LXX Septuaginta griega de Brenton WEB World English Bible (clásica, con deuterocanónicos) 1 Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι τῶν χιλίων ὁ οἶνος, 1 Belshazzar the king made a great feast to a thousand of his lords, and drank wine before the thousand.
2 καὶ πίνων Βαλτάσαρ εἶπεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ πιέτωσαν ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ. 2 Belshazzar, while he tasted the wine, commanded that the golden and silver vessels which Nebuchadnezzar his father had taken out of the temple which was in Jerusalem be brought to him, that the king and his lords, his wives and his concubines, might drink from them.
3 Καὶ ἠνέχθησαν τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκεν ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τοῦ ἐν Ἰερουσαλὴμ, καὶ ἔπινον ἐν αὐτοῖς ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, καὶ αἱ παράκοιτοι αὐτοῦ. 3 Then they brought the golden vessels that were taken out of the temple of God’s house which was at Jerusalem; and the king and his lords, his wives and his concubines, drank from them.
4 Ἔπινον οἶνον· καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. 4 They drank wine, and praised the gods of gold, and of silver, of bronze, of iron, of wood, and of stone.
5 Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀνθρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασιλέως, καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. 5 In the same hour, the fingers of a man’s hand came out and wrote near the lamp stand on the plaster of the wall of the king’s palace. The king saw the part of the hand that wrote.
6 Τότε τοῦ βασιλέως ἡ μορφὴ ἠλλοιώθη, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν, καὶ οἱ σύνδεσμοι τῆς ὀσφύος αὐτοῦ διελύοντο, καὶ τὰ γόνατα αὐτοῦ συνεκροτοῦντο. 6 Then the king’s face was changed in him, and his thoughts troubled him; and the joints of his thighs were loosened, and his knees struck one against another.
7 Καὶ ἐβόησεν ὁ βασιλεὺς ἐν ἰσχύϊ, τοῦ εἰσαγαγεῖν μάγους, Χαλδαίους, γαζαρηνούς· καὶ εἶπε τοῖς σοφοῖς Βαβυλῶνος, ὃς ἂν ἀναγνῷ τὴν γραφὴν ταύτην, καὶ τὴν σύγκρισιν γνωρίσῃ μοι, πορφύραν ἐνδύσεται, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξει. 7 The king cried aloud to bring in the enchanters, the Chaldeans, and the soothsayers. The king spoke and said to the wise men of Babylon, “Whoever reads this writing and shows me its interpretation shall be clothed with purple, and have a chain of gold about his neck, and shall be the third ruler in the kingdom.”
8 Καὶ εἰσεπορεύοντο πάντες οἱ σοφοὶ τοῦ βασιλέως, καὶ οὐκ ἠδύναντο τὴν γραφὴν ἀναγνῶναι, οὐδὲ τὴν σύγκρισιν γνωρίσαι τῷ βασιλεῖ. 8 Then all the king’s wise men came in; but they could not read the writing and couldn’t make known to the king the interpretation.
9 Καὶ ὁ βασιλεὺς Βαλτάσαρ ἐταράχθη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλλοιώθη ἐν αὐτῷ, καὶ οἱ μεγιστᾶνες αὐτοῦ συνεταράσσοντο. 9 Then King Belshazzar was greatly troubled. His face was changed in him, and his lords were perplexed.
10 Καὶ εἰσῆλθεν ἡ βασίλισσα εἰς τὸν οἶκον τοῦ πότου, καὶ εἶπε, βασιλεῦ, εἰς τὸν αἰῶνα ζῆθι· μὴ ταρασσέτωσάν σε οἱ διαλογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω. 10 The queen by reason of the words of the king and his lords came into the banquet house. The queen spoke and said, “O king, live forever; don’t let your thoughts trouble you, nor let your face be changed.
11 Ἔστιν ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ πνεῦμα Θωοῦ· καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου, γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ, καὶ ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρχοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, γαζαρηνῶν, κατέστησεν αὐτὸν, 11 There is a man in your kingdom in whom is the spirit of the holy gods. In the days of your father, light, understanding, and wisdom like the wisdom of the gods were found in him. The king, Nebuchadnezzar, your father—yes, the king, your father—made him master of the magicians, enchanters, Chaldeans, and soothsayers
12 ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ, καὶ φρόνησις καὶ σύνεσις ἐν αὐτῷ, συγκρίνων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ λύων συνδέσμους, Δανιήλ· καὶ ὁ βασιλεὺς ἐπέθηκεν ὄνομα αὐτῷ, Βαλτάσαρ· νῦν οὖν κληθήτω, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι. 12 because an excellent spirit, knowledge, understanding, interpreting of dreams, showing of dark sentences, and dissolving of doubts were found in the same Daniel, whom the king named Belteshazzar. Now let Daniel be called, and he will show the interpretation.”
13 Τότε Δανιὴλ εἰσήχθη ἐνώπιον τοῦ βασιλέως· καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιὴλ, σὺ εἶ Δανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου; 13 Then Daniel was brought in before the king. The king spoke and said to Daniel, “Are you that Daniel of the children of the captivity of Judah, whom the king my father brought out of Judah?
14 Ἤκουσα περὶ σοῦ ὅτι πνεῦμα Θεοῦ ἐν σοί, καὶ γρηγόρησις, καὶ σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί. 14 I have heard of you, that the spirit of the gods is in you, and that light, understanding, and excellent wisdom are found in you.
15 Καὶ νῦν εἰσῆλθον ἐνώπιόν μου οἱ σοφοὶ, μάγοι, γαζαρηνοὶ, ἵνα τὴν γραφὴν ταύτην ἀναγνῶσι, καὶ τὴν σύγκρισιν γνωρίσωσί μοι, καὶ οὐκ ἠδυνήθησαν ἀναγγεῖλαί μοι. 15 Now the wise men, the enchanters, have been brought in before me to read this writing, and make known to me its interpretation; but they could not show the interpretation of the thing.
16 Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι κρίματα συγκρῖναι· νῦν οὖν ἐὰν δυνηθῇς τὴν γραφὴν ἀναγνῶναι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσαι μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τῷ τραχήλῳ σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις. 16 But I have heard of you, that you can give interpretations and dissolve doubts. Now if you can read the writing, and make known to me its interpretation, you shall be clothed with purple, and have a chain of gold around your neck, and shall be the third ruler in the kingdom.”
17 Καὶ εἶπε Δανιὴλ ἐνώπιον τοῦ βασιλέως, τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δὸς, ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσω σοι, 17 Then Daniel answered the king, “Let your gifts be to yourself, and give your rewards to another. Nevertheless, I will read the writing to the king, and make known to him the interpretation.
18 βασιλεῦ· ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου· 18 “To you, king, the Most High God gave Nebuchadnezzar your father the kingdom, and greatness, and glory, and majesty.
19 Καὶ ἀπὸ τῆς μεγαλωσύνης ἧς ἔδωκεν αὐτῷ πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ· οὓς ἠβούλετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἠβούλετο αὐτὸς ἔτυπτε, καὶ οὓς ἠβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἠβούλετο αὐτὸς ἐταπείνου. 19 Because of the greatness that he gave him, all the peoples, nations, and languages trembled and feared before him. He killed whom he wanted to, and he kept alive whom he wanted to. He raised up whom he wanted to, and he put down whom he wanted to.
20 Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας, καὶ ἡ τιμὴ ἀφῃρέθη ἀπʼ αὐτοῦ, 20 But when his heart was lifted up, and his spirit was hardened so that he dealt proudly, he was deposed from his kingly throne, and they took his glory from him.
21 καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ τῶν ὀνάγρων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν. 21 He was driven from the sons of men and his heart was made like the animals’, and his dwelling was with the wild donkeys. He was fed with grass like oxen, and his body was wet with the dew of the sky, until he knew that the Most High God rules in the kingdom of men, and that he sets up over it whomever he will.
22 Καὶ σὺ οὖν ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ· οὐ πάντα ταῦτα ἔγνως; 22 “You, his son, Belshazzar, have not humbled your heart, though you knew all this,
23 Καὶ ἐπὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκαν ἐνώπιόν σου, καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παλλακαί σου, καὶ αἱ παράκοιτοί σου οἶνον ἐπίνετε ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οἳ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν οὗ ἡ πνοή σου ἐν χειρὶ αὐτοῦ καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας. 23 but have lifted up yourself against the Lord of heaven; and they have brought the vessels of his house before you, and you and your lords, your wives, and your concubines, have drunk wine from them. You have praised the gods of silver, gold, bronze, iron, wood, and stone, which don’t see, hear, or know; and you have not glorified the God in whose hand is your breath and whose are all your ways.
24 Διατοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε. 24 Then the part of the hand was sent from before him, and this writing was inscribed.
25 Καὶ αὕτη ἡ γραφὴ ἐντεταγμένη, Μανὴ, Θεκὲλ, Φάρες. 25 “This is the writing that was inscribed: ‘MENE, MENE, TEKEL, UPHARSIN.’
26 Τοῦτο τὸ σύγκριμα τοῦ ῥήματος· Μανὴ, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. 26 “This is the interpretation of the thing: MENE: God has counted your kingdom, and brought it to an end.
27 Θεκὲλ, ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστεροῦσα. 27 TEKEL: you are weighed in the balances, and are found wanting.
28 Φάρες, διήρηται ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. 28 PERES: your kingdom is divided, and given to the Medes and Persians.”
29 Καὶ εἶπε Βαλτάσαρ, καὶ ἐνέδυσαν τον Δανιὴλ πορφύραν, καὶ τὸν μανιάκην τὸν χρυσοῦν περιέθηκαν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐκήρυξε περὶ αὐτοῦ, εἶναι αὐτὸν ἄρχοντα τρίτον ἐν τῇ βασιλείᾳ. 29 Then Belshazzar commanded, and they clothed Daniel with purple, and put a chain of gold about his neck, and proclaimed that he should be the third highest ruler in the kingdom.
30 Ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ βασιλεὺς ὁ Χαλδαῖος, 30 In that night Belshazzar the Chaldean King was slain. 31 Darius the Mede received the kingdom, being about sixty-two years old.