Skip to the text

Matthew · Patriarchal Text (Antoniades 1904/1912)

Matthew 28 Patriarchal Text (Antoniades 1904/1912)

Leer en español
About PT
  • Orthodox
  • NT: Byzantine text
  • New Testament only
  • Original language
  • 1912
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (3)
PT Patriarchal Text (Antoniades 1904/1912)
PT1904 Patriarchal Text 1904 (accented, eBible edition)
1 οψε δε σαββατων, τη επιφωσκουση εις μιαν σαββατων, ηλθεν μαρια η μαγδαληνη και η αλλη μαρια θεωρησαι τον ταφον.
1 Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
2 και ιδου σεισμος εγενετο μεγας· αγγελος γαρ κυριου καταβας εξ ουρανου προσελθων απεκυλισεν τον λιθον απο της θυρας και εκαθητο επανω αυτου.
2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ προσελθὼν ἀπεκύλισε τὸν λίθον ἀπὸ τῆς θύρας καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 ην δε η ιδεα αυτου ως αστραπη και το ενδυμα αυτου λευκον ωσει χιων.
3 ἦν δὲ ἡ ἰδέα αὐτοῦ ὡς ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών.
4 απο δε του φοβου αυτου εσεισθησαν οι τηρουντες και εγενοντο ωσει νεκροι.
4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγένοντο ὡσεὶ νεκροί.
5 αποκριθεις δε ο αγγελος ειπεν ταις γυναιξιν· μη φοβεισθε υμεις· οιδα γαρ οτι ιησουν τον εσταυρωμενον ζητειτε·
5 ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπε ταῖς γυναιξί· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·
6 ουκ εστιν ωδε· ηγερθη γαρ καθως ειπεν. δευτε ιδετε τον τοπον οπου εκειτο ο κυριος.
6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπε. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος.
7 και ταχυ πορευθεισαι ειπατε τοις μαθηταις αυτου οτι ηγερθη απο των νεκρων, και ιδου προαγει υμας εις την γαλιλαιαν· εκει αυτον οψεσθε· ιδου ειπον υμιν.
7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε· ἰδοὺ εἶπον ὑμῖν.
8 και εξελθουσαι ταχυ απο του μνημειου μετα φοβου και χαρας μεγαλης εδραμον απαγγειλαι τοις μαθηταις αυτου.
8 καὶ ἐξελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 [ως δε επορευοντο απαγγειλαι τοις μαθηταις αυτου,] και ιδου ιησους απηντησεν αυταις λεγων· χαιρετε. αι δε προσελθουσαι εκρατησαν αυτου τους ποδας και προσεκυνησαν αυτω.
9 [ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ,] καὶ ἰδοὺ Ἰησοῦς ἀπήντησεν αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10 τοτε λεγει αυταις ο ιησους· μη φοβεισθε· υπαγετε απαγγειλατε τοις αδελφοις μου ινα απελθωσιν εις την γαλιλαιαν, κακει με οψονται.
10 τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.
11 πορευομενων δε αυτων ιδου τινες της κουστωδιας ελθοντες εις την πολιν απηγγειλαν τοις αρχιερευσιν απαντα τα γενομενα.
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 και συναχθεντες μετα των πρεσβυτερων συμβουλιον τε λαβοντες αργυρια ικανα εδωκαν τοις στρατιωταις
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις λέγοντες·
13 λεγοντες· ειπατε οτι οι μαθηται αυτου νυκτος ελθοντες εκλεψαν αυτον ημων κοιμωμενων.
13 εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
14 και εαν ακουσθη τουτο επι του ηγεμονος, ημεις πεισομεν αυτον και υμας αμεριμνους ποιησομεν.
14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
15 οι δε λαβοντες τα αργυρια εποιησαν ως εδιδαχθησαν. και διεφημισθη ο λογος ουτος παρα ιουδαιοις μεχρι της σημερον.
15 οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον.
16 οι δε ενδεκα μαθηται επορευθησαν εις την γαλιλαιαν, εις το ορος ου εταξατο αυτοις ο ιησους.
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
17 και ιδοντες αυτον προσεκυνησαν αυτω, οι δε εδιστασαν.
17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν.
18 και προσελθων ο ιησους ελαλησεν αυτοις λεγων· εδοθη μοι πασα εξουσια εν ουρανω και επι γης.
