1 Ζυγοί δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. 2 Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. 3 Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. 5 Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδοὺς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. 6 Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. 7 Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. 8 Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. 9 Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. 10 Ἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλις, 11 στόμασι δὲ ἀσεβῶν κατεσκάφη. 12 Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. 13 Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. 14 Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ. 15 Πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας. 16 Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια· πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. 17 Τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων. 18 Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. 19 Υἱὸς δίκαιος γεννᾶται εἰς ζωὴν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. 20 Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοὶ, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. 21 Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν. 22 Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. 23 Ἐπιθυμία δικαίων πᾶσα ἀγαθὴ, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. 24 Εἰσὶν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶδέ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. 25 Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῇ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. 26 Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. 27 Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθὴν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. 28 Ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ. 29 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. 30 Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρὅν ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. 31 Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
Proverbs · Brenton's Greek Septuagint
Proverbs 11 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 4 in this translation; the verses after it keep their usual numbers.
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 25:13–16; Proverbs 20:23; Proverbs 16:11; Leviticus 19:35–36; Proverbs 20:10
- 2 Proverbs 29:23; Proverbs 16:18–19; Proverbs 15:33; Luke 18:14; Proverbs 18:12
- 3 Proverbs 28:18; Proverbs 13:6; Psalm 25:21; Psalm 26:1; Proverbs 19:3
- 5 Proverbs 5:22; Psalm 9:15–16; Proverbs 3:6; Esther 7:3–10; Proverbs 1:31–32
- 6 Ecclesiastes 10:8; 1 Kings 2:44; 1 Samuel 12:3–4; Psalm 7:15–16; Proverbs 5:22
- 7 Proverbs 10:28; Job 8:13–14; Job 11:20; Exodus 15:9–10; Psalm 146:4
- 8 Daniel 6:23–24; Proverbs 21:18; Esther 7:9–10; Isaiah 43:3–4
- 9 Proverbs 2:10–16; Proverbs 4:5–6; 1 John 2:27; 1 Timothy 4:1–3; Psalm 55:20–21
- 10 Proverbs 28:12; Psalm 58:10–11; Esther 8:15–16; Proverbs 28:28; Judges 5:31
- 11 Proverbs 14:34; Proverbs 29:8; James 3:6; 2 Chronicles 32:20–22; Job 22:30
- 12 Proverbs 10:19; 1 Peter 2:23; Luke 16:14; Luke 18:9; Proverbs 14:21
- 13 Proverbs 20:19; Proverbs 25:9; Leviticus 19:16; 1 Timothy 5:13; Proverbs 26:20–22
- 14 Proverbs 24:6; Proverbs 15:22; Proverbs 20:18; Proverbs 16:22; 1 Kings 12:1–19
- 15 Proverbs 17:18; Proverbs 6:1–5; Proverbs 20:16; Proverbs 22:26–27
- 16 Proverbs 31:30–31; Luke 10:42; Acts 16:14–15; 1 Samuel 25:32–33; Acts 9:39
- 17 Matthew 5:7; James 2:13; Matthew 25:34–40; James 5:1–5; Daniel 4:27
- 18 Galatians 6:8–9; Ecclesiastes 10:8; Hosea 10:12–13; James 3:18; Psalm 126:5–6
- 19 Proverbs 10:16; Romans 2:8–9; Proverbs 12:28; Proverbs 19:23; Proverbs 7:22–23
- 20 Psalm 119:1; Psalm 140:13; 1 Chronicles 29:17; Proverbs 21:29; Proverbs 6:14
- 21 Psalm 112:1–2; Acts 2:39; Jeremiah 32:39; Psalm 37:26; Proverbs 16:5
- 22 1 Peter 3:3–4; Proverbs 31:30; Nahum 3:4–6; Proverbs 7:10; 2 Peter 2:22
- 23 Matthew 5:6; Psalm 37:4; Romans 2:8–9; Jeremiah 17:16; Psalm 10:17
- 24 Proverbs 19:17; Luke 6:38; Deuteronomy 15:10; Psalm 112:9; Ecclesiastes 11:6
- 25 Matthew 5:7; 2 Corinthians 9:6–9; Isaiah 58:7–11; Matthew 25:34–35; Isaiah 32:8
- 26 Job 29:13; Genesis 42:6; Amos 8:4–6; Proverbs 24:24
- 27 Psalm 7:15–16; Proverbs 17:11; Esther 7:10; Psalm 57:6; Psalm 9:15–16
- 28 1 Timothy 6:17; Jeremiah 17:8; Psalm 52:7–8; Psalm 1:3; Psalm 92:12–14
- 29 Ecclesiastes 5:16; Proverbs 14:19; Proverbs 15:27; Habakkuk 2:9–10; 1 Samuel 25:17
- 30 Daniel 12:3; James 5:20; 1 Corinthians 9:19–23; Proverbs 3:18; 1 Thessalonians 2:19
- 31 1 Peter 4:17–18; Jeremiah 25:29; 1 Corinthians 11:30–32; Proverbs 13:21; 2 Samuel 12:9–12
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… To which he added this testimony: "For if the righteous scarcely be saved, where shall the ungodly and sinner appear?" How then shall the wicked be with Thee, if Thou dost not even spare Thy faithful, in order that Thou mayest exercise and teach them? But as He spareth them not, for this reason, that He may teach them: he …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)