Skip to the text

Acts · Textus Receptus (Boyd collation)

Acts 10 Textus Receptus (Boyd collation)

Leer en español
About TR
  • Individual translator
  • NT: Textus Receptus
  • New Testament only
  • Original language
  • 2022
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Ἀνὴρ δέ τις ἦν ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, 2 εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός. 3 Εἶδεν ἐν ὁράματι φανερῶς, ὡσεὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτόν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. 4 Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, Τί ἐστι, Κύριε; Εἶπε δὲ αὐτῷ, Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. 5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· 6 οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν· οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν. 7 Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, 8 καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. 9 Τῇ δὲ ἐπαύριον, ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἕκτην· 10 ἐγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων, ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· 12 ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. 13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν, Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. 14 Ὁ δὲ Πέτρος εἶπε, Μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν, Ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου. 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς· καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. 17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει ὁ Πέτρος τί ἂν εἴη τὸ ὅραμα ὃ εἶδε, καὶ ἰδού, οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ἀπὸ τοῦ Κορνηλίου, διερωτήσαντες τὴν οἰκίαν Σίμωνος, ἐπέστησαν ἐπὶ τὸν πυλῶνα, 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων, ὁ ἐπικαλούμενος Πέτρος, ἐνθάδε ξενίζεται. 19 Τοῦ δὲ Πέτρου ἐνθυμουμένου περὶ τοῦ ὁράματος, εἶπεν αὐτῷ τὸ πνεῦμα, Ἰδού, ἄνδρες τρεῖς ζητοῦσί σε. 20 Ἀλλὰ ἀναστὰς κατάβηθι, καὶ πορεύου σὺν αὐτοῖς, μηδὲν διακρινόμενος· διότι ἐγὼ ἀπέσταλκα αὐτούς. 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας τοὺς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὐτόν, εἶπεν, Ἰδού, ἐγώ εἰμι ὃν ζητεῖτε· τίς ἡ αἰτία δι᾿ ἣν πάρεστε; 22 Οἱ δὲ εἶπον, Κορνήλιος ἑκατοντάρχης, ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεόν, μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων, ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ. 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισε. Τῇ δὲ ἐπαύριον ὁ Πέτρος ἐξῆλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ τῆς Ἰόππης συνῆλθον αὐτῷ. 24 Καὶ τῇ ἐπαύριον εἰσῆλθον εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. 25 Ὡς δὲ ἐγένετο εἰσελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας, προσεκύνησεν. 26 Ὁ δὲ Πέτρος αὐτὸν ἤγειρε λέγων, Ἀνάστηθι· κἀγὼ αὐτὸς ἄνθρωπός εἰμι. 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθε, καὶ εὑρίσκει συνεληλυθότας πολλούς, 28 ἔφη τε πρὸς αὐτούς, Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ· καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον· 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς. Πυνθάνομαι οὖν, τίνι λόγῳ μετεπέμψασθέ με. 30 Καὶ ὁ Κορνήλιος ἔφη, Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐννάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδού, ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, 31 καί φησι, Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχή, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. 32 Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρός σε· σύ τε καλῶς ἐποίησας παραγενόμενος. Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. 34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν, Ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός· 35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι. 36 Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ — οὗτός ἐστι πάντων Κύριος — 37 ὑμεῖς οἴδατε, τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης· 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ. 39 Καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 40 Τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν. 42 Καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν. 44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. 45 Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοί, ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται. 46 Ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις, καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος, 47 Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ πνεῦμα τὸ ἅγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; 48 Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Cornelius

    Roman centurion

    A devout God-fearing centurion of the Italian Cohort at Caesarea; after an angelic vision he sent for Peter and he and his household received the Holy Spirit and were baptized.

    Cited in the guide: Acts 10:1; Acts 10:25

  • Simon

    Tanner at Joppa

    A tanner at Joppa whose house by the sea hosted Peter during his stay.

    Cited in the guide: Acts 9:43; Acts 10:6; Acts 10:32

Places

  • Caesarea Maritima

    Today: Israel's Mediterranean coast · On Third Journey · On The Journey to Rome

    The Roman administrative capital of Judea. Peter brought the gospel to the Gentile Cornelius here, and Paul was imprisoned before appealing his case to Caesar.

    Cited in the guide: Acts 10:1; Acts 23:23; Acts 25:11

  • Joppa

    Today: Tel Aviv-Yafo, Israel

    Judah's main seaport. Cedar for the Temple arrived here, Jonah fled from here, and Peter's rooftop vision here opened the gospel to the Gentiles.

    Cited in the guide: Jonah 1:3; Acts 9:36; Acts 10:9

Cross references (47)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Acts 27:1; Acts 8:40; Matthew 27:27; Acts 27:43; Matthew 8:5–13
  2. 2 Matthew 7:7–8; Acts 10:4; Acts 10:22; Acts 13:16; Acts 10:35
  3. 3 Daniel 9:20–21; Acts 3:1; Acts 5:19; Acts 10:30; Acts 9:10
  4. 4 Philippians 4:6; Hebrews 6:10; Acts 10:31; Malachi 3:16; Psalm 141:2
  5. 5 Acts 9:38; Mark 3:16; Acts 9:36; John 1:42; Acts 16:9
  6. 6 Acts 9:43; Acts 9:6; Acts 11:13–14; John 7:17; Ephesians 4:8–12
  7. 7 Philemon 16; Luke 3:14; 1 Samuel 14:6–7; Judges 7:10; Matthew 8:9–10
  8. 8 Galatians 1:16; Acts 26:19; Acts 9:36; Psalm 119:59–60; Acts 10:33
  9. 9 Zephaniah 1:5; Psalm 55:17; Jeremiah 32:29; Acts 6:4; Acts 10:8–32
  10. 10 Acts 22:17; Ezekiel 11:24; 2 Corinthians 12:2–4; Numbers 24:4; Ezekiel 8:1–3
  11. 11 Ephesians 3:6; John 1:51; Romans 16:25–26; Isaiah 11:6–14; Revelation 4:1
  12. 12 Genesis 7:8–9; Isaiah 65:25; Isaiah 11:6–9; 1 Corinthians 6:9–11; John 7:37
  13. 13 John 4:31–34; Jeremiah 35:2–5; Acts 10:10
  14. 14 Leviticus 20:25; Ezekiel 4:14; Deuteronomy 14:1–29; Daniel 1:8; Leviticus 11:1–25
  15. 15 1 Corinthians 10:25; Matthew 15:11; Titus 1:15; Mark 7:19; 1 Timothy 4:3–5
  16. 16 Genesis 41:32; John 21:17; 2 Corinthians 13:1
  17. 17 Acts 25:20; Acts 10:3; 1 Peter 1:11; Acts 5:24; Acts 9:43
  18. 18 Acts 10:5–6; Acts 11:11
  19. 19 Acts 8:29; Acts 13:2; Acts 21:4; Acts 11:12; 1 Corinthians 12:11
  20. 20 Acts 15:7–9; Zechariah 2:9–11; Acts 9:17; Acts 9:15; Isaiah 48:16
  21. 21 Acts 10:29; John 1:38–39; Mark 10:51; John 18:4–8
  22. 22 Acts 11:14; Acts 22:12; Acts 10:2; 3 John 12; Acts 24:15
  23. 23 Acts 11:12; Acts 10:45; 1 Peter 4:9; Hebrews 13:2; Genesis 24:31–32
  24. 24 Isaiah 2:3; Luke 5:29; Acts 8:40; Matthew 9:9–10; John 4:28–29
  25. 25 Revelation 19:10; Revelation 22:8–9; Matthew 8:2; Daniel 2:46; Acts 14:11–13
  26. 26 Revelation 19:10; Revelation 22:8–9; Matthew 4:10; Acts 14:14–15; Isaiah 42:8
  27. 27 2 Corinthians 2:12; John 4:35; Acts 10:24; 1 Corinthians 16:9; Acts 14:27
  28. 28 John 4:9; Ephesians 3:6–7; Galatians 2:12–14; John 4:27; John 18:28
  29. 29 Psalm 119:60; 1 Peter 3:15; Acts 10:19–20
  30. 30 Acts 10:3; Daniel 9:20–21; Nehemiah 9:1–3; Ezra 9:4–5; Acts 10:23–24
  31. 31 Luke 1:13; Acts 10:4; Daniel 9:23; Isaiah 38:5; Daniel 10:12
  32. 33 Galatians 4:14; James 1:19; Proverbs 9:9–10; 1 Thessalonians 2:13; Acts 17:11–12
  33. 34 Romans 2:11; 2 Chronicles 19:7; Deuteronomy 10:17; Colossians 3:25; Job 34:19
  34. 35 1 John 2:29; Acts 10:2; Romans 10:12–13; Acts 15:9; Colossians 3:11
  35. 36 Acts 2:36; Matthew 28:18; Revelation 17:14; Revelation 1:18; 1 Peter 3:22
  36. 37 Luke 4:14; Acts 2:22; Acts 28:22; John 4:1–3; Acts 26:26
  37. 38 Luke 4:18; Isaiah 61:1–3; Acts 2:22; Isaiah 11:2; John 3:34
  38. 39 Luke 24:48; Acts 10:41; Acts 1:8; Acts 2:32; 1 Peter 2:24
  39. 40 1 Peter 1:21; Acts 13:30–31; 1 Corinthians 15:3–4; Acts 2:24; 2 Corinthians 4:14
  40. 41 John 14:22; Acts 10:39; Acts 13:31; Acts 1:2–3; John 21:13
  41. 42 2 Corinthians 5:10; 1 Peter 4:5; 2 Timothy 4:1; Romans 14:9–10; Acts 17:31
  42. 43 Zechariah 13:1; Acts 2:38; Isaiah 53:11; Jeremiah 31:34; Romans 10:11
  43. 44 Acts 11:15; Acts 19:6; Acts 15:8; Acts 4:31; Acts 2:2–4
  44. 45 Acts 10:23; Acts 2:38; Galatians 3:13–14; Colossians 2:13–14; Acts 11:15–18
  45. 46 Acts 2:4; Acts 19:6; Mark 16:17; 1 Corinthians 14:20–25; Acts 2:11
  46. 47 Acts 8:36; Romans 10:12; Acts 11:15–17; Acts 15:8–9; Genesis 17:24–26
  47. 48 Acts 2:38; Acts 8:16; Galatians 3:27; Acts 8:12; John 4:2

