1 Ἐν ἔτει ἑπτακαιδεκάτῳ Φακεὲ υἱοῦ Ῥομελίου ἐβασίλευσεν Ἄχαζ υἱὸς Ἰωάθαμ βασιλέως Ἰούδα. 2 Υἱὸς εἴκοσι ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου Θεοῦ αὐτοῦ πιστῶς, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 3 Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ, κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῇρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. 4 Καὶ ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς, καὶ ἐπὶ τῶν βουνῶν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. 5 Τότε ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ εἰς Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἐπολιόρκουν ἐπὶ Ἄχαζ, καὶ οὐκ ἠδύναντο πολεμεῖν. 6 Ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψε Ῥαασσὼν βασιλεὺς Συρίας τὴν Αἰλὰθ τῇ Συρίᾳ, καὶ ἐξέβαλε τοὺς Ἰουδαίους ἐξ Αἰλὰθ, καὶ Ἰδουμαῖοι ἦλθον εἰς Αἰλὰθ, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης. 7 Καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς Θαλγαθφελλασὰρ βασιλέα Ἀσσυρίων, λέγων, δοῦλός σου καὶ υἱός σου ἐγὼ, ἀνάβηθι, σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας, καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ, τῶν ἐπανισταμένων ἐπʼ ἐμέ. 8 Καὶ ἔλαβεν Ἄχαζ ἀργύριον καὶ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλε τῷ βασιλεῖ δῶρα. 9 Καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς Ἀσσυρίων· καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν, καὶ συνέλαβεν αὐτὴν, καὶ ἀπῴκισεν αὐτὴν, καὶ τὸν Ῥαασσὼν βασιλέα ἐθανάτωσε. 10 Καὶ ἐπορεύθη βασιλεὺς Ἄχαζ εἰς Δαμασκὸν εἰς ἀπαντὴν Θαλγαθφελλασὰρ βασιλεῖ Ἀσσυρίων εἰς Δαμασκόν· καὶ εἶδε τὸ θυσιαστήριον ἐν Δαμασκῷ· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ πρὸς Οὐρίαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ καὶ πᾶσαν ποίησιν αὐτοῦ. 11 Καὶ ᾠκοδόμησεν Οὐρίας ὁ ἱερεὺς τὸ θυσιαστήριον, κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς Ἄχαζ ἐκ Δαμασκοῦ. 12 Καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον, καὶ ἀνέβη ἐπʼ αὐτὸ, 13 καὶ ἐθυμίασε τὴν ὁλοκαύτωσιν αὐτοῦ, καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν σπονδὴν αὐτοῦ, καὶ προσέχεε τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν 14 τὸ ἀπέναντι Κυρίου· καὶ προσήγαγε τὸ πρόσωπον τοῦ οἴκου Κυρίου, ἀπὸ τοῦ ἀναμέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀναμέσον τοῦ οἴκου Κυρίου· καὶ ἔδειξεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βοῤῥᾶν. 15 Καὶ ἐνετείλατο ὁ βασιλεὺς Ἄχαζ τῷ Οὐρίᾳ τῷ ἱερεῖ, λέγων, ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωϊνὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινήν, καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ, καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν, καὶ πᾶν αἷμα ὁλοκαυτώσεως, καὶ πᾶν αἷμα θυσίας ἐπʼ αὐτῶ ἐκχεεῖς· καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τοπρωΐ. 16 Καὶ ἐποίησεν Οὐρίας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς Ἄχαζ. 17 Καὶ συνέκοψεν ὁ βασιλεὺς Ἄχαζ τὰ συνκλείσματα τῶν μεχωνὼθ, καὶ μετῇρεν ἀπʼ αὐτῶν τὸν λουτῆρα, καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς, καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην. 18 Καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ Κυρίου, καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ Κυρίου ἀπὸ προσώπου βασιλέως Ἀσσυρίων. 19 Καὶ τὰ λοιπὰ τῶν λόγων Ἄχαζ ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 20 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Reyes · Septuaginta griega de Brenton
2 Reyes 16 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Ahaz
A faithless king who courted Assyria and even sacrificed his own son.
Citado en la guía: 2 Kings 16; 2 Chron. 28; Isa. 7:14; Matt. 1:9
Remaliah
Named as the father of Pekah, king of Israel.
Citado en la guía: 2 Kings 15:25; 2 Kings 15:27; 2 Kings 16:5
Rezin
King of Aram who with Pekah of Israel besieged Ahaz in Jerusalem, recovered Elath, and was put to death when Tiglath-pileser captured Damascus.
Citado en la guía: 2 Kings 15:37; 2 Kings 16:5; 2 Kings 16:6
Tiglath-pileser
King of Assyria who captured Ijon, Kedesh, Hazor, Gilead and Galilee in Pekah's days, deporting the people, and whom Ahaz paid to attack Aram and Israel. 1 Chronicles 5:26…
Citado en la guía: 2 Kings 15:19; 2 Kings 15:29; 2 Kings 16:7
Uriah
The priest who built an altar in Jerusalem according to the plans King Ahaz sent from Damascus and offered on it at the king's command. Isaiah 8:2 names Uriah the priest as a…
Citado en la guía: 2 Kings 16:10; 2 Kings 16:11; 2 Kings 16:15
Referencias cruzadas (20)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Isaías 1:1; 2 Reyes 15:27–30; 2 Reyes 15:32–33; 2 Crónicas 28:1–4; Oseas 1:1
- 2 2 Crónicas 28:1–4; 2 Reyes 18:3; 1 Reyes 11:4–8; 2 Reyes 22:2; 2 Crónicas 17:3
- 3 Deuteronomio 12:31; Levítico 18:21; 2 Reyes 21:2; 2 Reyes 17:17; Salmo 106:37–38
- 4 Deuteronomio 12:2; 1 Reyes 14:23; Isaías 57:5–7; Jeremías 17:2; Isaías 65:4
- 5 2 Reyes 15:37; Isaías 7:14; Isaías 8:9–10; Isaías 7:1–9; Isaías 9:6–7
- 6 2 Reyes 14:22; 1 Reyes 9:26; Deuteronomio 2:8; 2 Crónicas 26:2
- 7 2 Reyes 15:29; 2 Crónicas 28:16; 1 Crónicas 5:26; Oseas 14:3; Salmo 146:3–5
- 8 2 Reyes 12:17–18; Salmo 7:15–16; Isaías 8:7–8; 2 Reyes 16:17–18; 2 Crónicas 28:20–21
- 9 Amós 9:7; Isaías 22:6; Amós 1:3–5; Isaías 7:16; 2 Crónicas 28:21
- 10 Romanos 12:2; Isaías 8:2; Ezequiel 23:16–17; Salmo 106:39; 2 Reyes 15:29
- 11 Ezequiel 22:26; 1 Reyes 21:11–13; Malaquías 2:7–9; Daniel 3:7; 2 Crónicas 26:17–18
- 12 2 Crónicas 26:16–19; 2 Crónicas 28:25; Números 18:4–7; 1 Reyes 13:1; 2 Crónicas 28:23
- 13 Levítico 1:1–3
- 14 2 Crónicas 4:1; Éxodo 40:6; Éxodo 40:29; Mateo 23:35; 2 Crónicas 1:5
- 15 Éxodo 29:39–41; 2 Reyes 18:4; 1 Reyes 8:64; 2 Crónicas 29:21–24; Génesis 44:5
- 16 Hechos 4:19; Hechos 5:29; Judas 11; 1 Tesalonicenses 2:4; 2 Reyes 16:11
- 17 2 Crónicas 29:19; Jeremías 52:20; 2 Reyes 25:13–16; 2 Crónicas 4:14–15; 2 Crónicas 28:24
- 18 Ezequiel 46:2; 2 Reyes 11:5; 1 Reyes 10:5
- 19 2 Crónicas 28:26; 2 Reyes 15:6–7; 1 Reyes 14:29; 2 Reyes 15:38; 2 Reyes 20:20–21
- 20 Isaías 1:1; Mateo 1:9; 2 Crónicas 28:27–29:1; Oseas 1:1; Miqueas 1:1
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias