1 Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν. 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 καὶ ἰδοὺ ⸀ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃. 4 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν. 5 ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ. 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸν Ἰησοῦν μόνον. 9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ 10 καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 ὁ ⸀δὲ ἀποκριθεὶς ⸀εἶπεν Ἠλίας μὲν ⸀ἔρχεται καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. 13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς. 14 Καὶ ⸀ἐλθόντων πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15 καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι ; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20 ὁ δὲ ⸀λέγει αὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίαν ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν 22 ⸀Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα. 24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25 λέγει· Ναί. καὶ ⸀ἐλθόντα εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26 ⸂εἰπόντος δέ · Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰς θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Matthew · SBL Greek New Testament
Matthew 17 SBL Greek New Testament
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
There is no verse 21 in this translation; the verses after it keep their usual numbers.
Cross references (25)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 9:28–36; Matthew 26:37; Mark 5:37; Mark 9:2–13; 2 Peter 1:18
- 2 Psalm 104:2; Matthew 28:3; John 1:14; Luke 9:29; John 17:24
- 3 Malachi 4:5; Luke 24:44; Mark 9:4; 1 Kings 18:36–40; 2 Corinthians 3:7–11
- 4 Mark 9:5–6; Luke 9:33; Revelation 22:3–5; 1 John 3:2; John 14:8–9
- 5 Matthew 3:17; Matthew 12:18; Mark 9:7; Deuteronomy 18:15; Hebrews 2:1–3
- 6 Acts 26:14; Judges 13:20; 2 Peter 1:18; Daniel 8:17; 1 Chronicles 21:16
- 7 Daniel 10:18; Matthew 14:27; Daniel 8:18; Revelation 1:17; Daniel 10:10
- 8 Luke 9:36; Mark 9:8; Acts 12:10–11
- 9 Mark 8:30; Luke 24:46–47; Matthew 16:20–21; Mark 9:9–13; Matthew 8:4
- 10 Malachi 4:5–6; Matthew 11:14; John 1:21; Mark 9:11; John 1:25
- 11 Acts 3:21; Luke 1:16–17; Malachi 4:6; Luke 3:3–14
- 12 Isaiah 53:3–12; Acts 13:24–28; Mark 6:14–28; Matthew 16:21; Acts 4:10
- 13 Matthew 11:14
- 14 Mark 9:14–29; Mark 1:40; Acts 10:25–26; Mark 10:17; Luke 9:37–43
- 15 Matthew 4:24; Matthew 15:22; Mark 5:22–23; Job 2:7; Luke 9:38–42
- 16 Matthew 17:19–20; Acts 19:15–16; Luke 9:40; 2 Kings 4:29–31; Acts 3:16
- 17 Numbers 14:11; Matthew 6:30; Hebrews 3:16–19; Mark 16:14; Mark 9:19
- 18 Matthew 9:22; Mark 1:34; Matthew 12:22; Luke 4:35–36; Mark 5:8
- 19 Mark 9:28; Mark 4:10
- 20 Luke 17:6; Mark 11:23; Luke 1:37; Luke 18:27; Matthew 21:21
- 22 Matthew 16:21; Luke 18:31–34; Mark 8:31; Matthew 17:23; Luke 24:46
- 23 Matthew 16:21; Isaiah 53:10–12; Zechariah 13:7; Mark 8:31; Psalm 22:22–31
- 24 Exodus 30:13; Exodus 38:26
- 25 Matthew 22:21; Matthew 22:19; Romans 13:6–7; Matthew 22:17; 1 Samuel 17:25
- 27 2 Corinthians 6:3; 1 Corinthians 8:9; 1 Corinthians 9:19–22; 2 Corinthians 8:9; 1 Corinthians 8:13
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
We must now look into and treat of that vision which the Lord showed on the mount. For it is this of which He had said, "Verily I say unto you, there be some standing here which shall not taste of death till they see the Son of Man in His Kingdom." Then began the passage which has just been …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)
Not then from the Scriptures did they know this, but the Scribes used to explain themselves, and this saying was reported abroad amongst the ignorant people; as about Christ also.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Again, five men are said to have been with the Lord when He obtained testimony from the Father,--namely, Peter, and James, and John, and Moses, and Elias.
Was it in that manner in which the voice came from the cloud, saying, "This is my beloved Son"? For that voice was uttered and passed away, began and ended.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
Elsewhere, for example, He saith, "But lest we should offend them, cast an hook into the sea:" but here He saith, "Let them alone, they be blind leaders of the blind: and if the blind lead the blind, both shall fall into the ditch." But these things His disciples said, not as grieving for those men only, but as being …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)