Josué · Septuaginta griega de Brenton
Josué 22 Septuaginta griega de Brenton
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Notas sobre este texto (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
1 Τότε συνεκάλεσεν Ἰησοῦς τοὺς υἱοὺς Ῥουβὴν, καὶ τοὺς υἱοὺς Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ,
1 Then Joshua called the Reubenites, the Gadites, and the half-tribe of Manasseh,
2 καὶ εἶπεν αὐτοῖς, ὑμεῖς ἀκηκόατε πάντα ὅσα ἐνετείλατο ὑμῖν Μωυσῆς ὁ παῖς Κυρίου, καὶ ὑπηκούσατε τῆς φωνῆς μου κατὰ πάντα ὅσα ἐνετείλατο ὑμῖν.
2 and said to them, “You have kept all that Moses the servant of Yahweh commanded you, and have listened to my voice in all that I commanded you.
3 Οὐκ ἐγκαταλελοίπατε τοὺς ἀδελφοὺς ὑμῶν ταύτας τὰς ἡμέρας πλείους· ἕως τῆς σήμερον ἡυμέρας ἐφυλάξατε τὴν ἐντολὴν Κυρίου τοῦ Θεοῦ ὑμῶν.
3 You have not left your brothers these many days to this day, but have performed the duty of the commandment of Yahweh your God.
4 Νῦν δὲ κατέπαυσε Κύριος ὁ Θεὸς ἡμῶν τοὺς ἀδελφοὺς ἡμῶν, ὃν τρόπον εἶπεν αὐτοῖς· νῦν οὖν ἀποστραφέντες, ἀπέλθατε εἰς τοὺς οἴκους ὑμῶν, καὶ εἰς τὴν γῆν τῆς κατασχέσεως ὑμῶν, ἣν ἔδωκεν ὑμῖν Μωυσῆς ἐν τῷ πέραν τοῦ Ἰορδάνου.
4 Now Yahweh your God has given rest to your brothers, as he spoke to them. Therefore now return and go to your tents, to the land of your possession, which Moses the servant of Yahweh gave you beyond the Jordan.
5 Ἀλλὰ φυλάξασθε σφόδρα ποιεῖν τὰς ἐντολὰς καὶ τὸν νόμον, ὃν ἐνετείλατο ἡμῖν ποιεῖν Μωυσῆς ὁ παῖς Κυρίου· ἀγαπᾷν Κύριον τὸν Θεὸν ἡμῶν, πορεύεσθαι πάσαις ταῖς ὁδοῖς αὐτοῦ, φυλάξασθαι τὰς ἐντολὰς αὐτοῦ, καὶ προσκεῖσθαι αὐτῷ, καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς διανοίας ὑμῶν, καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
5 Only take diligent heed to do the commandment and the law which Moses the servant of Yahweh commanded you, to love Yahweh your God, to walk in all his ways, to keep his commandments, to hold fast to him, and to serve him with all your heart and with all your soul.”
6 Καὶ εὐλόγησεν αὐτοὺς Ἰησοῦς, καὶ ἐξαπέστειλεν αὐτούς· καὶ ἐπορεύθησαν εἰς τοὺς οἴκους αὐτῶν.
6 So Joshua blessed them, and sent them away; and they went to their tents.
7 Καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ ἔδωκε Μωυσῆς ἐν τῇ Βασανίτιδι, καὶ τῷ ἡμίσει ἔδωκεν Ἰησοῦς μετὰ τῶν ἀδελφῶν αὐτοῦ ἐν τῷ πέραν τοῦ Ἰορδάνου παρὰ θάλασσαν· καὶ ἡνίκα ἐξαπέστειλεν αὐτοὺς Ἰησοῦς εἰς τοὺς οἴκους αὐτῶν καὶ εὐλόγησεν αὐτούς.
7 Now to the one half-tribe of Manasseh Moses had given inheritance in Bashan; but Joshua gave to the other half among their brothers beyond the Jordan westward. Moreover when Joshua sent them away to their tents, he blessed them,
8 Καὶ ἐν χρήμασι πολλοῖς ἀπήλθοσαν εἰς τοὺς οἴκους αὐτῶν· καὶ κτήνη πολλὰ σφόδρα, καὶ ἀργύριον, καὶ χρυσίον, καὶ σίδηρον, καὶ ἱματισμὸν πολὺν, διείλαντο τὴν προνομὴν τῶν ἐχθρῶν μετὰ τῶν ἀδελφῶν αὐτῶν.
8 and spoke to them, saying, “Return with much wealth to your tents, with very much livestock, with silver, with gold, with bronze, with iron, and with very much clothing. Divide the plunder of your enemies with your brothers.”
9 Καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπὸ τῶν υἱῶν Ἰσραὴλ ἐν Σηλὼ ἐν γῇ Χαναὰν ἀπελθεῖν εἰς τὴν Γαλαὰδ εἰς γῆν κατασχέσεως αὐτῶν, ἣν ἐκληρονόμησαν αὐτὴν διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.
9 The children of Reuben and the children of Gad and the half-tribe of Manasseh returned, and departed from the children of Israel out of Shiloh, which is in the land of Canaan, to go to the land of Gilead, to the land of their possession, which they owned, according to the commandment of Yahweh by Moses.
10 Καὶ ἦλθον εἰς Γαλαὰδ τοῦ Ἰορδάνου, ἥ ἐστιν ἐν γῇ Χαναάν· καὶ ᾠκοδόμησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἐκεῖ βωμὸν ἐπὶ τοῦ Ἰορδάνου, βωμὸν μέγαν τοῦ ἰδεῖν.
10 When they came to the region near the Jordan, that is in the land of Canaan, the children of Reuben and the children of Gad and the half-tribe of Manasseh built an altar there by the Jordan, a great altar to look at.
11 Καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραὴλ λεγόντων, Ἰδοῦ ᾠκοδομήκασιν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ βωμὸν ἐφʼ ὁρίων γῆς Χαναὰν ἐπὶ τοῦ Γαλαὰδ τοῦ Ἰορδάνου ἐν τῷ πέραν υἱῶν Ἰσραήλ.
11 The children of Israel heard this, “Behold, the children of Reuben and the children of Gad and the half-tribe of Manasseh have built an altar along the border of the land of Canaan, in the region around the Jordan, on the side that belongs to the children of Israel.”
12 Καὶ συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Σηλὼ, ὥστε ἀναβάντες ἐκπολεμῆσαι αὐτούς.
12 When the children of Israel heard of it, the whole congregation of the children of Israel gathered themselves together at Shiloh, to go up against them to war.
13 Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς τοὺς υἱοὺς Ῥουβὴν καὶ πρὸς τοὺς υἱοὺς Γὰδ καὶ πρὸς τοὺς υἱοὺς ἥμισυ φυλῆς Μανασσῆ εἰς γῆν Γαλαὰδ, τόν τε Φινεὲς υἱὸν Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἀρχιερέως,
13 The children of Israel sent to the children of Reuben, and to the children of Gad, and to the half-tribe of Manasseh, into the land of Gilead, Phinehas the son of Eleazar the priest.
14 καὶ δέκα τῶν ἀρχόντων μετʼ αὐτοῦ· ἄρχων εἷς ἀπὸ οἴκου πατριᾶς ἀπὸ πασῶν φυλῶν Ἰσραήλ· ἄρχοντες οἴκων πατριῶν εἰσι χιλίαρχοι Ἰσραήλ.
14 With him were ten princes, one prince of a fathers’ house for each of the tribes of Israel; and they were each head of their fathers’ houses among the thousands of Israel.
15 Καὶ παρεγένοντο πρὸς τοὺς υἱοὺς Ῥουβὴν, καὶ πρὸς τοὺς υἱοὺς Γὰδ, καὶ πρὸς τοὺς ἡμίσεις φυλῆς Μανασσῆ εἰς γῆν Γαλαάδ· καὶ ἐλάλησαν πρὸς αὐτοὺς, λέγοντες,
15 They came to the children of Reuben, and to the children of Gad, and to the half-tribe of Manasseh, to the land of Gilead, and they spoke with them, saying,
16 τάδε λέγει πᾶσα ἡ συναγωγὴ Κυρίου, τίς ἡ πλημμέλεια αὕτη, ἣν ἐπλημμελήσατε ἐναντίον τοῦ Θεοῦ Ἰσραὴλ, ἀποστραφῆναι σήμερον ἀπὸ Κυρίου, οἰκοδομήσαντες ὑμῖν ἑαυτοῖς βωμὸν, ἀποστάτας ὑμᾶς γενέσθαι ἀπὸ τοῦ Κυρίου;
16 “The whole congregation of Yahweh says, ‘What trespass is this that you have committed against the God of Israel, to turn away today from following Yahweh, in that you have built yourselves an altar, to rebel today against Yahweh?
17 Μὴ μικρὸν ἡμῖν τὸ ἁμάρτημα Φογὼρ, ὅτι οὐκ ἐκαθαρίσθημεν ἀπʼ αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης; καὶ ἐγενήθη πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου.
17 Is the iniquity of Peor too little for us, from which we have not cleansed ourselves to this day, although there came a plague on the congregation of Yahweh,
18 Καὶ ὑμεῖς ἀπεστράφητε σήμερον ἀπὸ Κυρίου· καὶ ἔσται ἐὰν ἀποστῆτε σήμερον ἀπὸ Κυρίου, καὶ αὔριον ἐπὶ πάντα Ἰσραὴλ ἔσται ἡ ὀργή.
18 that you must turn away today from following Yahweh? It will be, since you rebel today against Yahweh, that tomorrow he will be angry with the whole congregation of Israel.
19 Καὶ νῦν εἰ μικρὰ ἡ γῆ ὑμῶν τῆς κατασχέσεως ὑμῶν, διάβητε εἰς τὴν γῆν τῆς Κυρίου κατασχέσεως, οὗ κατασκηνοῖ ἐκεῖ ἡ σκηνὴ Κυρίου, καὶ κατακληρονομήσετε ἐν ἡμῖν· καὶ μὴ ἀπὸ Θεοῦ ἀποστάται γενήθητε, καὶ ὑμεῖς μηδʼ ἀπόστητε ἀπὸ Κυρίου, διὰ τὸ οἰκοδομῆσαι ὑμᾶς βωμὸν ἔξω τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ ἡμῶν.
19 However, if the land of your possession is unclean, then pass over to the land of the possession of Yahweh, in which Yahweh’s tabernacle dwells, and take possession among us; but don’t rebel against Yahweh, nor rebel against us, in building an altar other than Yahweh our God’s altar.
20 Οὐκ ἰδοὺ Ἄχαρ ὁ τοῦ Ζαρᾶ πλημμελείᾳ ἐπλημμέλησεν ἀπὸ τοῦ ἀναθέματος, καὶ ἐπὶ πᾶσαν συναγωγὴν Ἰσραὴλ ἐγενήθη ὀργή; καὶ οὗτος εἷς αὐτὸς ἀπέθανε τῇ ἑαυτοῦ ἁμαρτίᾳ.
20 Didn’t Achan the son of Zerah commit a trespass in the devoted thing, and wrath fell on all the congregation of Israel? That man didn’t perish alone in his iniquity.’”
21 Καὶ ἀπεκρίθησαν οἱ υἱοὶ Ῥουβὴν, καὶ οἱ υἱοὶ Γὰδ, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἐλάλησαν τοῖς χιλιάρχοις Ἰσραὴλ, λέγοντες,
21 Then the children of Reuben and the children of Gad and the half-tribe of Manasseh answered, and spoke to the heads of the thousands of Israel,
22 ὁ Θεὸς Θεὸς Κύριός ἐστι, καὶ ὁ Θεὸς Θεὸς αὐτὸς οἶδε, καὶ Ἰσραὴλ αὐτὸς γνώσεται· εἰ ἐν ἀποστασίᾳ ἐπλημμελήσαμεν ἔναντι τοῦ Κυρίου, μὴ ῥύσαιτο ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
22 “The Mighty One, God, Yahweh, the Mighty One, God, Yahweh, he knows; and Israel shall know: if it was in rebellion, or if in trespass against Yahweh (don’t save us today),
23 Καὶ εἰ ᾠκοδομήσαμεν ἑαυτοῖς βωμὸν, ὥστε ἀποστῆναι ἀπὸ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ὥστε ἀναβιβάσαι ἐπʼ αὐτὸν θυσίαν ὁλοκαυτωμάτων, ὥστε ποιῆσαι ἐπʼ αὐτοῦ θυσίαν σωτηρίου, Κύριος ἐκζητήσει.
23 that we have built us an altar to turn away from following Yahweh; or if to offer burnt offering or meal offering, or if to offer sacrifices of peace offerings, let Yahweh himself require it.
24 Ἀλλʼ ἕνεκεν εὐλαβείας ῥήματος ἐποιήσαμεν τοῦτο, λέγοντες, ἵνα μὴ εἴπωσιν αὔριον τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν, τί ὑμῖν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ;
24 “If we have not out of concern done this, and for a reason, saying, ‘In time to come your children might speak to our children, saying, “What have you to do with Yahweh, the God of Israel?
25 Καὶ ὅρια ἔθηκε Κύριος ἀναμέσον ἡμῶν καὶ ὑμῶν τὸν Ἰορδάνην, καὶ οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου· καὶ ἀπαλλοτριώσουσιν οἱ υἱοὶ ὑμῶν τοὺς υἱῶν ἡμῶν, ἵνα μὴ σέβωνται Κύριον.
25 For Yahweh has made the Jordan a border between us and you, you children of Reuben and children of Gad. You have no portion in Yahweh.”’ So your children might make our children cease from fearing Yahweh.
26 Καὶ εἴπαμεν ποιῆσαι οὕτω, τοῦ οἰκοδομῆσαι τὸν βωμὸν τοῦτον οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν,
26 “Therefore we said, ‘Let’s now prepare to build ourselves an altar, not for burnt offering, nor for sacrifice;
27 ἀλλʼ ἵνα ᾖ τοῦτο μαρτύριον ἀναμέσον ἡμῶν καὶ ὑμῶν, καὶ ἀναμέσον τῶν γενεῶν ἡμῶν μεθʼ ἡμᾶς, τοῦ λατρεύειν λατρείαν Κυρίου ἐναντίον αὐτοῦ, ἐν τοῖς καρπώμασιν ἡμῶν καὶ ἐν ταῖς θυσίαις ἡμῶν καὶ ἐν ταῖς θυσίαις τῶν σωτηρίων ἡμῶν· καὶ οὐκ ἐροῦσι τὰ τέκνα ὑμῶν τοῖς τέκνοις ἡμῶν αὔριον, οὐκ ἔστιν ὑμῖν μερὶς Κυρίου.
27 but it will be a witness between us and you, and between our generations after us, that we may perform the service of Yahweh before him with our burnt offerings, with our sacrifices, and with our peace offerings;’ that your children may not tell our children in time to come, ‘You have no portion in Yahweh.’
28 Καὶ εἴπαμεν, ἐὰν γένηταί ποτε καὶ λαλήσωσι πρὸς ἡμᾶς, ἢ ταῖς γενεαῖς ἡμῶν αὔριον, καὶ ἐροῦσιν, ἴδετε ὁμοίωμα τοῦ θυσιαστηρίου Κυρίου, ὃ ἐποίησαν οἱ πατέρες ἡμῶν οὐχ ἕνεκεν καρπωμάτων οὐδὲ ἕνεκεν θυσιῶν, ἀλλὰ μαρτύριόν ἐστιν ἀναμέσον ὑμῶν καὶ ἀναμέσον ἡμῶν, καὶ ἀναμέσον τῶν υἱῶν ἡμῶν.
28 “Therefore we said, ‘It shall be, when they tell us or our generations this in time to come, that we shall say, “Behold the pattern of Yahweh’s altar, which our fathers made, not for burnt offering, nor for sacrifice; but it is a witness between us and you.”’
29 Μὴ γένοιτο οὖν ἡμᾶς ἀποστραφῆναι ἀπὸ Κυρίου ἐν τῇ σήμερον ἡμέρᾳ ἀποστῆναι ἀπὸ Κυρίου, ὥστε οἰκοδομῆσαι ἡμᾶς θυσιαστήριον τοῖς καρπώμασι, καὶ ταῖς θυσίαις Σαλαμὶν, καὶ τῇ θυσίᾳ τοῦ σωτηρίου, πλὴν τοῦ θυσιαστηρίου Κυρίου ὅ ἐστιν ἐναντίον τῆς σκηνῆς αὐτοῦ.
29 “Far be it from us that we should rebel against Yahweh, and turn away today from following Yahweh, to build an altar for burnt offering, for meal offering, or for sacrifice, besides Yahweh our God’s altar that is before his tabernacle!”
30 Καὶ ἀκούσας Φινεὲς ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς Ἰσραὴλ οἳ ἦσαν μετʼ αὐτοῦ, τοὺς λόγους οὓς ἐλάλησαν οἱ υἱοὶ Ῥουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ, καὶ ἤρεσεν αὐτοῖς.
30 When Phinehas the priest, and the princes of the congregation, even the heads of the thousands of Israel that were with him, heard the words that the children of Reuben and the children of Gad and the children of Manasseh spoke, it pleased them well.
31 Καὶ εἶπε Φινεὲς ὁ ἱερεὺς τοῖς υἱοῖς Ῥουβὴν καὶ τοῖς υἱοῖς Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, σήμερον ἐγνώκαμεν ὅτι μεθʼ ἡμῶν Κύριος, διότι οὐκ ἐπλημμελήσατε ἐναντίον Κυρίου πλημμέλειαν, καὶ ὅτι ἐῤῥύσασθε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ χειρὸς Κυρίου.
31 Phinehas the son of Eleazar the priest said to the children of Reuben, to the children of Gad, and to the children of Manasseh, “Today we know that Yahweh is among us, because you have not committed this trespass against Yahweh. Now you have delivered the children of Israel out of Yahweh’s hand.”
32 Καὶ ἀπέστρεψε Φινεὲς ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες ἀπὸ τῶν υἱῶν Ῥουβὴν καὶ ἀπὸ τῶν υἱῶν Γὰδ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐκ τῆς Γαλαὰδ εἰς γῆν Χαναὰν πρὸς τοὺς υἱοὺς Ἰσραήλ· καὶ ἀπεκρίθησαν αὐτοῖς τοὺς λόγους.
32 Phinehas the son of Eleazar the priest, and the princes, returned from the children of Reuben, and from the children of Gad, out of the land of Gilead, to the land of Canaan, to the children of Israel, and brought them word again.
33 Καὶ ἤρεσε τοῖς υἱοῖς Ἰσραήλ· καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ εὐλόγησαν τὸν Θεὸν υἱῶν Ἰσραήλ· καὶ εἶπαν μηκέτι ἀναβῆναι πρὸς αὐτοὺς εἰς πόλεμον ἐξολοθρεῦσαι τὴν γῆν τῶν υἱῶν Ῥουβὴν καὶ τῶν υἱων Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ· καὶ κατῴκησαν ἐπʼ αὐτῆς.
33 The thing pleased the children of Israel; and the children of Israel blessed God, and spoke no more of going up against them to war, to destroy the land in which the children of Reuben and the children of Gad lived.
34 Καὶ ἐπωνόμασεν Ἰησοῦς τὸν βωμὸν τῶν Ῥουβὴν καὶ τῶν Γὰδ καὶ τοῦ ἡμίσους φυλῆς Μανασσῆ, καὶ εἶπεν, ὅτι μαρτύριόν ἐστιν ἀναμέσον αὐτῶν, ὅτι Κύριος ὁ Θεὸς αὐτῶν ἐστι.
34 The children of Reuben and the children of Gad named the altar “A Witness Between Us that Yahweh is God.”
Referencias cruzadas (33)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Números 32:18–33; Deuteronomio 29:7–8
- 2 Josué 1:12–18; Números 32:20–29; Deuteronomio 3:16–20
- 3 Filipenses 1:23–27
- 4 Números 32:18; Josué 13:8; Deuteronomio 3:20; Números 32:33–42; Josué 21:43–44
- 5 Mateo 22:37; Éxodo 20:6; Romanos 8:28; Éxodo 15:26; Deuteronomio 11:22
- 6 Josué 14:13; Lucas 24:50; Génesis 47:7; Éxodo 39:43; 2 Samuel 6:18
- 7 Josué 17:1–12; Números 32:33; Josué 13:29–31
- 8 Números 31:27; Deuteronomio 8:9–14; Deuteronomio 8:17–18; 1 Samuel 30:24; Proverbios 3:16
- 9 Números 32:29; Números 32:26; Números 32:1; Josué 13:31; Salmo 60:7
- 10 Josué 24:26–27; Josué 22:25–28; Génesis 28:18; Josué 4:5–9; Génesis 31:46–52
- 11 Deuteronomio 13:12–14; Josué 2:7; Deuteronomio 12:5–7; Levítico 17:8–9; Juan 1:28
- 12 Jueces 20:1–11; Josué 18:1; Hechos 11:2–3; Romanos 10:2; Gálatas 4:17–18
- 13 Números 25:7; Jueces 20:28; Salmo 106:30–31; Éxodo 6:25; Proverbios 25:9–13
- 14 Números 1:4; Éxodo 18:25
- 15 Números 32:15; 1 Corintios 1:10; Deuteronomio 30:17; Levítico 26:40; Isaías 63:10
- 16 Deuteronomio 12:13–14
- 17 Deuteronomio 4:3–4; Salmo 106:28–29; Números 25:1–18; 1 Corintios 10:11; 1 Corintios 10:8
- 18 Números 16:22; Josué 22:16; Deuteronomio 7:4; 1 Samuel 12:14; 1 Crónicas 21:1
- 19 Josué 18:1; Amós 7:17; 2 Crónicas 11:13; Hechos 11:8–9; Hechos 10:14–15
- 20 Josué 7:1; Josué 7:5; Josué 7:24; Josué 7:18; 1 Corintios 10:6
- 21 Proverbios 24:26; 1 Pedro 3:15; Proverbios 16:1; Proverbios 18:13; Éxodo 18:21–25
- 22 1 Reyes 8:39; Salmo 44:21; Deuteronomio 10:17; Job 10:7; Jeremías 17:10
- 23 1 Samuel 20:16; Deuteronomio 18:19; Génesis 9:4; Ezequiel 3:18; Deuteronomio 12:11
- 24 Josué 4:6; Génesis 18:19; Deuteronomio 6:20; Génesis 30:33; Éxodo 13:14
- 25 Josué 22:27; 1 Reyes 12:16; 1 Reyes 12:27–30; 1 Reyes 14:16; 2 Samuel 20:1
- 27 Josué 24:27; Génesis 31:48; Deuteronomio 12:5–6; Josué 22:34; Deuteronomio 12:11
- 28 Éxodo 25:40; Ezequiel 43:10–11; Hebreos 8:5; 2 Reyes 16:10
- 29 Deuteronomio 12:13–14; Josué 24:16; Génesis 44:7; 1 Samuel 12:23; Josué 22:23
- 30 Josué 22:33; 2 Crónicas 30:4; Génesis 28:8; Jueces 8:3; 1 Samuel 29:6
- 31 2 Crónicas 15:2; Levítico 26:11–12; Josué 3:10; 1 Corintios 14:25; Zacarías 8:23
- 32 Josué 22:12–14; Proverbios 25:13
- 33 Daniel 2:19; Lucas 2:28; 1 Crónicas 29:20; Josué 22:30; 1 Tesalonicenses 3:6–8
- 34 Josué 22:27; Isaías 43:10; Mateo 4:10; Josué 24:27; 1 Reyes 18:39
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias