Saltar al texto

Mateo · Texto Patriarcal (Antoniades 1904/1912)

Mateo 12 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εν εκεινω τω καιρω επορευθη ο ιησους τοις σαββασιν δια των σποριμων· οι δε μαθηται αυτου επεινασαν, και ηρξαντο τιλλειν σταχυας και εσθιειν.
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2 οι δε φαρισαιοι ιδοντες ειπον αυτω· ιδου οι μαθηται σου ποιουσιν ο ουκ εξεστιν ποιειν εν σαββατω.
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπον αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστι ποιεῖν ἐν σαββάτῳ.
3 ο δε ειπεν αυτοις· ουκ ανεγνωτε τι εποιησεν δαυιδ οτε επεινασεν αυτος και οι μετ αυτου;
3 ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
4 πως εισηλθεν εις τον οικον του θεου και τους αρτους της προθεσεως εφαγεν, ους ουκ εξον ην αυτω φαγειν ουδε τοις μετ αυτου, ει μη μονοις τοις ιερευσιν;
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ μόνοις τοῖς ἱερεῦσι;
5 η ουκ ανεγνωτε εν τω νομω οτι τοις σαββασιν οι ιερεις εν τω ιερω το σαββατον βεβηλουσιν, και αναιτιοι εισιν;
5 ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσι, καὶ ἀναίτιοί εἰσι;
6 λεγω δε υμιν οτι του ιερου μειζον εστιν ωδε.
6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
7 ει δε εγνωκειτε τι εστιν ελεον θελω και ου θυσιαν, ουκ αν κατεδικασατε τους αναιτιους.
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 κυριος γαρ εστιν ο υιος του ανθρωπου και του σαββατου.
8 κύριος γάρ ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
9 και μεταβας εκειθεν ηλθεν εις την συναγωγην αυτων.
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10 και ιδου ανθρωπος ην εκει την χειρα εχων ξηραν· και επηρωτησαν αυτον λεγοντες· ει εξεστιν τοις σαββασιν θεραπευειν; ινα κατηγορησωσιν αυτου.
10 καὶ ἰδοὺ ἄνθρωπος ἦν ἐκεῖ τὴν χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστι τοῖς σάββασι θεραπεύειν; ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 ο δε ειπεν αυτοις· τις εσται εξ υμων ανθρωπος ος εξει προβατον εν, και εαν εμπεση τουτο τοις σαββασιν εις βοθυνον, ουχι κρατησει αυτο και εγερει;
11 ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12 ποσω ουν διαφερει ανθρωπος προβατου; ωστε εξεστιν τοις σαββασιν καλως ποιειν.
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστι τοῖς σάββασι καλῶς ποιεῖν.
13 τοτε λεγει τω ανθρωπω· εκτεινον σου την χειρα· και εξετεινεν, και αποκατεσταθη υγιης ως η αλλη.
13 τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα· καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
14 εξελθοντες δε οι φαρισαιοι συμβουλιον ελαβον κατ αυτου, οπως αυτον απολεσωσιν.
14 ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
15 ο δε ιησους γνους ανεχωρησεν εκειθεν· και ηκολουθησαν αυτω οχλοι πολλοι, και εθεραπευσεν αυτους παντας,
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
16 και επετιμησεν αυτοις ινα μη φανερον ποιησωσιν αυτον,
16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν,
17 οπως πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος·
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
18 ιδου ο παις μου, ον ηρετισα, ο αγαπητος μου, εις ον ευδοκησεν η ψυχη μου· θησω το πνευμα μου επ αυτον, και κρισιν τοις εθνεσιν απαγγελει·
18 ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ·
19 ουκ ερισει ουδε κραυγασει, ουδε ακουσει τις εν ταις πλατειαις την φωνην αυτου.
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 καλαμον συντετριμμενον ου κατεαξει και λινον τυφομενον ου σβεσει, εως αν εκβαλη εις νικος την κρισιν·
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν·
21 και τω ονοματι αυτου εθνη ελπιουσιν.
21 καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι.
22 τοτε προσηνεχθη αυτω δαιμονιζομενος τυφλος και κωφος, και εθεραπευσεν αυτον, ωστε τον τυφλον και κωφον και λαλειν και βλεπειν·
22 Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν·
23 και εξισταντο παντες οι οχλοι και ελεγον· μητι ουτος εστιν ο χριστος ο υιος δαυιδ;
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ;
24 οι δε φαρισαιοι ακουσαντες ειπον· ουτος ουκ εκβαλλει τα δαιμονια ει μη εν [τω] βεελζεβουλ, αρχοντι των δαιμονιων.
24 οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰμὴ ἐν [τῷ] Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων.
25 ειδως δε ο ιησους τας ενθυμησεις αυτων ειπεν αυτοις· πασα βασιλεια μερισθεισα καθ εαυτην ερημουται, και πασα πολις η οικια μερισθεισα καθ εαυτην ου σταθησεται.
25 εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτὴν οὐ σταθήσεται.
26 και ει ο σατανας τον σαταναν εκβαλλει, εφ εαυτον εμερισθη· πως ουν σταθησεται η βασιλεια αυτου;
26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 και ει εγω εν βεελζεβουλ εκβαλλω τα δαιμονια, οι υιοι υμων εν τινι εκβαλουσιν; δια τουτο αυτοι κριται εσονται υμων.
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 ει δε εγω εν πνευματι θεου εκβαλλω τα δαιμονια, αρα εφθασεν εφ υμας η βασιλεια του θεου.
28 εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.
29 η πως δυναται τις εισελθειν εις την οικιαν του ισχυρου και τα σκευη αυτου αρπασαι, εαν μη πρωτον δηση τον ισχυρον; και τοτε την οικιαν αυτου διαρπασει.
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
30 ο μη ων μετ εμου κατ εμου εστιν, και ο μη συναγων μετ εμου σκορπιζει.
30 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
31 δια τουτο λεγω υμιν, πασα αμαρτια και βλασφημια αφεθησεται τοις ανθρωποις, η δε του πνευματος βλασφημια ουκ αφεθησεται τοις ανθρωποις·
31 Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις·
32 και ος εαν ειπη λογον κατα του υιου του ανθρωπου, αφεθησεται αυτω· ος δ αν ειπη κατα του πνευματος του αγιου, ουκ αφεθησεται αυτω ουτε εν τω νυν αιωνι ουτε εν τω μελλοντι.
32 καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.
33 η ποιησατε το δενδρον καλον, και τον καρπον αυτου καλον, η ποιησατε το δενδρον σαπρον, και τον καρπον αυτου σαπρον· εκ γαρ του καρπου το δενδρον γινωσκεται.
33 Ἢ ποιήσατε τὸ δένδρον καλόν, καὶ τὸν καρπόν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρόν, καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
34 γεννηματα εχιδνων, πως δυνασθε αγαθα λαλειν πονηροι οντες; εκ γαρ του περισσευματος της καρδιας το στομα λαλει.
34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
35 ο αγαθος ανθρωπος εκ του αγαθου θησαυρου εκβαλλει αγαθα, και ο πονηρος ανθρωπος εκ του πονηρου θησαυρου εκβαλλει πονηρα.
35 ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36 λεγω δε υμιν οτι παν ρημα αργον ο εαν λαλησωσιν οι ανθρωποι, αποδωσουσιν περι αυτου λογον εν ημερα κρισεως·
36 λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως·
37 εκ γαρ των λογων σου δικαιωθηση και εκ των λογων σου καταδικασθηση.
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
38 τοτε απεκριθησαν τινες των γραμματεων και φαρισαιων λεγοντες· διδασκαλε, θελομεν απο σου σημειον ιδειν.
38 Τότε ἀπεκρίθησάν τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
39 ο δε αποκριθεις ειπεν αυτοις· γενεα πονηρα και μοιχαλις σημειον επιζητει, και σημειον ου δοθησεται αυτη ει μη το σημειον ιωνα του προφητου.
39 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰμὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 ωσπερ γαρ εγενετο ιωνας ο προφητης εν τη κοιλια του κητους τρεις ημερας και τρεις νυκτας, ουτως εσται [και] ο υιος του ανθρωπου εν τη καρδια της γης τρεις ημερας και τρεις νυκτας.
40 ὥσπερ γὰρ ἐγένετο Ἰωνᾶς ὁ προφήτης ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται [καὶ] ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41 ανδρες νινευιται αναστησονται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινουσιν αυτην, οτι μετενοησαν εις το κηρυγμα ιωνα, και ιδου πλειον ιωνα ωδε.
41 ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
42 βασιλισσα νοτου εγερθησεται εν τη κρισει μετα της γενεας ταυτης και κατακρινει αυτην, οτι ηλθεν εκ των περατων της γης ακουσαι την σοφιαν σολομωνος, και ιδου πλειον σολομωνος ωδε.
42 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
43 οταν δε το ακαθαρτον πνευμα εξελθη απο του ανθρωπου, διερχεται δι ανυδρων τοπων ζητουν αναπαυσιν, και ουχ ευρισκει.
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει.
44 τοτε λεγει· εις τον οικον μου επιστρεψω οθεν εξηλθον· και ελθον ευρισκει σχολαζοντα [και] σεσαρωμενον και κεκοσμημενον.
44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον· καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα [καὶ] σεσαρωμένον καὶ κεκοσμημένον.
45 τοτε πορευεται και παραλαμβανει μεθ εαυτου επτα ετερα πνευματα πονηροτερα εαυτου, και εισελθοντα κατοικει εκει, και γινεται τα εσχατα του ανθρωπου εκεινου χειρονα των πρωτων. ουτως εσται και τη γενεα τη πονηρα ταυτη.
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ, καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ.
46 ετι δε αυτου λαλουντος τοις οχλοις ιδου η μητηρ και οι αδελφοι αυτου ειστηκεισαν εξω, ζητουντες λαλησαι αυτω.
46 Ἔτι δὲ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες λαλῆσαι αὐτῷ.
47 ειπεν δε τις αυτω· ιδου η μητηρ σου και οι αδελφοι σου εστηκασιν εξω ζητουντες σε ιδειν.
47 εἶπε δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ζητοῦντές σε ἰδεῖν.
48 ο δε αποκριθεις ειπεν τω λεγοντι αυτω· τις εστιν η μητηρ μου και τινες εισιν οι αδελφοι μου;
48 ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λέγοντι αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
49 και εκτεινας την χειρα αυτου επι τους μαθητας αυτου εφη· ιδου η μητηρ μου και οι αδελφοι μου·
49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ ἔφη· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
50 οστις γαρ αν ποιηση το θελημα του πατρος μου του εν ουρανοις, αυτος μου αδελφος και αδελφη και μητηρ εστιν.
50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
Referencias cruzadas (49)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Deuteronomio 23:25; Marcos 2:23–28; Lucas 6:1–5
  2. 2 Mateo 12:10; Juan 7:21–24; Éxodo 20:9–11; Marcos 3:2–5; Éxodo 31:15–17
  3. 3 1 Samuel 21:3–6; Lucas 6:3; Marcos 2:25–26; Mateo 21:16; Marcos 12:10
  4. 4 Levítico 24:5–9; Éxodo 25:30; Éxodo 29:32–33; Levítico 8:31
  5. 5 Números 28:9–10; Juan 7:22–23
  6. 6 Mateo 12:41–42; 2 Crónicas 6:18; 1 Pedro 2:4–5; Malaquías 3:1; Hageo 2:7–9
  7. 7 Oseas 6:6; Mateo 9:13; Miqueas 6:6–8; Isaías 1:11–17; Proverbios 17:15
  8. 8 Lucas 6:5; Marcos 2:28; Juan 5:17–23; Marcos 9:4–7; Mateo 9:6
  9. 9 Lucas 6:6–11; Marcos 3:1–6
  10. 10 Lucas 13:14; Juan 9:16; Juan 8:6; Mateo 22:17–18; Lucas 11:54
  11. 11 Deuteronomio 22:4; Lucas 14:5; Lucas 13:15–17; Éxodo 23:4–5
  12. 12 Mateo 6:26; Lucas 6:9; Marcos 3:4; Mateo 10:31; Lucas 12:24
  13. 13 Lucas 13:13; Hechos 3:7–8
  14. 14 Juan 11:53; Lucas 6:11; Marcos 3:6; Juan 10:39; Juan 5:18
  15. 15 Marcos 3:7–12; Mateo 10:23; Juan 7:1; Mateo 19:2; Juan 11:54
  16. 16 Mateo 9:30; Mateo 8:4; Mateo 17:9; Marcos 7:36; Lucas 5:14–15
  17. 17 Isaías 42:1–4; Isaías 42:9; Isaías 41:22–23; Mateo 13:35; Mateo 21:4
  18. 18 Isaías 42:1; Lucas 4:18; Juan 3:34; Hechos 10:38; Isaías 61:1–3
  19. 19 Mateo 11:29; 2 Timoteo 2:24–25; Juan 18:36–38; 2 Corintios 10:1; Lucas 17:20
  20. 20 Isaías 42:3–4; Ezequiel 34:16; Isaías 61:1–3; Lucas 4:18; Salmo 147:3
  21. 21 Isaías 11:10; Romanos 15:12–13; Isaías 42:4; Colosenses 1:27; Efesios 1:12–13
  22. 22 Lucas 11:14–15; Marcos 7:35–37; Isaías 29:18; Isaías 35:5–6; Hechos 26:18
  23. 23 Mateo 9:27; Juan 4:29; Mateo 22:42–43; Mateo 9:33; Juan 7:40–42
  24. 24 Marcos 3:22; Mateo 9:34; Lucas 11:15
  25. 25 Gálatas 5:15; Jeremías 17:10; Mateo 9:4; Marcos 3:23–27; 1 Corintios 2:11
  26. 26 Colosenses 1:13; 1 Juan 5:19; Apocalipsis 20:2–3; Juan 12:31; Apocalipsis 12:9
  27. 27 Marcos 9:38–39; Hechos 19:13–16; Lucas 9:49–50; Lucas 11:19; Romanos 3:19
  28. 28 Lucas 11:20; Daniel 7:14; Mateo 6:33; Hechos 10:38; Colosenses 1:13
  29. 29 Isaías 49:24; Marcos 3:27; Lucas 11:21–22; 1 Juan 4:4; Apocalipsis 20:7–9
  30. 30 Marcos 9:40; Lucas 11:23; Josué 24:15; Lucas 9:50; 1 Juan 2:19
  31. 31 Lucas 12:10; Marcos 3:28–30; Hebreos 10:29; Hebreos 10:26; Hechos 7:51
  32. 32 Marcos 3:29; Hebreos 10:26–29; Hebreos 6:4–6; Lucas 12:10; Mateo 12:31
  33. 33 Lucas 6:43–44; Mateo 7:16–20; Santiago 4:8; Juan 15:4–7; Mateo 3:8–10
  34. 34 Lucas 6:45; Mateo 15:18; Efesios 4:29; 1 Samuel 24:13; Santiago 3:5–8
  35. 35 Colosenses 4:6; Proverbios 15:4; Proverbios 15:28; Colosenses 3:16; Proverbios 25:11–12
  36. 36 Eclesiastés 12:14; Romanos 2:16; Apocalipsis 20:12; Judas 14–15; Efesios 6:4–6
  37. 37 Proverbios 13:3; Santiago 2:21–25
  38. 38 1 Corintios 1:22; Marcos 8:11–12; Lucas 11:29; Juan 2:18; Lucas 11:16
  39. 39 Mateo 16:4; Lucas 11:29–32; Santiago 4:4; Isaías 57:3; Marcos 8:38
  40. 40 Jonás 1:17; Mateo 27:63–64; Juan 2:19; Mateo 17:23; Mateo 16:21
  41. 41 Mateo 12:42; Hebreos 11:7; Romanos 2:27; Juan 3:31; Mateo 12:6
  42. 42 1 Reyes 10:1–13; 2 Crónicas 9:1–12; Hebreos 1:2–4; Lucas 11:31–32; Juan 1:14
  43. 43 Lucas 11:24–26; Lucas 8:28–32; Mateo 8:29; Marcos 5:7–13; Amós 8:11–13
  44. 44 1 Juan 4:4; 1 Juan 2:19; Salmo 81:11–12; Apocalipsis 13:8–9; Judas 4–5
  45. 45 Lucas 11:26; Hebreos 6:4–8; Marcos 5:9; Hebreos 10:26–31; 2 Pedro 2:14–22
  46. 46 Mateo 13:55; Juan 7:3; Juan 2:12; Juan 7:5; Marcos 3:31–35
  47. 48 Marcos 3:32–33; Mateo 10:37; Lucas 2:52; Deuteronomio 33:9; Juan 2:3–4
  48. 49 Marcos 3:34; Juan 17:20; Juan 20:17–20; Mateo 28:7; Juan 17:8–9
  49. 50 Lucas 8:21; Marcos 3:35; Juan 15:14; Mateo 28:10; Lucas 11:27–28

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 12:32 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXI)

    There has been a great question raised touching the late lesson of the Gospel, to the solution of which I am unequal by any power of mine own; but "our sufficiency is of God," to whatever degree we are capable of receiving His aid.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 12:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXXIX)

    But Luke saith, "On a double Sabbath." Now what is a double Sabbath? When the cessation from toil is twofold, both that of the regular Sabbath, and that of another feast coming upon it. For they call every cessation from toil, a sabbath.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 12:43 Irenaeus of Lyons, Against Heresies (Book I, Chapters XVI–XVII)

    For when the unclean spirit of folly has gone forth, and when afterwards he finds them not waiting upon God, but occupied with mere worldly questions, then, "taking seven other spirits more wicked than himself," and inflating the minds of these men with the notion of their being able to conceive of something beyond God, and having fitly prepared them …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 12:41 Augustine of Hippo, The City of God (Book XX, Chapters 3–5)

    The queen of the south shall rise up in the judgment with this generation, and shall condemn it: for she came from the utter most parts of the earth to hear the words of Solomon; and behold, a greater than Solomon is here." Two things we learn from this passage, that a judgment is to take place, and that it …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  5. Cita 12:25 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily I)

    Whereas, if they were in discord, neither could this have been pointed out, and the doctrine itself had long since been brought to nought: "for every kingdom," saith He, "divided against itself shall not stand." But now even in this shines forth the might of the Spirit, namely, in that it prevailed on these men, engaged as they were in …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)