Saltar al texto

2 Corintios · Texto Patriarcal (Antoniades 1904/1912)

2 Corintios 12 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 καυχασθαι δη ου συμφερει μοι· ελευσομαι γαρ εις οπτασιας και αποκαλυψεις κυριου.
1 Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου.
2 οιδα ανθρωπον εν χριστω προ ετων δεκατεσσαρων· ειτε εν σωματι ουκ οιδα, ειτε εκτος του σωματος ουκ οιδα, ο θεος οιδεν· αρπαγεντα τον τοιουτον εως τριτου ουρανου.
2 οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ.
3 και οιδα τον τοιουτον ανθρωπον· ειτε εν σωματι ειτε εκτος του σωματος ουκ οιδα, ο θεος οιδεν·
3 καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν·
4 οτι ηρπαγη εις τον παραδεισον και ηκουσεν αρρητα ρηματα, α ουκ εξον ανθρωπω λαλησαι.
4 ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
5 υπερ του τοιουτου καυχησομαι, υπερ δε εμαυτου ου καυχησομαι ει μη εν ταις ασθενειαις μου.
5 ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου.
6 εαν γαρ θελησω καυχησασθαι, ουκ εσομαι αφρων· αληθειαν γαρ ερω· φειδομαι δε μη τις εις εμε λογισηται υπερ ο βλεπει με η ακουει τι εξ εμου.
6 ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ.
7 και τη υπερβολη των αποκαλυψεων ινα μη υπεραιρωμαι, εδοθη μοι σκολοψ τη σαρκι, αγγελος σαταν, ινα με κολαφιζη ινα μη υπεραιρωμαι.
7 Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι.
8 υπερ τουτου τρις τον κυριον παρεκαλεσα ινα αποστη απ εμου·
8 ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾽ ἐμοῦ·
9 και ειρηκεν μοι· αρκει σοι η χαρις μου· η γαρ δυναμις μου εν ασθενεια τελειουται. ηδιστα ουν μαλλον καυχησομαι εν ταις ασθενειαις μου, ινα επισκηνωση επ εμε η δυναμις του χριστου.
9 καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾽ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
10 διο ευδοκω εν ασθενειαις, εν υβρεσιν, εν αναγκαις, εν διωγμοις, εν στενοχωριαις, υπερ χριστου· οταν γαρ ασθενω, τοτε δυνατος ειμι.
10 διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ὑπὲρ Χριστοῦ· ὅταν γὰρ ἀσθενῶ, τότε δυνατός εἰμι.
11 γεγονα αφρων καυχωμενος! υμεις με ηναγκασατε. εγω γαρ ωφειλον υφ υμων συνιστασθαι· ουδεν γαρ υστερησα των υπερλιαν αποστολων, ει και ουδεν ειμι.
11 Γέγονα ἄφρων καυχώμενος! ὑμεῖς με ἠναγκάσατε. ἐγὼ γὰρ ὤφειλον ὑφ᾽ ὑμῶν συνίστασθαι· οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι.
12 τα μεν σημεια του αποστολου κατειργασθη εν υμιν εν παση υπομονη, εν σημειοις και τερασιν και δυναμεσιν.
12 τὰ μὲν σημεῖα τοῦ ἀποστόλου κατειργάσθη ἐν ὑμῖν ἐν πάσῃ ὑπομονῇ, ἐν σημείοις καὶ τέρασι καὶ δυνάμεσι.
13 τι γαρ εστιν ο ηττηθητε υπερ τας λοιπας εκκλησιας, ει μη οτι αυτος εγω ου κατεναρκησα υμων; χαρισασθε μοι την αδικιαν ταυτην.
13 τί γάρ ἐστιν ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας, εἰ μὴ ὅτι αὐτὸς ἐγὼ οὐ κατενάρκησα ὑμῶν; χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην.
14 ιδου τριτον ετοιμως εχω ελθειν προς υμας, και ου καταναρκησω υμων· ου γαρ ζητω τα υμων, αλλα υμας. ου γαρ οφειλει τα τεκνα τοις γονευσιν θησαυριζειν, αλλ οι γονεις τοις τεκνοις.
14 Ἰδοὺ τρίτον ἑτοίμως ἔχω ἐλθεῖν πρὸς ὑμᾶς, καὶ οὐ καταναρκήσω ὑμῶν· οὐ γὰρ ζητῶ τὰ ὑμῶν, ἀλλὰ ὑμᾶς. οὐ γὰρ ὀφείλει τὰ τέκνα τοῖς γονεῦσι θησαυρίζειν, ἀλλ᾽ οἱ γονεῖς τοῖς τέκνοις.
15 εγω δε ηδιστα δαπανησω και εκδαπανηθησομαι υπερ των ψυχων υμων, ει και περισσοτερως υμας αγαπων ηττον αγαπωμαι.
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν, εἰ καὶ περισσοτέρως ὑμᾶς ἀγαπῶν ἧττον ἀγαπῶμαι.
16 εστω δε, εγω ου κατεβαρησα υμας, αλλ υπαρχων πανουργος δολω υμας ελαβον.
16 Ἔστω δέ, ἐγὼ οὐ κατεβάρησα ὑμᾶς, ἀλλ᾽ ὑπάρχων πανοῦργος δόλῳ ὑμᾶς ἔλαβον.
17 μη τινα ων απεσταλκα προς υμας, δι αυτου επλεονεκτησα υμας;
17 μή τινα ὧν ἀπέσταλκα πρὸς ὑμᾶς, δι᾽ αὐτοῦ ἐπλεονέκτησα ὑμᾶς;
18 παρεκαλεσα τιτον και συναπεστειλα τον αδελφον· μητι επλεονεκτησεν υμας τιτος; ου τω αυτω πνευματι περιεπατησαμεν; ου τοις αυτοις ιχνεσιν;
18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τὸν ἀδελφόν· μήτι ἐπλεονέκτησεν ὑμᾶς Τίτος; οὐ τῷ αὐτῷ πνεύματι περιεπατήσαμεν; οὐ τοῖς αὐτοῖς ἴχνεσι;
19 παλιν δοκειτε οτι υμιν απολογουμεθα; κατενωπιον του θεου εν χριστω λαλουμεν· τα δε παντα, αγαπητοι, υπερ της υμων οικοδομης.
19 Πάλιν δοκεῖτε ὅτι ὑμῖν ἀπολογούμεθα; κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν· τὰ δὲ πάντα, ἀγαπητοί, ὑπὲρ τῆς ὑμῶν οἰκοδομῆς.
20 φοβουμαι γαρ μηπως ελθων ουχ οιους θελω ευρω υμας, καγω ευρεθω υμιν οιον ου θελετε, μηπως ερεις, ζηλοι, θυμοι, εριθειαι, καταλαλιαι, ψιθυρισμοι, φυσιωσεις, ακαταστασιαι,
20 φοβοῦμαι γὰρ μήπως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμᾶς, κἀγὼ εὑρεθῶ ὑμῖν οἷον οὐ θέλετε, μήπως ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, καταλαλιαί, ψιθυρισμοί, φυσιώσεις, ἀκαταστασίαι,
21 μη παλιν ελθοντα με ταπεινωση ο θεος μου προς υμας και πενθησω πολλους των προημαρτηκοτων και μη μετανοησαντων επι τη ακαθαρσια και πορνεια και ασελγεια η επραξαν.
21 μὴ πάλιν ἐλθόντα με ταπεινώσῃ ὁ Θεός μου πρὸς ὑμᾶς καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρσίᾳ καὶ πορνείᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν.
Referencias cruzadas (20)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Gálatas 1:12; 2 Corintios 12:7; 1 Juan 5:20; Hechos 22:17–21; 1 Corintios 10:23
  2. 2 Hechos 22:17; Ezequiel 8:1–3; 1 Tesalonicenses 4:17; Apocalipsis 4:2; 2 Corintios 11:11
  3. 4 Lucas 23:43; Apocalipsis 2:7; Ezequiel 31:9
  4. 5 2 Corintios 11:30; 1 Corintios 2:3; 2 Corintios 12:9–10
  5. 6 2 Corintios 11:16; 2 Corintios 10:8–10; 2 Corintios 11:31; 2 Corintios 12:11; 2 Corintios 12:7
  6. 7 Números 33:55; Jueces 2:3; 2 Crónicas 32:25–26; Gálatas 4:13; 1 Corintios 5:5
  7. 8 Hebreos 5:7; Mateo 26:39–44; 1 Samuel 15:11; 2 Samuel 12:16–18; Salmo 77:2–11
  8. 9 Filipenses 4:13; 2 Corintios 12:10; Isaías 40:29–31; Efesios 3:16; Josué 1:9
  9. 10 2 Corintios 12:9; Efesios 6:10; Romanos 5:3; 2 Corintios 13:4; Santiago 1:2
  10. 11 2 Corintios 11:5; 2 Corintios 11:1; 1 Corintios 15:8–10; Efesios 3:8; 1 Corintios 3:22
  11. 12 Romanos 15:18–19; 2 Corintios 4:2; 1 Corintios 14:18; Juan 4:48; 1 Corintios 9:1–2
  12. 13 1 Corintios 9:6; 1 Corintios 9:12; 2 Corintios 11:7–9; 2 Corintios 12:14; 1 Corintios 9:15–18
  13. 14 Proverbios 19:14; Génesis 24:35–36; 1 Corintios 10:33; Proverbios 13:22; Génesis 31:14–15
  14. 15 1 Tesalonicenses 2:8; 2 Corintios 1:6; Filipenses 2:17; Colosenses 1:24; 2 Timoteo 2:10
  15. 16 2 Corintios 1:12; 2 Corintios 7:2; 2 Corintios 10:2–3; 2 Corintios 12:13; 2 Corintios 11:9–10
  16. 17 1 Corintios 16:10; 2 Reyes 5:16; 1 Corintios 4:17; 2 Corintios 12:18; 2 Corintios 9:5
  17. 18 2 Corintios 8:6; Romanos 4:12; 2 Corintios 7:6; Filipenses 2:19–22; 2 Corintios 7:2
  18. 19 Romanos 9:1; 1 Corintios 14:26; 2 Corintios 10:8; 1 Corintios 10:14; Filipenses 4:1
  19. 20 1 Pedro 2:1; Gálatas 5:19–21; Romanos 1:29; 1 Corintios 1:11; Judas 16
  20. 21 2 Corintios 13:2; Colosenses 3:5; 1 Corintios 5:9–11; 1 Pedro 4:2–3; Apocalipsis 21:8

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 12:1 John Chrysostom, Homilies on Second Corinthians (Homily XXVI)

    What is this? Doth he who has spoken such great things say, [It is not expedient] "doubtless to glory?" as if he had said nothing?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 12 (1889)

  2. Cita 12:2 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXIX–XXX)

    For that there are spiritual creatures in the heavens, all the Scriptures loudly proclaim; and Paul expressly testifies that there are spiritual things when he declares that he was caught up into the third heaven, and again, that he was carried away to paradise, and heard unspeakable words which it is not lawful for a man to utter.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 12:21 Augustine of Hippo, The City of God (Book XIV, Chapter 9)

    … ignorant of God's righteousness, and going about to establish their own righteousness, have not submitted themselves unto the righteousness of God; and expressing not only his sorrow, but bitter lamentation over some who had formally sinned and had not repented of their uncleanness and fornications. If these emotions and affections, arising as they do from the love of what is …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 12:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXV)

    … when in much danger and affliction, often besought God that the temptations might depart from him: nevertheless God regarded not his request, but his profit, and to signify this He said, "My grace is sufficient for thee, for my strength is made perfect in weakness." So that before He hath told him the reason, He benefits him against his will, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 12:2 Cyril of Jerusalem, Catechetical Lectures (Lecture VI)

    For Peter was there, who carrieth the keys of heaven: and nothing wonderful, for Paul was there, who was caught up to the third heaven, and into Paradise, and heard unspeakable words, which it is not lawful far a man to utter.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)