1 Τότε εἰπε Σαλωμὼν, Κύριος εἶπε τοῦ κατασκηνῶσαι ἐν γνόφῳ, 2 καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας. 3 Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησε τὴν πᾶσαν ἐκκλησίαν Ἰσραὴλ, καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ παρειστήκει, 4 καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυὶδ τὸν πατέρα μου, καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσε, λέγων, 5 ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ· 6 Καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ, καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ. 7 Καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου, τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ. 8 Καὶ εἶπε Κύριος πρὸς Δαυὶδ πατέρα μου, διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου. 9 Πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 10 Καὶ ἀνέστησε Κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησε, καὶ ἐγενήθην ἀντὶ Δαυὶδ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος· καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ, 11 καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ᾗ ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ. 12 Καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ· 13 Ὅτι ἐποίησε Σαλωμὼν βάσιν χαλκῆν, καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πήχεων τὸ μῆκος αὐτῆς, καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς· καὶ ἔστη ἐπʼ αὐτῆς, καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν, 14 καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισὶ σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ· 15 Ἃ ἐφύλαξας τῷ παιδί σου Δαυὶδ τῷ πατρί μου, ἃ ἐλάλησας αὐτῷ, λέγων· καὶ ἐλάλησας ἐν στόματί σου, καὶ ἐν χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη. 16 Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, φύλαξον τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ, λέγων, οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραὴλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύθης ἐναντίον μου. 17 Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυίδ. 18 Ὅτι εἰ ἀληθῶς κατοικήσει Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, καὶ τίς ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα; 19 Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον, 20 τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς προσεύχεται ὁ παῖς σου εἰς τὸν τόπον τοῦτον· 21 Καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου, καὶ λαοῦ σου Ἰσραὴλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ. 22 Ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτὸν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ, 23 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ποιήσεις, καὶ κρινεῖς τοὺς δούλους σου, τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ, καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ. 24 Καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ἰσραὴλ κατέναντι τοῦ ἐχθροῦ, ἐὰν ἁμάρτωσί σοι, καὶ ἐπιστρέψωσι καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου, καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ, 25 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ἰσραὴλ, καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν. 26 Ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, καὶ αἰνέσουσι τὸ ὄνομά σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτοὺς, 27 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων καὶ τοῦ λαοῦ σου Ἰσραὴλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν. 28 Λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πάντα πόνον, 29 καὶ πᾶσα προσευχὴ, καὶ πᾶσα δέησις ἣ ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραὴλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον, 30 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἱλάσῃ, καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων, 31 ὅπως φοβῶνται πάσας ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ πρόσωπον τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν. 32 Καὶ πᾶς ἀλλότριος ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ἰσραήλ ἐστιν αὐτὸς, καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα, καὶ τὴν χεῖρά σου τὴν κραταιὰν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν, καὶ ἔλθωσι καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον, 33 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου, καὶ τοῦ φοβεῖσθαί σε, ὡς ὁ λαός σου Ἰσραὴλ, καὶ τοῦ γνῶναι ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα. 34 Ἐὰν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου, 35 καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν. 36 Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν αὐτοὺς οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς, 37 καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν, λέγοντες, ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, 38 καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς, ὅπου ᾐχμαλώτευσαν αὐτοὺς, καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου, 39 καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις κρίματα, καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτῶντί σοι. 40 Καὶ νῦν Κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου. 41 Καὶ νῦν ἀνάστηθι Κύριε ὁ Θεὸς εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου· ἱερεῖς σου Κύριε ὁ Θεὸς ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς. 42 Κύριε ὁ Θεὸς, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσθητι τὰ ἐλέη Δαυὶδ τοῦ δούλου σου.
2 Crónicas · Septuaginta griega de Brenton
2 Crónicas 6 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (42)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Éxodo 20:21; Salmo 18:8–11; Levítico 16:2; Deuteronomio 4:11; 1 Reyes 8:12–50
- 2 2 Crónicas 2:4–6; Salmo 135:21; Apocalipsis 21:3; 1 Crónicas 28:20; 1 Crónicas 28:6
- 3 1 Reyes 8:14; 1 Crónicas 16:2; Números 6:23–27; Josué 22:6; Lucas 24:50–51
- 4 Salmo 72:18–19; Salmo 68:32–35; Mateo 24:35; Salmo 41:13; Salmo 68:4
- 5 Deuteronomio 12:11; 1 Reyes 8:16; Daniel 9:19; 1 Samuel 13:13–14; 2 Samuel 7:6–7
- 6 1 Crónicas 28:4; Salmo 132:13; 2 Crónicas 12:13; Salmo 78:68–70; Salmo 48:1
- 7 1 Reyes 5:3; 1 Crónicas 17:1; 1 Crónicas 22:7; 1 Crónicas 28:2–4; 2 Samuel 7:2–3
- 8 2 Corintios 8:12; 1 Reyes 8:18–21; Marcos 14:8
- 9 2 Samuel 7:12–13; 1 Crónicas 17:11–12; 1 Crónicas 17:4
- 10 1 Crónicas 17:11; 1 Reyes 3:6–7; 1 Crónicas 29:15; Eclesiastés 1:4; 2 Crónicas 1:1
- 11 2 Crónicas 5:10; 2 Crónicas 5:7; 1 Reyes 8:21; Hebreos 9:4; 1 Reyes 8:9
- 12 Isaías 50:10; Éxodo 9:33; Salmo 63:4; Job 11:13; Salmo 143:6
- 13 1 Reyes 8:54; Nehemías 8:4; Salmo 95:6; Esdras 9:5; 2 Crónicas 4:9
- 14 Éxodo 15:11; Deuteronomio 7:9; Nehemías 1:5; Salmo 89:8; 1 Tesalonicenses 2:12
- 15 1 Crónicas 22:9–10; 1 Reyes 8:24; 2 Samuel 7:12
- 16 1 Reyes 2:4; Juan 15:14–15; Salmo 132:12; 2 Crónicas 7:18; Salmo 119:1
- 17 Jeremías 11:5; 2 Samuel 7:25–29; Éxodo 24:10; 2 Crónicas 6:14; Isaías 41:17
- 18 2 Crónicas 2:6; Isaías 66:1; Salmo 139:7–10; 2 Corintios 12:2; Hechos 7:48–49
- 19 1 Reyes 8:28; Salmo 130:2; Salmo 4:1; Salmo 20:1–3; Juan 17:20
- 20 Salmo 34:15; Salmo 121:5; 2 Crónicas 6:6; Daniel 6:10; Nehemías 1:6
- 21 Miqueas 7:18; Daniel 9:19; Isaías 43:25; 2 Crónicas 6:39; 2 Crónicas 30:27
- 22 Éxodo 22:11; Números 5:19–22; Mateo 23:18; Levítico 5:1; 1 Reyes 8:31–32
- 23 Jeremías 51:56; Ezequiel 18:20; Romanos 2:9–10; Isaías 3:10–11; Proverbios 17:15
- 24 Levítico 26:17; Salmo 44:10; Jueces 2:11; Deuteronomio 28:25; Nehemías 9:1–37
- 25 Jeremías 33:6–13; Josué 21:43; Génesis 13:15; Salmo 106:40–47; Esdras 1:1–6
- 26 Deuteronomio 28:23; Deuteronomio 11:17; Levítico 26:19; Proverbios 28:13; Oseas 5:15–6:1
- 27 Zacarías 10:1; Jeremías 5:24; 1 Reyes 8:35–36; Salmo 94:12; Jeremías 6:16
- 28 Joel 2:25; Rut 1:1; Santiago 5:13; Apocalipsis 9:3–11; 2 Crónicas 32:1
- 29 2 Crónicas 6:12–13; Salmo 91:15; Salmo 50:15; Salmo 32:2–6; Proverbios 14:10
- 30 1 Crónicas 28:9; 1 Samuel 16:7; Apocalipsis 2:23; Mateo 16:27; Hebreos 4:13
- 31 1 Samuel 12:24; Salmo 128:1; Hechos 9:31; Éxodo 20:20; Job 28:28
- 32 Isaías 56:3–7; 1 Reyes 8:41–43; Mateo 8:10–11; Juan 12:20; Hechos 10:1–4
- 33 2 Crónicas 7:14; Salmo 22:27; Isaías 49:6; 1 Samuel 17:46; Salmo 46:10
- 34 2 Crónicas 20:6–13; Isaías 14:32; Jueces 1:1–2; 1 Samuel 15:3; 2 Crónicas 14:9–12
- 35 Salmo 9:3–4; Isaías 37:21–36; Daniel 9:17–19; Jeremías 5:28
- 36 1 Juan 1:8–10; Santiago 3:2; Eclesiastés 7:20; Job 15:14–16; Salmo 143:2
- 37 Lucas 15:17–19; Jeremías 31:18–20; Isaías 64:6–12; Daniel 9:5–11; Job 33:27–28
- 38 Joel 2:12–13; Deuteronomio 30:2–6; 2 Crónicas 33:11–13; 2 Crónicas 6:34; Daniel 9:3–4
- 39 2 Crónicas 6:35; Salmo 25:18; Miqueas 7:18–20; Zacarías 1:15–16
- 40 2 Crónicas 7:15; Salmo 116:2; Salmo 17:1; Nehemías 1:6; Nehemías 1:11
- 41 Isaías 61:10; 1 Crónicas 28:2; Salmo 132:8–10; Filipenses 3:3; Apocalipsis 19:8
- 42 Isaías 55:3; Salmo 132:1; Salmo 2:2; Salmo 89:24; Salmo 132:10
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
But that it belongs to God only to know men's secrets, hear what saith the prophet, "Thou most entirely alone knowest the hearts;" and again, "God trieth the hearts and reins; " and Jeremiah too saith, "The heart is deep above all things, and it is man, and who shall know him?" and, "Man shall look on the face, but …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
Afterwards Solomon hearing his father David speak these things, built a wondrous house, and foreseeing Him who was to come into it, said in astonishment, Will God in very deed dwell with men on the earth?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)