1 Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν Ἄχαζ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ οὐκ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. 2 Καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέων Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησε, καὶ τοῖς εἰδώλοις αὐτῶν 3 ἐν γὲ Βενεννόμ· καὶ διῆγε τὰ τέκνα αὐτοῦ διὰ πυρὸς κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν, ὧν ἐξωλόθρευσε Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. 4 Καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν, καὶ ἐπὶ τῶν δωμάτων, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους. 5 Καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ Θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέως Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ, καὶ ᾐχμαλώτευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλὴν, καὶ ἤγαγεν εἰς Δαμασκόν· καὶ εἰς χεῖρας βασιλέως Ἰσραὴλ παρέδωκεν αὐτὸν, καὶ ἐπάταξεν ἐν αὐτῷ πληγὴν μεγάλην. 6 Καὶ ἀπέκτεινε Φακεὲ ὁ τοῦ Ῥομελία βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν ἰσχύϊ, ἐν τῷ καταλιπεῖν αὐτοὺς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 7 Καὶ ἀπέκτεινε Ζεχρὶ ὁ δυνατὸς τοῦ Ἐφραὶμ τὸν Μαασίαν τὸν υἱὸν τοῦ βασιλέως, καὶ τὸν Ἐζρικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐλκανὰ τὸν διάδοχον τοῦ βασιλέως. 8 Καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας καὶ υἱοὺς καὶ θυγατέρας· καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν. 9 Καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ Κυρίου, Ὠδὴδ ὄνομα αὐτῷ· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ὀργὴ Κυρίου Θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ Ἰούδαν, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθακε. 10 Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδού εἰμι μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ Θεῷ ὑμῶν; 11 Καὶ νῦν ἀκούσατέ μου, καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ θυμοῦ Κυρίου ἐφʼ ὑμῖν. 12 Καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφραὶμ, Οὐδείας ὁ τοῦ Ἰωανοῦ, καὶ Βαραχίας ὁ τοῦ Μοσολαμὼθ, καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ, καὶ Ἀμασίας ὁ τοῦ Ἐλδαῒ ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου, 13 καὶ εἶπαν αὐτοῖς, οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ Κυρίῳ ἐφʼ ἡμᾶς, ὑμεῖς λέγετε προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐπὶ τὴν ἄγνοιαν ἡμῶν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν, καὶ ὀργὴ θυμοῦ Κυρίου ἐπὶ τὸν Ἰσραήλ. 14 Καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας. 15 Καὶ ἀνέστησαν ἄνδρες οἳ ἐπεκλήθησαν ἐν ὀνόματι, καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτοὺς, καὶ ἔδωκαν φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἱεριχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν. 16 Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν ὁ βασιλεὺς Ἄχας πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ 17 καὶ ἐν τούτῳ, ὅτι οἱ Ἰδουμαῖοι ἐπέθεντο, καὶ ἐπάταξαν ἐν Ἰούδα, καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν. 18 Καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς, καὶ ἀπὸ Λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσαμὺς, καὶ τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκαν τῷ βασιλεῖ τὴν Ἀϊλὼν, καὶ τὴν Γαληρὼ, καὶ τὴν Σωχὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Θαμνὰ καὶ τὰς κώμας αὐτῆς, καὶ τὴν Γαμζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ. 19 Ὅτι ἐταπείνωσε Κύριος τὸν Ἰούδαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου. 20 Καὶ ἦλθεν ἐπʼ αὐτὸν Θαλγαφελλασὰρ βασιλεὺς Ἀσσοὺρ, καὶ ἔθλιψεν αὐτόν. 21 Καὶ ἔλαβεν Ἄχας τὰ ἐν οἴκῳ Κυρίου, καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἔδωκε τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῷ ἦν, 22 ἀλλʼ ἢ τῷ θλιβῆναι αὐτόν· καὶ προσέθηκε τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ, 23 ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν, ὅτι θεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν αὐτοὺς, αὐτοῖς τοίνυν θύσω, καὶ ἀντιλήψονταί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ. 24 Καὶ ἀπέστησεν Ἄχαζ τὰ σκεύη οἴκου Κυρίου, καὶ κατέκοψεν αὐτὰ, καὶ ἔκλεισε τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλὴμ, 25 καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιᾷν θεοῖς ἀλλοτρίοις, καὶ παρώργισαν Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν. 26 Καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 27 Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραὴλ, καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
2 Crónicas · Septuaginta griega de Brenton
2 Crónicas 28 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Ahaz
A faithless king who courted Assyria and even sacrificed his own son.
Citado en la guía: 2 Kings 16; 2 Chron. 28; Isa. 7:14; Matt. 1:9
Amasa
One of four Ephraimite leaders who stood against the army and refused to let the captives be brought in.
Citado en la guía: 2 Chronicles 28:12
Azariah
One of four Ephraimite leaders who stood against the army and refused to let the captives be brought in.
