Saltar al texto

Mateo · Texto Patriarcal (Antoniades 1904/1912)

Mateo 13 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εν δε τη ημερα εκεινη εξελθων ο ιησους της οικιας εκαθητο παρα την θαλασσαν·
1 Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν ὁ Ἰησοῦς τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν·
2 και συνηχθησαν προς αυτον οχλοι πολλοι, ωστε αυτον εις πλοιον εμβαντα καθησθαι, και πας ο οχλος επι τον αιγιαλον ειστηκει.
2 καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
3 και ελαλησεν αυτοις πολλα εν παραβολαις λεγων· ιδου εξηλθεν ο σπειρων του σπειραι.
3 καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων· ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.
4 και εν τω σπειρειν αυτον α μεν επεσεν παρα την οδον, και ελθοντα τα πετεινα κατεφαγεν αυτα·
4 καὶ ἐν τῷ σπείρειν αὐτὸν ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἐλθόντα τὰ πετεινὰ κατέφαγεν αὐτά·
5 αλλα δε επεσεν επι τα πετρωδη, οπου ουκ ειχεν γην πολλην, και ευθεως εξανετειλεν δια το μη εχειν βαθος γης,
5 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
6 ηλιου δε ανατειλαντος εκαυματισθη, και δια το μη εχειν ριζαν εξηρανθη·
6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη·
7 αλλα δε επεσεν επι τας ακανθας, και ανεβησαν αι ακανθαι και απεπνιξαν αυτα·
7 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά·
8 αλλα δε επεσεν επι την γην την καλην και εδιδου καρπον ο μεν εκατον, ο δε εξηκοντα, ο δε τριακοντα.
8 ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
9 ο εχων ωτα ακουειν ακουετω.
9 ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
10 και προσελθοντες οι μαθηται ειπον αυτω· διατι εν παραβολαις λαλεις αυτοις;
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· διατί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
11 ο δε αποκριθεις ειπεν αυτοις· οτι υμιν δεδοται γνωναι τα μυστηρια της βασιλειας των ουρανων, εκεινοις δε ου δεδοται.
11 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
12 οστις γαρ εχει, δοθησεται αυτω και περισσευθησεται· οστις δε ουκ εχει, και ο εχει αρθησεται απ αυτου.
12 ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
13 δια τουτο εν παραβολαις αυτοις λαλω, ινα βλεποντες μη βλεπωσιν και ακουοντες μη ακουωσιν μηδε συνωσιν, μηποτε επιστρεψωσιν·
13 διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ ἀκούωσι μηδὲ συνῶσι,
14 και τοτε πληρωθησεται αυτοις η προφητεια ησαιου [η] λεγουσα· ακοη ακουσετε και ου μη συνητε, και βλεποντες βλεψετε και ου μη ιδητε·
14 μήποτε ἐπιστρέψωσι· καὶ τότε πληρωθήσεται αὐτοῖς ἡ προφητεία Ἡσαΐου [ἡ] λέγουσα· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·
15 επαχυνθη γαρ η καρδια του λαου τουτου, και τοις ωσιν βαρεως ηκουσαν, και τους οφθαλμους αυτων εκαμμυσαν, μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν, και ιασομαι αυτους.
15 ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς.
16 υμων δε μακαριοι οι οφθαλμοι, οτι βλεπουσιν, και τα ωτα υμων, οτι ακουουσιν.
16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν.
17 αμην γαρ λεγω υμιν οτι πολλοι προφηται και δικαιοι επεθυμησαν ιδειν α βλεπετε, και ουκ ειδον, και ακουσαι α ακουετε, και ουκ ηκουσαν.
17 ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
18 υμεις ουν ακουσατε την παραβολην του σπειραντος.
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
19 παντος ακουοντος τον λογον της βασιλειας και μη συνιεντος, ερχεται ο πονηρος και αιρει το εσπαρμενον εν τη καρδια αυτου· ουτος εστιν ο παρα την οδον σπαρεις.
19 παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ αἴρει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ· οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
20 ο δε επι τα πετρωδη σπαρεις, ουτος εστιν ο τον λογον ακουων και ευθεως μετα χαρας [δεχομενος και] λαμβανων αυτον·
20 ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθέως μετὰ χαρᾶς [δεχόμενος καὶ] λαμβάνων αὐτόν·
21 ουκ εχει δε ριζαν εν εαυτω, αλλα προσκαιρος εστιν, γενομενης δε θλιψεως η διωγμου δια τον λογον ευθυς σκανδαλιζεται.
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστι, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον εὐθὺς σκανδαλίζεται.
22 ο δε εις τας ακανθας σπαρεις, ουτος εστιν ο τον λογον ακουων, και η μεριμνα του αιωνος τουτου και η απατη του πλουτου συμπνιγει τον λογον, και ακαρπος γινεται.
22 ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
23 ο δε επι την γην την καλην σπαρεις, ουτος εστιν ο τον λογον ακουων και συνιων· ος δη καρποφορει και ποιει ο μεν εκατον, ο δε εξηκοντα, ο δε τριακοντα.
23 ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιῶν· ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα.
24 αλλην παραβολην παρεθηκεν αυτοις λεγων· ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω σπειραντι καλον σπερμα εν τω αγρω αυτου·
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ·
25 εν δε τω καθευδειν τους ανθρωπους ηλθεν αυτου ο εχθρος και εσπειρεν ζιζανια ανα μεσον του σιτου και απηλθεν.
25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
26 οτε δε εβλαστησεν ο χορτος και καρπον εποιησεν, τοτε εφανη και τα ζιζανια.
26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
27 προσελθοντες δε οι δουλοι του οικοδεσποτου ειπον αυτω· κυριε, ουχι καλον σπερμα εσπειρας εν τω [σω] αγρω; ποθεν ουν εχει ζιζανια;
27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ [σῷ] ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια;
28 ο δε εφη αυτοις· εχθρος ανθρωπος τουτο εποιησεν. οι δε δουλοι ειπον αυτω· θελεις ουν απελθοντες συλλεξωμεν αυτα;
28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά;
29 ο δε εφη· ου, μηποτε συλλεγοντες τα ζιζανια εκριζωσητε αμα αυτοις τον σιτον·
29 ὁ δὲ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον·
30 αφετε συναυξανεσθαι αμφοτερα μεχρι του θερισμου, και εν καιρω του θερισμου ερω τοις θερισταις· συλλεξατε πρωτον τα ζιζανια και δησατε αυτα εις δεσμας προς το κατακαυσαι αυτα, τον δε σιτον συναγαγετε εις την αποθηκην μου.
30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
31 αλλην παραβολην παρεθηκεν αυτοις λεγων· ομοια εστιν η βασιλεια των ουρανων κοκκω σιναπεως, ον λαβων ανθρωπος εσπειρεν εν τω αγρω αυτου·
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
32 ο μικροτερον μεν εστιν παντων των σπερματων, οταν δε αυξηθη, μειζον [παντων] των λαχανων εστιν και γινεται δενδρον, ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνουν εν τοις κλαδοις αυτου.
32 ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ, μεῖζον [πάντων] τῶν λαχάνων ἐστὶ καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ.
33 αλλην παραβολην ελαλησεν αυτοις· ομοια εστιν η βασιλεια των ουρανων ζυμη, ην λαβουσα γυνη ενεκρυψεν εις αλευρου σατα τρια, εως ου εζυμωθη ολον.
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.
34 ταυτα παντα ελαλησεν ο ιησους εν παραβολαις τοις οχλοις, και χωρις παραβολης ουδεν ελαλει αυτοις,
34 Ταῦτα πάντα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς,
35 οπως πληρωθη το ρηθεν δια του προφητου λεγοντος· ανοιξω εν παραβολαις το στομα μου, ερευξομαι κεκρυμμενα απο καταβολης κοσμου.
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.
36 τοτε αφεις τους οχλους ηλθεν εις την οικιαν αυτου. και προσηλθον αυτω οι μαθηται αυτου λεγοντες· φρασον ημιν την παραβολην των ζιζανιων του αγρου.
36 Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν αὐτοῦ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.
37 ο δε αποκριθεις ειπεν αυτοις· ο σπειρων το καλον σπερμα εστιν ο υιος του ανθρωπου·
37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ υἱὸς τοῦ ἀνθρώπου·
38 ο δε αγρος εστιν ο κοσμος· το δε καλον σπερμα, ουτοι εισιν οι υιοι της βασιλειας· τα δε ζιζανια εισιν οι υιοι του πονηρου·
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ·
39 ο δε εχθρος ο σπειρας αυτα εστιν ο διαβολος· ο δε θερισμος συντελεια του αιωνος εστιν· οι δε θερισται αγγελοι εισιν.
39 ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
40 ωσπερ ουν συλλεγεται τα ζιζανια και πυρι καιεται, ουτως εσται εν τη συντελεια του αιωνος τουτου.
40 ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου.
41 αποστελει ο υιος του ανθρωπου τους αγγελους αυτου, και συλλεξουσιν εκ της βασιλειας αυτου παντα τα σκανδαλα και τους ποιουντας την ανομιαν,
