Saltar al texto

1 Pedro · Texto Patriarcal (Antoniades 1904/1912)

1 Pedro 1 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 πετρος, αποστολος ιησου χριστου, εκλεκτοις παρεπιδημοις διασπορας ποντου, γαλατιας, καππαδοκιας, ασιας και βιθυνιας,
1 Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας,
2 κατα προγνωσιν θεου πατρος, εν αγιασμω πνευματος, εις υπακοην και ραντισμον αιματος ιησου χριστου· χαρις υμιν και ειρηνη πληθυνθειη.
2 κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου, ο κατα το πολυ αυτου ελεος αναγεννησας ημας εις ελπιδα ζωσαν δι αναστασεως ιησου χριστου εκ νεκρων,
3 Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾽ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
4 εις κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον, τετηρημενην εν ουρανοις εις υμας
4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς
5 τους εν δυναμει θεου φρουρουμενους δια πιστεως εις σωτηριαν ετοιμην αποκαλυφθηναι εν καιρω εσχατω·
5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ·
6 εν ω αγαλλιασθε, ολιγον αρτι, ει δεον εστιν, λυπηθεντες εν ποικιλοις πειρασμοις,
6 ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς,
7 ινα το δοκιμιον υμων της πιστεως πολυτιμοτερον χρυσιου του απολλυμενου δια πυρος δε δοκιμαζομενου ευρεθη εις επαινον και τιμην και δοξαν εν αποκαλυψει ιησου χριστου,
7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
8 ον ουκ ειδοτες αγαπατε, εις ον αρτι μη ορωντες, πιστευοντες δε αγαλλιασθε χαρα ανεκλαλητω και δεδοξασμενη,
8 ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ,
9 κομιζομενοι το τελος της πιστεως υμων, σωτηριαν ψυχων.
9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
10 περι ης σωτηριας εξεζητησαν και εξηρευνησαν προφηται οι περι της εις υμας χαριτος προφητευσαντες,
10 περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες,
11 ερευνωντες εις τινα η ποιον καιρον εδηλου το εν αυτοις πνευμα χριστου προμαρτυρομενον τα εις χριστον παθηματα και τας μετα ταυτα δοξας·
11 ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας·
12 οις απεκαλυφθη οτι ουχ εαυτοις, υμιν δε διηκονουν αυτα, α νυν ανηγγελη υμιν δια των ευαγγελισαμενων υμας εν πνευματι αγιω αποσταλεντι απ ουρανου, εις α επιθυμουσιν αγγελοι παρακυψαι.
12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ᾽ οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
13 διο αναζωσαμενοι τας οσφυας της διανοιας υμων, νηφοντες, τελειως ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου,
13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ,
14 ως τεκνα υπακοης μη συσχηματιζομενοι ταις προτερον εν τη αγνοια υμων επιθυμιαις,
14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις,
15 αλλα κατα τον καλεσαντα υμας αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε,
15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε,
16 διοτι γεγραπται· αγιοι γινεσθε, οτι εγω αγιος ειμι.
16 διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
17 και ει πατερα επικαλεισθε τον απροσωποληπτως κρινοντα κατα το εκαστου εργον, εν φοβω τον της παροικιας υμων χρονον αναστραφητε,
17 καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,
18 ειδοτες οτι ου φθαρτοις, αργυριω η χρυσιω, ελυτρωθητε εκ της ματαιας υμων αναστροφης πατροπαραδοτου,
18 εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου,
19 αλλα τιμιω αιματι ως αμνου αμωμου και ασπιλου χριστου,
19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ,
20 προεγνωσμενου μεν προ καταβολης κοσμου, φανερωθεντος δε επ εσχατων των χρονων δι υμας
20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ᾽ ἐσχάτων τῶν χρόνων δι᾽ ὑμᾶς
21 τους δι αυτου πιστευοντας εις θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα, ωστε την πιστιν υμων και ελπιδα ειναι εις θεον.
21 τοὺς δι᾽ αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν.
22 τας ψυχας υμων ηγνικοτες εν τη υπακοη της αληθειας δια πνευματος εις φιλαδελφιαν ανυποκριτον, εκ καθαρας καρδιας αλληλους αγαπησατε εκτενως,
22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς,
23 αναγεγεννημενοι ουκ εκ σπορας φθαρτης, αλλα αφθαρτου, δια λογου ζωντος θεου και μενοντος εις τον αιωνα·
23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα·
24 διοτι πασα σαρξ ως χορτος, και πασα δοξα ανθρωπου ως ανθος χορτου· εξηρανθη ο χορτος, και το ανθος αυτου εξεπεσεν·
24 διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε·
25 το δε ρημα κυριου μενει εις τον αιωνα. τουτο δε εστιν το ρημα το ευαγγελισθεν εις υμας.
25 τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Santiago 1:1; Hechos 2:5–11; Hebreos 11:13; Efesios 2:19; 1 Pedro 2:11
  2. 2 2 Tesalonicenses 2:13; Efesios 1:4–5; Hebreos 12:24; 1 Pedro 1:22; Romanos 11:2
  3. 3 1 Pedro 1:23; 1 Juan 5:4; Romanos 15:13; Tito 3:4–6; Efesios 1:7
  4. 4 Apocalipsis 21:27; Hebreos 9:15; 1 Pedro 5:4; 2 Timoteo 4:8; Mateo 25:34
  5. 5 Filipenses 1:6; Efesios 2:8; Romanos 8:31–39; 2 Tesalonicenses 2:13–14; Juan 10:28–30
  6. 6 Santiago 1:2; 1 Pedro 5:10; Romanos 12:12; Romanos 5:2; Mateo 5:12
  7. 7 Job 23:10; Santiago 1:12; Isaías 48:10; 1 Pedro 4:12; Santiago 1:3–4
  8. 8 Juan 20:29; 2 Corintios 5:7; Romanos 15:13; Hebreos 11:1; Juan 16:22
  9. 9 Romanos 6:22; Santiago 1:21; Hebreos 11:13
  10. 10 Mateo 13:17; Lucas 10:24; Daniel 2:44; Lucas 24:25–27; Juan 5:39
  11. 11 2 Pedro 1:21; Isaías 52:13–14; Lucas 24:25–27; Romanos 8:9; Hechos 26:22–23
  12. 12 Juan 15:26; 1 Corintios 2:10; Efesios 3:10; 1 Pedro 1:25; Hebreos 11:39–40
  13. 13 1 Pedro 5:8; Lucas 12:35; 1 Pedro 4:7; Hebreos 9:28; 1 Pedro 3:15
  14. 14 Romanos 12:2; Tito 3:3–5; 1 Pedro 4:2–3; Efesios 2:2; 1 Tesalonicenses 4:5
  15. 15 Mateo 5:48; 2 Corintios 7:1; Hebreos 12:14; Santiago 3:13; Efesios 5:1–2
  16. 16 Levítico 11:44; Levítico 19:2; Levítico 20:7
  17. 17 Hechos 10:34–35; 2 Crónicas 19:7; Filipenses 2:12; 2 Corintios 7:1; Mateo 6:9
  18. 18 1 Corintios 6:20; Tito 2:14; Salmo 49:7–8; 1 Corintios 7:23; Gálatas 1:4
  19. 19 1 Juan 1:7; 1 Pedro 2:22–24; Juan 1:29; Hebreos 9:12–14; Apocalipsis 5:9
  20. 20 Efesios 1:4; 2 Timoteo 1:9–10; Hebreos 9:26; Apocalipsis 13:8; Hebreos 1:2
  21. 21 Hechos 2:24; Juan 12:44; Hebreos 2:9; Hebreos 7:25; Hechos 2:32–33
  22. 22 1 Timoteo 1:5; Hebreos 13:1; Romanos 12:9–10; 1 Pedro 3:8; 1 Juan 4:12
  23. 23 1 Pedro 1:3; Hebreos 4:12; Juan 1:13; Juan 6:63; Juan 3:3
  24. 24 Isaías 40:6–8; Salmo 103:15; Santiago 4:14; Santiago 1:10–11; Salmo 37:2
  25. 25 Isaías 40:8; Mateo 5:18; Salmo 119:89; 1 Corintios 15:1–4; 1 Juan 1:1

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Cita 1:8 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    … Lord Jesus Christ, who for our sins suffered even unto death, [but] "whom God raised from the dead, having loosed the bands of the grave." "In whom, though now ye see Him not, ye believe, and believing, rejoice with joy unspeakable and full of glory;" into which joy many desire to enter, knowing that "by grace ye are saved, not …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  2. Cita 1:12 Irenaeus of Lyons, Against Heresies (Book II, Chapter XV)

    Admirable sophists, and explorers of the sublimities of the unknown Father, and rehearsers of those super-celestial mysteries "which the angels desire to look into!" --that they may learn that from the Nous of that Father who is above all, the Word was produced blind, that is, ignorant of the Father who produced him!

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 1:24 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXXII)

    … God destroy." "Let no man deceive himself." But perhaps a man will say, "My soul is the temple of God, not my body," and will add this testimony also, "All flesh is as grass, and all the glory of man as the flower of grass." Unhappy interpretation!

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  4. Cita 1:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VII)

    For if we call on Him as Father, who without respect of persons judgeth according to every man's work, let us pass the time of our sojourning here in fear, loving not the world, neither the things that are in the world: for if any man love the world, the love of the Father is not in him.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 1:21 Polycarp of Smyrna, Epistle to the Philippians (The Epistle of Polycarp to the Philippians)

    "Wherefore, girding up your loins," "serve the Lord in fear" and truth, as those who have forsaken the vain, empty talk and error of the multitude, and "believed in Him who raised up our Lord Jesus Christ from the dead, and gave Him glory," and a throne at His right hand.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)