1 Ὁ ΛΟΓΟΣ Ὁ ΓΕΝΟΜΕΝΟΣ ΠΡΟΣ ἹΕΡΕΜΙΑΝ παρὰ Κυρίου ἐν ἡμέραις Ἰωακεὶμ βασιλέως Ἰούδα, λέγων, 2 Βάδισον εἰς οἶκον Ἀρχαβεὶν, καὶ ἄξεις αὐτοὺς εἰς οἶκον Κυρίου, εἰς μίαν τῶν αὐλῶν, καὶ ποτιεῖς αὐτοὺς οἶνον. 3 Καὶ ἐξήγαγον τὸν Ἰεχονιαν υἱὸν Ἱερεμὶν υἱοῦ Χαβασὶν, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πᾶσαν τὴν οἰκίαν Ἀρχαβεὶν, 4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον Κυρίου εἰς τὸ παστοφόριον υἱῶν Ἰωνὰν, υἱοῦ Ἀνανίου, υἱοῦ Γοδολίου ἀνθρώπου τοῦ Θεοῦ, ὅς ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου Μαασαίου υἱοῦ Σελὼμ, τοῦ φυλάσσοντος τὴν αὐλήν. 5 Καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου, καὶ ποτήρια, καὶ εἶπα, πίετε οἴνον. 6 Καὶ εἶπον, οὐ μὴ πίωμεν οἶνον, ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν, λέγων, οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ υμῶν ἕως αἰῶνος, 7 καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφʼ ἧς διατρίβετε ὑμεῖς ἐπʼ αὐτῆς. 8 Καὶ ἠκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν, πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν, ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν, καὶ οἱ υἱοὶ ἡμῶν, καὶ αἱ θυγατέρες ἡμῶν, 9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ, καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν. 10 Καὶ ᾠκήσαμεν ἐν σκηναῖς, καὶ ἠκούσαμεν, καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν Ἰωναδὰβ ὁ πατὴρ ἡμῶν. 11 Καὶ ἐγενήθη ὅτε ἀνέβη Ναβουχοδονόσορ ἐπὶ τὴν γῆν, καὶ εἴπαμεν εἰσελθεῖν, καὶ εἰσήλθομεν εἰς Ἱερουσαλὴμ, ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Χαλδαίων, καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν Ἀσσυρίων, καὶ ᾠκοῦμεν ἐκεῖ. 12 Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 13 οὕτως λέγει Κύριος, πορεύου, καὶ εἰπὸν ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου; 14 Ἔστησαν ῥῆμα υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ, ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον, καὶ οὐκ ἐπίοσαν· καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου, καὶ οὐκ ἠκούσατε. 15 Καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας, λέγων, ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ οὐ πορεύεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς, καὶ οἰκήσετε ἐπὶ τῆς γῆς, ἧς ἔδωκα ὑμῖν, καὶ τοῖς πατράσιν ὑμῶν· καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν, καὶ οὐκ εἰσηκούσατε. 16 Καὶ ἔστησαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσέ μου. 17 Διατοῦτο οὕτως εἶπε Κύριος, ἰδοὺ ἐγὼ φέρω ἐπὶ Ἰούδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλὴμ πάντα τὰ κακὰ ἃ ἐλάλησα ἐπʼ αὐτούς. 18 Διατοῦτο οὕτως εἶπε Κύριος, ἐπειδὴ ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν, 19 οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 42 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Hoshaiah
Named as the father of Azariah (and, in Jeremiah 42:1, of Jezaniah).
Citado en la guía: Jeremiah 42:1; Jeremiah 43:2
Jezaniah
Son of Hoshaiah who, with the commanders and Johanan son of Kareah, approached Jeremiah to ask for the LORD's guidance.
Citado en la guía: Jeremiah 42:1
Referencias cruzadas (19)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Jeremías 41:11; Jeremías 40:13; Jeremías 6:13; Jeremías 42:8; Jeremías 40:8
- 2 Jeremías 36:7; Levítico 26:22; Isaías 37:4; Hechos 8:24; 1 Samuel 7:8
- 3 Salmo 86:11; Proverbios 3:6; Jeremías 6:16; Esdras 8:21; Miqueas 4:2
- 4 1 Samuel 12:23; 1 Samuel 3:17–18; Éxodo 8:29; Salmo 40:10; Jeremías 23:28
- 5 Génesis 31:50; Jueces 11:10; Malaquías 2:14; Malaquías 3:5; Apocalipsis 1:5
- 6 Jeremías 7:23; Deuteronomio 5:29; Romanos 8:7; Deuteronomio 5:33; Deuteronomio 6:2–3
- 7 Salmo 27:14; Isaías 28:16; Habacuc 2:3
- 8 Jeremías 42:1; Jeremías 43:2–5; Jeremías 41:11–16; Jeremías 40:13; Jeremías 40:8
- 9 2 Reyes 19:4; 2 Reyes 19:6; Jeremías 42:2; 2 Reyes 19:20–37; 2 Reyes 22:15–20
- 10 Ezequiel 36:36; Jeremías 31:28; Jeremías 24:6; Joel 2:13; Jeremías 33:7
- 11 Romanos 8:31; Jeremías 1:8; Isaías 43:2; Jeremías 1:19; Isaías 43:5
- 12 Salmo 106:45–46; Proverbios 16:7; Nehemías 1:11
- 13 Jeremías 44:16; Éxodo 5:2; Jeremías 42:10
- 14 Jeremías 4:19; Jeremías 41:17; Jeremías 4:21; Éxodo 16:3; Números 11:4–5
- 15 Jeremías 44:12–14; Deuteronomio 17:16; Jeremías 42:17; Daniel 11:17; Lucas 9:51
- 16 Jeremías 44:27; Ezequiel 11:8; Amós 9:1–4; Juan 11:48; Jeremías 44:11–13
- 17 Jeremías 42:22; Jeremías 44:13–14; Jeremías 44:28; Jeremías 24:10
- 18 Jeremías 7:20; Jeremías 18:16; Jeremías 39:1–9; Jeremías 29:18; Deuteronomio 29:21–22
- 19 Deuteronomio 17:16; Isaías 30:1–7; Ezequiel 17:15; Isaías 31:1–3; Nehemías 9:29–30
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias