalm 66:3
- 15 2 Samuel 17:14; Romans 12:11; Psalm 33:10–11; Isaiah 44:25; Job 5:12–13
- 16 Nehemiah 4:23; Nehemiah 5:15–16; Psalm 101:6
- 17 2 Timothy 2:3; 2 Timothy 4:7; 2 Corinthians 6:7; Ephesians 6:11–20; 1 Corinthians 16:9
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences