1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ 3 Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι. 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8 καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 9 καὶ ἔλεγεν Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω. 10 Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. 11 καὶ ἔλεγεν αὐτοῖς Ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12 ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν, μή ποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς. 13 καὶ λέγει αὐτοῖς Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14 ὁ σπείρων τὸν λόγον σπείρει. 15 οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν εὐθὺς ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς. 16 καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζονται. 18 καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες, 19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συνπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20 καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 21 Καὶ ἔλεγεν αὐτοῖς ὅτι Μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; 22 οὐ γάρ ἐστιν τι κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν. 23 εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. 24 Καὶ ἔλεγεν αὐτοῖς Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν. 25 ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. 26 Καὶ ἔλεγεν Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28 αὐτομάτη ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτεν πλήρης σῖτος ἐν τῷ στάχυϊ. 29 ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. 30 Καὶ ἔλεγεν Πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; 31 ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, 32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῖν. 33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατ’ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα. 35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης Διέλθωμεν εἰς τὸ πέραν. 36 καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ’ αὐτοῦ. 37 καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38 καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39 καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40 καὶ εἶπεν αὐτοῖς Τί δειλοί ἐστε οὕτως; πῶς οὐκ ἔχετε πίστιν; 41 καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;
Mark · Nestle Greek New Testament (1904)
Mark 4 Nestle Greek New Testament (1904)
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (3)
- Angle brackets < > and double square brackets [[ ]] are the edition's own marks for doubtful passages (e.g. Mark 1:1, Mark 16:9–20, John 7:53–8:11).
- Verses the critical text omits (e.g. Matthew 17:21, Acts 8:37) are shown as empty.
- Follows the edition's own numbering where it differs (e.g. Acts 19:40 includes the KJV's 19:41; 2 Corinthians 13 has 13 verses; 3 John has 15; Revelation 12 has 18).
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
Places
Sea of Galilee
This harp-shaped lake (~13 miles long) lies in the Jordan Rift Valley. Cool air dropping onto the warm water spawns sudden storms — the setting of several Gospel miracles.
Cited in the guide: Matthew 4:18; Mark 4:39; John 21:1
Cross references (41)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Mark 2:13; Luke 5:1–3; Luke 8:4–10; Matthew 13:1–15; Mark 3:7
- 2 Matthew 13:34–35; Mark 3:23; Mark 4:11; Matthew 13:10; Matthew 13:3
- 3 James 2:5; 1 Corinthians 3:6–9; John 4:35–38; Matthew 13:26; Mark 4:26–29
- 4 Matthew 13:19; Mark 4:15; Matthew 13:4; Luke 8:12; Genesis 15:11
- 5 Ezekiel 36:26; Luke 8:6; Luke 8:13; Hosea 10:12; Matthew 13:5–6
- 6 Jeremiah 17:5–8; James 1:11; Jonah 4:8; Isaiah 25:4; Colossians 2:7
- 7 Jeremiah 4:3; 1 John 2:15–16; Genesis 3:17–18; Luke 12:15; Luke 21:34
- 8 John 15:5; Colossians 1:6; Genesis 26:12; Mark 4:20; Philippians 1:11
- 9 Matthew 11:15; Mark 4:23–24; Revelation 3:22; Revelation 3:13; Revelation 3:6
- 10 Matthew 13:10–17; Luke 8:9–15; Mark 7:17; Matthew 13:36; Mark 4:34
- 11 Matthew 11:25; Luke 8:10; 1 Thessalonians 4:12; James 1:16–18; 1 Corinthians 5:12–13
- 12 Isaiah 6:9–10; Isaiah 44:18; Matthew 13:14–15; Jeremiah 5:21; Deuteronomy 29:4
- 13 Revelation 3:19; Luke 8:11–15; Matthew 13:51–52; 1 Corinthians 3:1–2; Hebrews 5:11–14
- 14 Acts 8:4; Matthew 13:19; 1 Peter 1:23–25; Luke 8:11; Matthew 13:37
- 15 1 Peter 5:8; Matthew 13:19; 2 Corinthians 2:11; Luke 8:12; 2 Corinthians 4:3–4
- 16 Luke 8:13; Matthew 13:20–21; Mark 6:20; John 5:35; Ezekiel 33:31–32
- 17 Matthew 11:6; 1 Thessalonians 3:3–5; Revelation 2:10; Matthew 12:31; John 15:2–7
- 18 Luke 8:14; Jeremiah 4:3; Matthew 13:22; Mark 4:7
- 19 1 John 2:15–17; 1 Timothy 6:9–10; 1 Timothy 6:17; 1 Peter 4:2–3; Philippians 4:6
- 20 Colossians 1:10; Luke 8:15; John 15:4–5; Matthew 13:23; Mark 4:8
- 21 Matthew 5:15; Luke 11:33; Luke 8:16; Isaiah 60:1–3; Ephesians 5:3–15
- 22 Luke 8:17; Ecclesiastes 12:14; 1 Corinthians 4:5; Psalm 78:2–4; Matthew 10:26–27
- 23 Matthew 11:15; Mark 4:9; Revelation 2:29; Revelation 2:7; Revelation 2:17
- 24 Hebrews 2:1; Luke 8:18; Matthew 7:2; 2 Corinthians 9:6; Acts 17:11
- 25 Matthew 13:12; Luke 8:18; Matthew 25:28–29; John 15:2; Luke 16:9–12
- 26 Matthew 13:24; 1 Corinthians 3:6–9; 1 Peter 1:23–25; Luke 8:11; Luke 8:5
- 27 Ecclesiastes 11:5; 2 Thessalonians 1:3; Ecclesiastes 8:17; 1 Corinthians 15:37–38; John 3:7–8
- 28 Philippians 1:9–11; Hosea 6:3; Mark 4:31–32; Colossians 1:10; Matthew 13:26
- 29 Joel 3:13; Matthew 13:30; Isaiah 57:1–2; Matthew 13:40–43; Job 5:26
- 30 Matthew 13:31–32; Luke 13:18–21; Lamentations 2:13; Matthew 13:24; Matthew 11:16
- 31 Acts 19:20; Genesis 22:17–18; Luke 13:18–19; Daniel 2:44–45; Malachi 1:11
- 32 Daniel 4:20–22; Daniel 4:10–14; Ezekiel 31:3–10; Psalm 80:9–11; Psalm 91:1
- 33 Matthew 13:34–35; John 16:12; 1 Corinthians 3:1–2; Hebrews 5:11–14
- 34 John 16:25; Luke 24:27; Mark 4:10; Matthew 13:36–43; Matthew 15:15–20
- 35 Matthew 8:18; Luke 8:25; Luke 8:22; Matthew 8:23–27; Matthew 14:22
- 36 Mark 4:1; Mark 3:9; Mark 5:2; Mark 5:21
- 37 Matthew 8:23–24; Job 1:19; Luke 8:22–23; Jonah 1:4; Psalm 107:23–31
- 38 1 Peter 5:7; Hebrews 4:15; Matthew 8:25; Isaiah 54:6–8; Luke 8:24
- 39 Psalm 107:29; Psalm 89:9; Psalm 29:10; Psalm 65:7; Jeremiah 5:22
- 40 Luke 8:25; Matthew 8:26; Matthew 14:31; Isaiah 43:2; Matthew 16:8
- 41 Luke 8:25; Job 38:11; 1 Samuel 12:18–20; Jonah 1:9–10; Jonah 1:15–16
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… if they do not call Himself the Son of the Creator of the world, that is, His Word, through whom the wood fructifies, and the fountains gush forth, and the earth gives "first the blade, then the ear, then the full corn in the ear."
Therefore also another evangelist saith that He reproved them, because they do not understand; saying, "How knew ye not the parable?" But not for this cause only doth He speak in parables, but that He may also make His discourse more vivid, and fix the memory of it in them more perfectly, and bring the things before their sight.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)