Saltar al texto

1 Tesalonicenses · Texto Patriarcal (Antoniades 1904/1912)

1 Tesalonicenses 4 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 το λοιπον ουν, αδελφοι, ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου, καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω, ινα περισσευητε μαλλον·
1 Τὸ λοιπὸν οὖν, ἀδελφοί, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν Κυρίῳ Ἰησοῦ, καθὼς παρελάβετε παρ᾽ ἡμῶν τὸ πῶς δεῖ ὑμᾶς περιπατεῖν καὶ ἀρέσκειν Θεῷ, ἵνα περισσεύητε μᾶλλον·
2 οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου.
2 οἴδατε γὰρ τίνας παραγγελίας ἐδώκαμεν ὑμῖν διὰ τοῦ Κυρίου Ἰησοῦ.
3 τουτο γαρ εστιν θελημα του θεου, ο αγιασμος υμων, απεχεσθαι υμας απο της πορνειας,
3 Τοῦτο γάρ ἐστι θέλημα τοῦ Θεοῦ, ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ὑμᾶς ἀπὸ τῆς πορνείας,
4 ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη,
4 εἰδέναι ἕκαστον ὑμῶν τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ,
5 μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον,
5 μὴ ἐν πάθει ἐπιθυμίας καθάπερ καὶ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν,
6 το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου, διοτι εκδικος ο κυριος περι παντων τουτων, καθως και προειπομεν υμιν και διεμαρτυραμεθα.
6 τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφὸν αὐτοῦ, διότι ἔκδικος ὁ Κύριος περὶ πάντων τούτων, καθὼς καὶ προείπομεν ὑμῖν καὶ διεμαρτυράμεθα.
7 ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια, αλλ εν αγιασμω.
7 οὐ γὰρ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ᾽ ἐν ἁγιασμῷ.
8 τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει, αλλα τον θεον τον [και] δοντα το πνευμα αυτου το αγιον εις υμας.
8 τοιγαροῦν ὁ ἀθετῶν οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεὸν τὸν [καὶ] δόντα τὸ Πνεῦμα αὐτοῦ τὸ Ἅγιον εἰς ὑμᾶς.
9 περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν· αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους·
9 Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχετε γράφειν ὑμῖν· αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε εἰς τὸ ἀγαπᾶν ἀλλήλους·
10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους τους εν ολη τη μακεδονια. παρακαλουμεν δε υμας, αδελφοι, περισσευειν μαλλον
10 καὶ γὰρ ποιεῖτε αὐτὸ εἰς πάντας τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοί, περισσεύειν μᾶλλον
11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις ιδιαις χερσιν υμων, καθως υμιν παρηγγειλαμεν,
11 καὶ φιλοτιμεῖσθαι ἡσυχάζειν καὶ πράσσειν τὰ ἴδια καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶν ὑμῶν, καθὼς ὑμῖν παρηγγείλαμεν,
12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε.
12 ἵνα περιπατῆτε εὐσχημόνως πρὸς τοὺς ἔξω καὶ μηδενὸς χρείαν ἔχητε.
13 ου θελομεν δε υμας αγνοειν, αδελφοι, περι των κεκοιμημενων, ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα.
13 Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα.
14 ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη, ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω.
14 εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
15 τουτο γαρ υμιν λεγομεν εν λογω κυριου, οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας·
15 τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας·
16 οτι αυτος ο κυριος εν κελευσματι, εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου, και οι νεκροι εν χριστω αναστησονται πρωτον,
16 ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον,
17 επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα, και ουτως παντοτε συν κυριω εσομεθα.
17 ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.
18 ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις.
18 Ὥστε παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις.
Referencias cruzadas (18)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Colosenses 1:10; 2 Tesalonicenses 1:3; 2 Pedro 3:18; Hebreos 13:16; Filipenses 1:9
  2. 2 Mateo 28:20; Ezequiel 3:17; 2 Tesalonicenses 3:10; 1 Corintios 9:21; 2 Tesalonicenses 3:6
  3. 3 1 Pedro 4:2; Romanos 12:2; 1 Tesalonicenses 5:23; Hebreos 13:4; Colosenses 3:5
  4. 4 1 Corintios 7:9; Romanos 12:1; Hebreos 13:4; 1 Pedro 3:7; 1 Corintios 6:15
  5. 5 Gálatas 4:8; Hechos 17:30–31; Efesios 4:17–19; Colosenses 3:5; 2 Tesalonicenses 1:8
  6. 6 Hebreos 13:4; Romanos 12:19; Éxodo 20:17; Éxodo 20:15; Proverbios 28:24
  7. 7 Levítico 11:44; 1 Pedro 2:9–12; Efesios 1:4; 1 Pedro 1:14–16; Romanos 8:29–30
  8. 8 1 Juan 3:24; Lucas 10:16; 1 Samuel 8:7; Juan 12:48; 2 Pedro 1:21
  9. 9 1 Juan 3:11; Romanos 12:10; 1 Juan 3:23; Juan 13:34–35; Hebreos 13:1
  10. 10 Filipenses 1:9; 1 Tesalonicenses 3:12; 2 Tesalonicenses 1:3; 1 Tesalonicenses 1:7; 2 Corintios 8:1–2
  11. 11 Eclesiastés 4:6; Efesios 4:28; 1 Pedro 3:4; Tito 3:14; Proverbios 17:1
  12. 12 Colosenses 4:5; Romanos 12:17; 1 Pedro 2:12; 1 Timoteo 3:7; Romanos 13:13
  13. 13 Daniel 12:2; 1 Tesalonicenses 4:15; 1 Tesalonicenses 5:10; 1 Corintios 15:18–19; 2 Pedro 3:4
  14. 14 Romanos 8:11; Filipenses 3:20–21; Isaías 26:19; 2 Corintios 4:13–14; 1 Tesalonicenses 4:13
  15. 15 1 Corintios 15:51–53; 2 Corintios 4:14; 1 Tesalonicenses 2:19
  16. 16 1 Corintios 15:51–52; Apocalipsis 1:7; Mateo 24:30–31; 1 Corintios 15:23; Mateo 16:27
  17. 17 1 Corintios 15:52; Apocalipsis 11:12; Juan 14:3; 1 Tesalonicenses 4:15; Apocalipsis 1:7
  18. 18 1 Tesalonicenses 5:11; 1 Tesalonicenses 5:14; Lucas 21:28; Hebreos 10:24–25; Isaías 40:1–2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 4:1 John Chrysostom, Homilies on First Thessalonians (Homily V)

    When he has met what was pressing, and what was upon his hands, and is about henceforth to enter upon things that are perpetual, and which they ought continually to hear, he adds this expression, "finally," that is, always and forever. "We beseech and exhort you in the Lord." Strange!

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 13 (1889)

  2. Cita 4:4 Augustine of Hippo, The City of God (Book XIV, Chapters 14–16)

    What friend of wisdom and holy joys, who, being married, but knowing, as the apostle says, "how to possess his vessel in santification and honor, not in the disease of desire, as the Gentiles who know not God," would not prefer, if this were possi ble, to beget children without this lust, so that in this function of begetting offspring …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  3. Cita 4:5 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XVIII)

    Which Paul too did, saying, "Sorrow not, even as the rest which have no hope;" and, "Even as the Gentiles which know not God." And to signify that He requires nothing very overpowering, but a little more than was accustomed, He saith, "Do not even the Gentiles the same?" Yet nevertheless He stops not the discourse at this, but makes …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  4. Cita 4:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture XIV)

    … watch over your souls; keep unshaken and unchanged your hope in Him who rose again; raise you together with Him from your dead sins unto His heavenly gift; count you worthy to be caught up in the clouds, to meet the Lord in the air, in His fitting time; and, until that time arrive of His glorious second advent, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)

  5. Cita 4:17 Basil of Caesarea, On the Holy Spirit (Chapters XXVIII–XXIX)

    It is yours according to your merit to be "ever with the Lord," and you expect to be caught up "in the clouds to meet the Lord in the air and to be ever with the Lord." You declare the man who numbers and ranks the Spirit with the Father and the Son to be guilty of intolerable impiety.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)