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Commentary 10:1 John Chrysostom, Homilies on the Acts of the Apostles (Homily XXII)

    This man is not a Jew, nor of those under the Law, but he had already forestalled our manner of life. Observe, thus far, two persons, both of high rank, receiving the faith, the eunuch at Gaza and this man; and the pains taken on behalf of these men.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 11 (1889)

  2. Quotes verse 10:1–5 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter XII)

    He saw therefore, about the ninth hour of the day, an angel of God coming in to him, and saying, Thine alms are come up for a memorial before God. Wherefore send to Simon, who is called Peter." But when Peter saw the vision, in which the voice from heaven said to him, "What God hath cleansed, that call not …

    Read in context · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Quotes verse 10:42 Augustine of Hippo, The City of God (Book XVII, Chapter 4)

    … and hath thundered: He shall judge the ends of the earth, for He is righteous." Throughout she holds to the order of the creed of Christians: For the Lord Christ has ascended into heaven, and is to come thence to judge the quick and dead. For, as saith the apostle, "Who hath ascended but He who hath also descended into …

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Quotes verse 10:4 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily L)

    For "thy prayers and thine alms are come up for a memorial before God." This is more indispensable than virginity: for thus were those virgins cast out of the bridechamber; thus were the others brought in.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Quotes verse 10:48 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    Peter came, and the Spirit was poured out upon them that believed, and they spake with other tongues, and prophesied: and after the grace of the Spirit the Scripture saith that Peter commanded them to be baptized in the name of Jesus Christ; in order that, the soul having been born again by faith, the body also might by …

    Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)