Citado en la guía: 2 Chronicles 28:12
Azrikam
Governor of the palace killed by Zichri of Ephraim.
Citado en la guía: 2 Chronicles 28:7
Berechiah
One of four Ephraimite leaders who stood against the army and refused to let the captives be brought in.
Citado en la guía: 2 Chronicles 28:12
Elkanah
The one second to the king, killed by Zichri of Ephraim.
Citado en la guía: 2 Chronicles 28:7
Hadlai
Named as the father of Amasa, an Ephraimite leader.
Citado en la guía: 2 Chronicles 28:12
Jehizkiah
One of four Ephraimite leaders who stood against the army and refused to let the captives be brought in.
Citado en la guía: 2 Chronicles 28:12
Jehohanan
Named as the father of Azariah, an Ephraimite leader.
Citado en la guía: 2 Chronicles 28:12
Maaseiah
Called the son of the king, killed by Zichri of Ephraim.
Citado en la guía: 2 Chronicles 28:7
Meshillemoth
Named as the father of Berechiah, an Ephraimite leader.
Citado en la guía: 2 Chronicles 28:12
Oded
Prophet of the LORD who met the army returning to Samaria and told them to return the Judahite captives.
Citado en la guía: 2 Chronicles 28:9
Shallum
Named as the father of Jehizkiah, an Ephraimite leader.
Citado en la guía: 2 Chronicles 28:12
Zichri
Mighty man of Ephraim who killed Maaseiah the king's son, Azrikam the palace governor and Elkanah the second to the king.
Citado en la guía: 2 Chronicles 28:7
Referencias cruzadas (26)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 1 Crónicas 3:13; Isaías 1:1; 2 Reyes 16:1–20; 2 Crónicas 17:3; Oseas 1:1
- 2 Éxodo 34:17; Jueces 2:11; 2 Crónicas 22:3–4; Levítico 19:4; Jueces 2:13
- 3 2 Crónicas 33:6; 2 Crónicas 33:2; Levítico 18:21; Josué 15:8; 2 Reyes 23:10
- 4 Levítico 26:30; 2 Reyes 16:4; Deuteronomio 12:2–3
- 5 Isaías 7:1; 2 Crónicas 24:24; 2 Reyes 16:5–6; 2 Crónicas 33:11; Éxodo 20:2–3
- 6 Jeremías 15:6; Isaías 1:28; Jeremías 2:19; Josué 24:20; 2 Reyes 15:27
- 7 Génesis 43:15; Génesis 43:12; Ester 10:3; Génesis 41:43
- 8 2 Crónicas 11:4; Deuteronomio 28:25; Deuteronomio 28:41; Hechos 13:26; Hechos 7:26
- 9 Isaías 47:6; Apocalipsis 18:5; Esdras 9:6; Zacarías 1:15; Ezequiel 26:2–3
- 10 Levítico 25:39–46; 1 Pedro 4:17–18; Mateo 7:2–4; Romanos 12:20–21; Jeremías 25:29
- 11 Santiago 2:13; Hebreos 13:1–3; 2 Crónicas 28:8; Esdras 10:14; Jeremías 34:14–15
- 12 Jeremías 26:6; 1 Crónicas 28:1
- 13 Romanos 2:5; Josué 22:17–18; Mateo 23:35; Mateo 23:32; Números 32:14
- 15 Deuteronomio 34:3; Proverbios 25:21–22; Jueces 1:16; 2 Reyes 6:22; Mateo 25:35–45
- 16 2 Reyes 16:5–7; Isaías 7:17; Isaías 7:1–9
- 17 Abdías 10; Abdías 13–14; Levítico 26:18; 2 Crónicas 25:11–12
- 18 Ezequiel 16:57; Ezequiel 16:27; Jueces 14:1; 2 Crónicas 11:10; Josué 15:41
- 19 2 Crónicas 21:2; Job 40:12; 1 Samuel 2:7; Oseas 5:11; Salmo 106:41–43
- 20 2 Reyes 15:29; 1 Crónicas 5:26; Isaías 30:16; Isaías 7:20; Oseas 5:13
- 21 2 Reyes 18:15–16; 2 Reyes 16:8–9; 2 Crónicas 12:9; Proverbios 20:25
- 22 Isaías 1:5; Ezequiel 21:13; Jeremías 5:3; Oseas 5:15; Salmo 50:15
- 23 2 Crónicas 25:14; Jeremías 44:20–28; Habacuc 1:11; Oseas 13:9; Isaías 1:28
- 24 2 Crónicas 29:7; 2 Crónicas 30:14; 2 Reyes 16:17–18; 2 Crónicas 33:3–5; Hechos 17:16
- 25 2 Crónicas 28:3
- 26 2 Reyes 16:19–20; 2 Crónicas 20:34; 2 Crónicas 27:7–9
- 27 2 Crónicas 21:20; 2 Crónicas 24:25; Proverbios 10:7; 2 Crónicas 26:23; 2 Crónicas 33:20
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias