Skip to the text

Acts · Patriarchal Text (Antoniades 1904/1912)

Acts 16 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 κατηντησεν δε εις δερβην και λυστραν. και ιδου μαθητης τις ην εκει ονοματι τιμοθεος, υιος γυναικος [τινος] ιουδαιας πιστης, πατρος δε ελληνος,
1 Κατήντησε δὲ εἰς Δέρβην καὶ Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ ὀνόματι Τιμόθεος, υἱὸς γυναικός [τινος] Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος,
2 ος εμαρτυρειτο υπο των εν λυστροις και ικονιω αδελφων.
2 ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
3 τουτον ηθελησεν ο παυλος συν αυτω εξελθειν, και λαβων περιετεμεν αυτον δια τους ιουδαιους τους οντας εν τοις τοποις εκεινοις· ηδεισαν γαρ απαντες τον πατερα αυτου οτι ελλην υπηρχεν.
3 τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες τὸν πατέρα αὐτοῦ ὅτι Ἕλλην ὑπῆρχεν.
4 ως δε διεπορευοντο τας πολεις, παρεδιδουν αυτοις φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και των πρεσβυτερων των εν ιερουσαλημ.
4 Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων τῶν ἐν Ἱερουσαλήμ.
5 αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν.
5 Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
6 διελθοντες δε την φρυγιαν και την γαλατικην χωραν, κωλυθεντες υπο του αγιου πνευματος λαλησαι τον λογον εν τη ασια,
6 Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ Ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
7 ελθοντες κατα την μυσιαν επειραζον κατα την βιθυνιαν πορευεσθαι· και ουκ ειασεν αυτους το πνευμα.
7 ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον κατὰ τὴν Βιθυνίαν πορεύεσθαι· καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα.
8 παρελθοντες δε την μυσιαν κατεβησαν εις τρωαδα.
8 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
9 και οραμα δια της νυκτος ωφθη τω παυλω· ανηρ τις ην μακεδων εστως, παρακαλων αυτον και λεγων· διαβας εις μακεδονιαν βοηθησον ημιν.
9 καὶ ὅραμα διὰ τῆς νυκτὸς ὤφθη τῷ Παύλῳ· ἀνήρ τις ἦν Μακεδὼν ἑστώς, παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
10 ως δε το οραμα ειδεν, ευθεως εζητησαμεν εξελθειν εις την μακεδονιαν, συμβιβαζοντες οτι προσκεκληται ημας ο κυριος ευαγγελισασθαι αυτους.
10 ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος εὐαγγελίσασθαι αὐτούς.
11 αναχθεντες ουν απο της τρωαδος ευθυδρομησαμεν εις σαμοθρακην, τη δε επιουση εις νεαπολιν,
11 Ἀναχθέντες οὖν ἀπὸ τῆς Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νεάπολιν,
12 εκειθεν τε εις φιλιππους, ητις εστιν πρωτη της μεριδος της μακεδονιας πολις κολωνια. ημεν δε εν αυτη τη πολει διατριβοντες ημερας τινας,
12 ἐκεῖθέν τε εἰς Φιλίππους, ἥτις ἐστὶ πρώτη τῆς μερίδος τῆς Μακεδονίας πόλις κολωνία. Ἦμεν δὲ ἐν αὐτῇ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς,
13 τη τε ημερα των σαββατων εξηλθομεν εξω της πολεως παρα ποταμον ου ενομιζετο προσευχη ειναι, και καθισαντες ελαλουμεν ταις συνελθουσαις γυναιξιν.
13 τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πόλεως παρὰ ποταμὸν οὗ ἐνομίζετο προσευχὴ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξί.
14 και τις γυνη ονοματι λυδια, πορφυροπωλις πολεως θυατειρων, σεβομενη τον θεον, ηκουεν, ης ο κυριος διηνοιξεν την καρδιαν προσεχειν τοις λαλουμενοις υπο του παυλου.
14 καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν Θεόν, ἤκουεν, ἧς ὁ Κύριος διήνοιξε τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
15 ως δε εβαπτισθη και ο οικος αυτης, παρεκαλεσεν λεγουσα· ει κεκρικατε με πιστην τω κυριω ειναι, εισελθοντες εις τον οικον μου μεινατε· και παρεβιασατο ημας.
15 ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μείνατε· καὶ παρεβιάσατο ἡμᾶς.
16 εγενετο δε πορευομενων ημων εις προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνος απαντησαι ημιν, ητις εργασιαν πολλην παρειχεν τοις κυριοις αυτης μαντευομενη.
16 Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη.
17 αυτη κατακολουθησασα τω παυλω και τω σιλα εκραζεν λεγουσα· ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν, οιτινες καταγγελλουσιν ημιν οδον σωτηριας.
17 αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας.
18 τουτο δε εποιει επι πολλας ημερας. διαπονηθεις δε ο παυλος και επιστρεψας τω πνευματι ειπεν· παραγγελλω σοι εν τω ονοματι ιησου χριστου εξελθειν απ αυτης. και εξηλθεν αυτη τη ωρα.
18 τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
19 ιδοντες δε οι κυριοι αυτης οτι εξηλθεν η ελπις της εργασιας αυτων, επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εις την αγοραν επι τους αρχοντας,
19 Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
20 και προσαγαγοντες αυτους τοις στρατηγοις ειπον· ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντες,
20 καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες,
21 και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοις ουσιν.
21 καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι.
22 και συνεπεστη ο οχλος κατ αυτων. και οι στρατηγοι περιρρηξαντες αυτων τα ιματια εκελευον ραβδιζειν,
22 καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν,
23 πολλας τε επιθεντες αυτοις πληγας εβαλον εις φυλακην, παραγγειλαντες τω δεσμοφυλακι ασφαλως τηρειν αυτους·
23 πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
24 ος παραγγελιαν τοιαυτην ειληφως εβαλεν αυτους εις την εσωτεραν φυλακην και τους ποδας αυτων ησφαλισατο εις το ξυλον.
24 ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον.
25 κατα δε το μεσονυκτιον παυλος και σιλας προσευχομενοι υμνουν τον θεον· επηκροωντο δε αυτων οι δεσμιοι.
25 Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
26 αφνω δε σεισμος εγενετο μεγας, ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου, ανεωχθησαν τε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη.
26 ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
27 εξυπνος δε γενομενος ο δεσμοφυλαξ και ιδων ανεωγμενας τας θυρας της φυλακης, σπασαμενος μαχαιραν εμελλεν εαυτον αναιρειν, νομιζων εκπεφευγεναι τους δεσμιους.
27 ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.
28 εφωνησεν δε φωνη μεγαλη ο παυλος λεγων· μηδεν πραξης σεαυτω κακον· απαντες γαρ εσμεν ενθαδε.
28 ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
29 αιτησας δε φωτα εισεπηδησεν, και εντρομος γενομενος προσεπεσεν τω παυλω και τω σιλα,
29 αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,
30 και προαγαγων αυτους εξω εφη· κυριοι, τι με δει ποιειν ινα σωθω;
30 καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
31 οι δε ειπον· πιστευσον επι τον κυριον ιησουν χριστον, και σωθηση συ και ο οικος σου.
31 οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
32 και ελαλησαν αυτω τον λογον του κυριου και πασιν τοις εν τη οικια αυτου.
32 καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
33 και παραλαβων αυτους εν εκεινη τη ωρα της νυκτος ελουσεν απο των πληγων, και εβαπτισθη αυτος και οι αυτου παντες παραχρημα,
33 καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα,
34 αναγαγων τε αυτους εις τον οικον αυτου παρεθηκεν τραπεζαν, και ηγαλλιατο πανοικι πεπιστευκως τω θεω.
34 ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.
35 ημερας δε γενομενης απεστειλαν οι στρατηγοι τους ραβδουχους λεγοντες· απολυσον τους ανθρωπους εκεινους.
35 Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
36 απηγγειλεν δε ο δεσμοφυλαξ τους λογους τουτους προς τον παυλον, οτι απεσταλκασιν οι στρατηγοι ινα απολυθητε. νυν ουν εξελθοντες πορευεσθε εν ειρηνη.
36 ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον, ὅτι ἀπεστάλκασιν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε. νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.
37 ο δε παυλος εφη προς αυτους· δειραντες ημας δημοσια ακατακριτους, ανθρωπους ρωμαιους υπαρχοντας, εβαλον εις φυλακην· και νυν λαθρα ημας εκβαλλουσιν; ου γαρ, αλλα ελθοντες αυτοι ημας εξαγαγετωσαν.
37 ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν· καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλὰ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
38 ανηγγειλαν δε τοις στρατηγοις οι ραβδουχοι τα ρηματα ταυτα· και εφοβηθησαν ακουσαντες οτι ρωμαιοι εισιν,
38 ἀνήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσι,
39 και ελθοντες παρεκαλεσαν αυτους, και εξαγαγοντες ηρωτων εξελθειν της πολεως.
39 καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν τῆς πόλεως.
40 εξελθοντες δε εκ της φυλακης εισηλθον προς την λυδιαν, και ιδοντες τους αδελφους παρεκαλεσαν αυτους και εξηλθον.
40 ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες τοὺς ἀδελφοὺς παρεκάλεσαν αὐτοὺς καὶ ἐξῆλθον.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Lydia

    Seller of purple cloth

    A worshiper of God from Thyatira and a dealer in purple cloth at Philippi whose heart the Lord opened to Paul's message; she and her household were baptized.

    Cited in the guide: Acts 16:14; Acts 16:40

  • Silas

    Companion of Paul

    A leading man among the brothers in Jerusalem and a prophet, chosen to accompany Paul on his second journey; he was imprisoned with Paul at Philippi and is elsewhere called…

    Cited in the guide: Acts 15:22; Acts 15:40; Acts 16:25

  • Timothy

    Companion and coworker of Paul

    A disciple from Lystra with a Greek father and a believing Jewish mother, whom Paul circumcised and took with him as a coworker; he received two letters from Paul.

    Cited in the guide: Acts 16:1; 1 Corinthians 4:17; Philippians 2:19

Places

  • Antioch (Syrian)

    Today: Antakya, southern Turkey · On First Journey · On Second Journey · On Third Journey

    The empire's third-largest city and the first major Gentile church — the launching base for Paul's journeys. (Distinct from Pisidian Antioch.)

    Cited in the guide: Acts 11:26; Acts 13:1-3; Galatians 2:11

  • Athens

    Today: Greece · On Second Journey

    The philosophical center of the Greco-Roman world. Paul engaged Stoic and Epicurean thinkers on Mars Hill (the Areopagus), reasoning toward the resurrection.

    Cited in the guide: Acts 17:16; Acts 17:22

  • Corinth

    Today: Southern Greece (the isthmus) · On Second Journey · On Third Journey

    Corinth straddled the isthmus linking mainland Greece to the Peloponnese — a hub of commerce and immorality. Paul founded the church here; a Roman bema traditionally linked to his hearing before…

    Cited in the guide: Acts 18:1; 1 Corinthians 1:2; 2 Corinthians 1:1

  • Ephesus

    Today: Western Turkey (Aegean coast) · On Second Journey · On Third Journey

    The chief city of Roman Asia, famed for the temple of Artemis. Paul's long ministry sparked the silversmiths' riot; the city is also the first addressed in Revelation.

    Cited in the guide: Acts 19:1; Acts 19:28; Revelation 2:1

  • Philippi

    Today: Northern Greece (Macedonia) · On Second Journey · On Third Journey

    A Roman colony on the Via Egnatia and the site of Paul's first European converts — a beloved church to which he later wrote from prison.

    Cited in the guide: Acts 16:12; Acts 16:25; Philippians 1:1

  • Thessalonica

    Today: Northern Greece (Macedonia) · On Second Journey

    Capital of the Roman province of Macedonia and a key stop on the Via Egnatia. Paul's brief ministry produced a strong church and two of his earliest letters.

    Cited in the guide: Acts 17:1; 1 Thessalonians 1:1; Acts 17:6

  • Berea
  • Troas
Cross references (40)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 2 Timothy 1:5; 1 Thessalonians 3:2; 2 Timothy 1:2; Acts 18:5; 1 Timothy 1:2
  2. 2 1 Timothy 5:10; 2 Timothy 3:15; Acts 16:40; 1 Timothy 3:7; 2 Timothy 3:11
  3. 3 Galatians 2:3; 1 Corinthians 9:20; Galatians 5:6; Galatians 5:1–3; Acts 15:40
  4. 4 Acts 15:28–29; Acts 15:2; Acts 11:30; Acts 15:6
  5. 5 Acts 9:31; Acts 2:47; Acts 6:7; 1 Peter 5:10; Acts 15:41
  6. 6 Acts 18:23; Acts 16:7; Galatians 1:2; Acts 11:12; Acts 13:2–4
  7. 7 Philippians 1:19; Galatians 4:6; Romans 8:9; Acts 8:29; 1 Peter 1:1
  8. 8 2 Timothy 4:13; 2 Corinthians 2:12; Acts 16:11; Acts 20:5
  9. 9 Acts 19:21; Acts 18:5; Acts 9:10–12; Romans 15:26; Acts 18:9–10
  10. 10 2 Corinthians 2:12–13; Acts 14:7; Psalm 119:60; Acts 21:1–18; Acts 27:1–28:16
  11. 11 Acts 21:1; Acts 16:8
  12. 12 1 Thessalonians 2:2; Philippians 1:1; Acts 20:6; Acts 16:9; Acts 16:21
  13. 13 Acts 13:14; Acts 21:5; Colossians 1:23; Acts 18:4; Acts 20:7
  14. 14 Luke 24:45; Ephesians 1:17–18; Isaiah 50:5; John 6:44–45; Revelation 3:20
  15. 15 Acts 11:14; Hebrews 13:2; Acts 16:33; Luke 24:29; Genesis 19:3
  16. 16 Leviticus 19:31; Deuteronomy 18:9–11; Isaiah 8:19; 1 Chronicles 10:13; 1 Samuel 28:7
  17. 17 John 14:6; 1 Peter 2:16; Mark 5:7; Daniel 6:20; Daniel 3:28
  18. 18 Mark 16:17; Luke 10:17–19; Acts 3:6; Acts 19:12–17; Acts 9:34
  19. 19 Acts 17:6; Acts 21:30; 2 Corinthians 6:5; Acts 16:16; Acts 8:3
  20. 20 James 4:4; Romans 12:2; Acts 28:22; John 15:18–20; Acts 17:6–8
  21. 21 Esther 3:8; Acts 16:12; Jeremiah 10:3; Acts 26:3
  22. 22 1 Thessalonians 2:2; 2 Corinthians 6:5; Acts 22:22–26; Hebrews 11:36; 2 Corinthians 11:23–25
  23. 23 Revelation 2:10; 2 Timothy 2:9; 1 Samuel 23:22–23; Matthew 27:63–66; Ephesians 3:1
  24. 24 Job 13:27; Job 33:11; Jeremiah 29:26; Jeremiah 38:26; Psalm 105:18
  25. 25 1 Thessalonians 5:16–18; Psalm 119:62; James 1:2; Romans 5:3; 1 Peter 1:6–8
  26. 26 Acts 4:31; Acts 5:19; Acts 12:10; Acts 12:7; Psalm 146:7
  27. 27 Acts 12:19; Matthew 27:5; 1 Kings 16:18; 2 Samuel 17:23; 1 Samuel 31:4–5
  28. 28 1 Thessalonians 5:15; Luke 6:27–28; Luke 23:34; Exodus 20:13; Matthew 5:44
  29. 29 Revelation 3:9; Daniel 6:26; Jeremiah 10:10; Acts 9:5–6; Isaiah 66:5
  30. 30 John 6:27–29; Acts 2:37; Acts 22:10; Luke 3:10; Acts 14:15
  31. 31 John 1:12; John 3:36; Acts 2:38–39; Romans 10:9–10; Acts 11:13–14
  32. 32 Romans 1:16; Colossians 1:27–28; 1 Timothy 1:13–16; 1 Thessalonians 2:8; Mark 16:15
  33. 33 1 Corinthians 1:16; Acts 16:15; Luke 10:33–34; Acts 16:25; Galatians 5:13
  34. 34 Romans 15:13; Acts 2:46; Romans 5:11; Philemon 7; Isaiah 61:10
  35. 35 Acts 5:40; Acts 4:21; Jeremiah 5:22; Psalm 76:10
  36. 36 Acts 15:33; John 14:27; Mark 5:34; 1 Samuel 29:7; Exodus 4:18
  37. 37 Acts 22:25–29; Proverbs 28:1; Acts 16:20–24; Matthew 10:16; Psalm 94:20
  38. 38 Acts 22:29; Matthew 21:46; Matthew 14:5
  39. 39 Matthew 8:34; Mark 5:17; Daniel 6:23; Daniel 6:16; Isaiah 49:23
  40. 40 Acts 14:22; Acts 16:14; 1 Thessalonians 3:2–3; 2 Corinthians 4:16–18; 2 Corinthians 1:3–7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 16:13 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXXV)

    was thought likely") to be made; and we sat down, and spake unto the women which resorted thither. And a certain woman named Lydia, a seller of purple, of the city of Thyatira, which worshipped God, heard us: whose heart the Lord opened, that she attended unto the things which were spoken of Paul." See again Paul judaizing.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 16:13 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XIII)

    … sailing from Troas, we directed our ship's course towards Samothracia." And then he carefully indicates all the rest of their journey as far as Philippi, and how they delivered their first address: "for, sitting down," he says, "we spake unto the women who had assembled;" and certain believed, even a great many.

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 16:15 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXIII)

    Hear, for instance, the seller of purple saying, "If ye have judged me to be faithful to the Lord, come in, and abide with me." Hear the women, who went about with the apostles, having taken unto themselves manly courage, Priscilla, Persis, and the rest; from whom our present women are as far removed as our men from their men.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)