18 καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
19 πορευθεντες μαθητευσατε παντα τα εθνη, βαπτιζοντες αυτους εις το ονομα του πατρος και του υιου και του αγιου πνευματος,
19 πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος,
20 διδασκοντες αυτους τηρειν παντα οσα ενετειλαμην υμιν· και ιδου εγω μεθ υμων ειμι πασας τας ημερας εως της συντελειας του αιωνος. αμην.
20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. ἀμήν.
Cross references (20)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Mark 16:1–8; John 20:1–10; Luke 23:56–24:10; Matthew 27:56; Luke 24:22
  2. 2 Mark 16:3–5; Luke 24:2–5; John 20:12–13; Acts 16:26; Matthew 27:51–53
  3. 3 Mark 9:3; Acts 1:10; Mark 16:5; John 20:12; Revelation 18:1
  4. 4 Revelation 1:17; Daniel 10:7; Matthew 27:65–66; Matthew 28:11; Acts 16:29
  5. 5 Hebrews 1:14; Revelation 1:17–18; Isaiah 41:10; Luke 24:5; Luke 1:30
  6. 6 Mark 16:6; Matthew 12:40; Luke 24:6–8; Matthew 16:21; Luke 24:23
  7. 7 Matthew 26:32; Luke 24:22–24; Matthew 28:10; John 16:4; Mark 16:7–8
  8. 8 Psalm 2:11; Mark 16:8; Luke 24:36–41; John 16:20; Ezra 3:12–13
  9. 9 Matthew 28:17; Matthew 14:33; John 20:14–17; John 20:28; Luke 24:52
  10. 10 Romans 8:29; John 20:17; Matthew 28:7; Mark 16:7; Matthew 14:27
  11. 11 Matthew 27:65–66; Matthew 28:4
  12. 12 Acts 4:5–22; Matthew 27:1–2; Matthew 26:3–4; Matthew 27:62–64; Acts 5:40
  13. 13 Matthew 26:64
  14. 14 Matthew 27:2; Acts 12:19
  15. 15 Matthew 27:8; 1 Timothy 6:10; Matthew 26:15
  16. 16 Matthew 26:32; Matthew 28:10; Matthew 28:7; Mark 16:14; Acts 1:13–26
  17. 17 Psalm 45:11; Matthew 28:9; Psalm 2:12; John 5:23; 1 Corinthians 15:6
  18. 18 John 3:35; 1 Peter 3:22; Matthew 11:27; Ephesians 1:20–22; Hebrews 2:8
  19. 19 Mark 16:15–16; Acts 2:38–39; Acts 1:8; Luke 24:47–48; Acts 19:3–5
  20. 20 Isaiah 41:10; Joshua 1:5; Acts 18:9–10; John 14:18–23; Psalm 46:7

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 28:11 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XC)

    For the sake of these soldiers that earthquake took place, in order to dismay them, and that the testimony might come from them, which accordingly was the result. For the report was thus free from suspicion, as proceeding from the guards themselves.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Quotes verse 28:19 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XVII)

    … of your Father which speaketh in you." And again, giving to the disciples the power of regeneration into God, He said to them, "Go and teach all nations, baptizing them in the name of the Father, and of the Son, and of the Holy Ghost." For [God] promised, that in the last times He would pour Him [the Spirit] upon …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 28:19 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    Proceed in thy confession, say to the Lord thy God, O my faith, Holy, Holy, Holy, O Lord my God, in Thy name have we been baptized, Father, Son, and Holy Ghost, in Thy name do we baptize, Father, Son, and Holy Ghost, because among us also in His Christ did God make heaven and earth, namely, the spiritual and …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Quotes verse 28:7 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily LXXXIX)

    "And tell His disciples, that ye shall see Him in Galilee." And he prepares them to bear good tidings to others, which thing most of all made them believe.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 28:5 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIII)

    Be not ashamed to confess the Cross; for Angels glory in it, saying, We know whom ye seek, Jesus the Crucified.

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)