1 Ἐνισχύσατε υἱοὶ Βενιαμὶν ἐκ μέσου τῆς Ἱερουσαλὴμ, καὶ ἐν Θεκουὲ σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθαχαρμὰ ἄρατε σημεῖον, ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ Βοῤῥᾶ, καὶ συντριβὴ μεγάλη γίνεται· 2 καὶ ἀφαιρεθήσεται τὸ ὕψος θύγατερ Σιών. 3 Εἰς αὐτὴν ἥξουσι ποιμένες, καὶ τὰ ποίμνια αὐτῶν· καὶ πήξουσιν ἐπʼ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ. 4 Παρασκευάσασθε ἐπʼ αὐτὴν εἰς πόλεμον, ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὅτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας. 5 Ἀνάστητε, καὶ ἀναβῶμεν ἐπʼ αὐτὴν νυκτὶ, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς. 6 Ὅτι τάδε λέγει Κύριος, ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἱερουσαλὴμ δύναμιν· ὦ πόλις ψευδὴς, ὅλη καταδυναστεία ἐν αὐτῇ. 7 Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διαπαντός. 8 Πόνῳ καὶ μάστιγι παιδευθήσῃ Ἱερουσαλὴμ, μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικισθῇ. 9 Ὅτι τάδε λέγει Κύριος, καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραὴλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ. 10 Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ εἰσακούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμὸν, οὐ μὴ βουληθῶσιν αὐτό. 11 Καὶ τὸν θυμόν μου ἔπλησα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, καὶ ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συλληφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν. 12 Καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπιτοαυτό· ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος. 13 Ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως καὶ ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ. 14 Καὶ ἰῶντο σύντριμμα τοῦ λαοῦ μου, ἐξουθενοῦντες καὶ λέγοντες, εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη; 15 Κατῃσχύνθησαν, ὅτι ἐξελίποσαν· καὶ οὐδʼ ὡς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διατοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπε Κύριος. 16 Τάδε λέγει Κύριος, στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους· καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· Καὶ εἶπαν, οὐ πορευσόμεθα. 17 Καθέστακα ἐφʼ ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. 18 Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν. 19 Ἄκουε γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο. 20 Ἱνατί μοι λίβανον ἐκ Σαβὰ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι. 21 Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ ἀσθενήσουσι πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται. 22 Τάδε λέγει Κύριος, ἰδοὺ λαὸς ἔρχεται ἀπὸ Βοῤῥᾶ, καὶ ἔθνη ἐξεγερθήσονται ἀπʼ ἐσχάτου τῆς γῆς. 23 Τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφʼ ἵπποις καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σὲ, θύγατερ Σιών. 24 Ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης. 25 Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν. 26 Θύγατερ λαοῦ μου περίζωσαι σάκκον, κατάπασσε ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποιήσαι σεαυτῇ κοπετὸν οἰκτρὸν, ὅτι ἐξαίφνης ἥξει ταλαιπωρία ἐφʼ ὑμᾶς. 27 Δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις, καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν, 28 πάντες ἀνήκοοι πορεύομενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν. 29 Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρὸς, ἐξέλιπε μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη. 30 Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.
Jeremías · Septuaginta griega de Brenton
Jeremías 6 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Referencias cruzadas (30)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Nehemías 3:14; Jeremías 6:22; 2 Samuel 14:2; 2 Crónicas 11:6; Jueces 1:21
- 2 Jeremías 4:31; Isaías 1:8; Lamentaciones 2:13; Isaías 3:16–17; Lamentaciones 2:1
- 3 Lucas 19:43; Jeremías 39:1–3; 2 Reyes 24:10–12; 2 Reyes 25:1–4; Nahúm 3:18
- 4 Jeremías 15:8; Sofonías 2:4; Joel 3:9; Jeremías 8:20; Cantar de los Cantares 2:17
- 5 Isaías 32:14; Jeremías 52:13; Oseas 8:14; 2 Crónicas 36:19; Jeremías 9:21
- 6 Jeremías 32:24; Deuteronomio 20:19–20
- 7 Ezequiel 7:23; Ezequiel 7:11; Jeremías 20:8; Isaías 57:20; Santiago 3:10–12
- 8 Ezequiel 23:18; Oseas 9:12; Jeremías 17:23; Jeremías 35:13–15; Sofonías 3:7
- 9 Jeremías 49:9; Jeremías 16:16; Abdías 5–6; Jeremías 52:28–30; Apocalipsis 14:18
- 10 Hechos 7:51; Jeremías 7:26; Hebreos 11:7; Juan 7:7; Éxodo 6:12
- 11 Jeremías 20:9; Jeremías 9:21; Job 32:18–19; Miqueas 3:8; Hechos 4:20
- 12 Jeremías 8:10; Isaías 5:25; Lamentaciones 3:3; Sofonías 1:13; Lamentaciones 5:3
- 13 Jeremías 23:11; Jeremías 8:10; Miqueas 3:11; Jeremías 22:17; Miqueas 3:2–3
- 14 Ezequiel 13:10; Jeremías 23:17; Jeremías 4:10; Lamentaciones 2:14; Jeremías 14:13
- 15 Jeremías 8:12; Mateo 15:14; Jeremías 3:3; Filipenses 3:19; Proverbios 29:1
- 16 Isaías 30:21; Deuteronomio 32:7; Jeremías 18:15; Mateo 11:28–29; Jeremías 7:23
- 17 Jeremías 25:4; Isaías 58:1; Isaías 21:11; Zacarías 7:11; Habacuc 2:1
- 18 Salmo 50:4–6; Miqueas 6:5; Isaías 5:3; Jeremías 4:10; Deuteronomio 29:24–28
- 19 Isaías 1:2; Jeremías 17:10; Jeremías 8:9; Hechos 8:22; Miqueas 6:2
- 20 Isaías 1:11; Amós 5:21–22; Miqueas 6:6–8; Salmo 40:6; Salmo 50:7–13
- 21 Isaías 8:14; Ezequiel 3:20; Jeremías 13:16; Isaías 9:14–17; Ezequiel 9:5–7
- 22 Jeremías 10:22; Jeremías 50:41–43; Jeremías 1:14–15; Jeremías 25:9; Jeremías 5:15
- 23 Isaías 13:18; Jeremías 50:42; Jeremías 4:13; Jeremías 30:14; Ezequiel 23:22–25
- 24 Jeremías 50:43; Jeremías 49:24; Jeremías 4:31; Isaías 21:3; Jeremías 4:19–21
- 25 Jeremías 49:29; Jeremías 14:18; Salmo 31:13; Jeremías 20:10; Job 18:11
- 26 Zacarías 12:10; Jeremías 4:8; Lamentaciones 4:6; Isaías 30:13; Jeremías 9:17–22
- 27 Jeremías 1:18; Jeremías 15:20; Jeremías 9:7; Ezequiel 3:8–10; Ezequiel 20:4
- 28 Jeremías 9:4; Jeremías 5:23; Jeremías 18:18; Ezequiel 22:18–22; Apocalipsis 19:2
- 29 Proverbios 17:3; Isaías 49:4; 1 Pedro 4:12; Zacarías 13:9; Ezequiel 24:13
- 30 Oseas 9:17; Isaías 1:22; Salmo 119:119; Isaías 1:25; Jeremías 14:19
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
Your whole burnt-offerings and sacrifices are not acceptable to Me;" He proceeds: "Hear the word of the Lord, all Judah.