41 ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
42 και βαλουσιν αυτους εις την καμινον του πυρος· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
43 τοτε οι δικαιοι εκλαμψουσιν ως ο ηλιος εν τη βασιλεια του πατρος αυτων. ο εχων ωτα ακουειν ακουετω.
43 τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
44 παλιν ομοια εστιν η βασιλεια των ουρανων θησαυρω κεκρυμμενω εν [τω] αγρω, ον ευρων ανθρωπος εκρυψεν, και απο της χαρας αυτου υπαγει και παντα οσα εχει πωλει και αγοραζει τον αγρον εκεινον.
44 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν [τῷ] ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
45 παλιν ομοια εστιν η βασιλεια των ουρανων ανθρωπω εμπορω ζητουντι καλους μαργαριτας·
45 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
46 ος ευρων ενα πολυτιμον μαργαριτην απελθων πεπρακεν παντα οσα ειχεν και ηγορασεν αυτον.
46 ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν.
47 παλιν ομοια εστιν η βασιλεια των ουρανων σαγηνη βληθειση εις την θαλασσαν και εκ παντος γενους συναγαγουση·
47 Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
48 ην, οτε επληρωθη, αναβιβασαντες αυτην επι τον αιγιαλον και καθισαντες συνελεξαν τα καλα εις αγγεια, τα δε σαπρα εξω εβαλον.
48 ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
49 ουτως εσται εν τη συντελεια του αιωνος. εξελευσονται οι αγγελοι και αφοριουσιν τους πονηρους εκ μεσου των δικαιων,
49 οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων,
50 και βαλουσιν αυτους εις την καμινον του πυρος· εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων.
50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
51 λεγει αυτοις ο ιησους· συνηκατε ταυτα παντα; λεγουσιν αυτω, ναι, κυριε.
51 Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε.
52 ο δε ειπεν αυτοις· δια τουτο πας γραμματευς μαθητευθεις εις την βασιλειαν των ουρανων ομοιος εστιν ανθρωπω οικοδεσποτη, οστις εκβαλλει εκ του θησαυρου αυτου καινα και παλαια.
52 ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.
53 και εγενετο οτε ετελεσεν ο ιησους τας παραβολας ταυτας μετηρεν εκειθεν,
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν,
54 και ελθων εις την πατριδα αυτου εδιδασκεν αυτους εν τη συναγωγη αυτων, ωστε εκπληττεσθαι αυτους και λεγειν· ποθεν τουτω η σοφια αυτη και αι δυναμεις;
54 καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήττεσθαι αὐτοὺς καὶ λέγειν· πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
55 ουχ ουτος εστιν ο του τεκτονος υιος; ουχι η μητηρ αυτου λεγεται μαριαμ και οι αδελφοι αυτου ιακωβος και ιωσης και σιμων και ιουδας;
55 οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσῆς καὶ Σίμων καὶ Ἰούδας;
56 και αι αδελφαι αυτου ουχι πασαι προς ημας εισιν; ποθεν ουν τουτω ταυτα παντα;
56 καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; πόθεν οὖν τούτῳ ταῦτα πάντα;
57 και εσκανδαλιζοντο εν αυτω. ο δε ιησους ειπεν αυτοις· ουκ εστιν προφητης ατιμος ει μη εν τη πατριδι αυτου και εν τη οικια αυτου.
57 καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
58 και ουκ εποιησεν εκει δυναμεις πολλας δια την απιστιαν αυτων.
58 καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • James

    Jerusalem church leader

    The Gospels name him first among Jesus' brothers (Matthew 13:55; Mark 6:3), and Paul calls him 'James, the Lord's brother' (Galatians 1:19); he led the church in Jerusalem and is…

    Citado en la guía: Matthew 13:55; Acts 15; James 1:1

  • Joses

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers: Joses in Mark 6:3, Joseph in Matthew 13:55. The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of…

    Citado en la guía: Matthew 13:55; Mark 6:3

  • Jude

    Brother of Jesus; letter-writer

    Named in the Gospels among Jesus' brothers as Judas (Matthew 13:55; Mark 6:3), and honored as the author of the epistle of Jude, who calls himself 'a brother of James' (Jude 1).…

    Citado en la guía: Matthew 13:55; Jude 1:1

  • Simon

    Brother of Jesus

    Named in the Gospels among Jesus' brothers (Matthew 13:55; Mark 6:3). The Orthodox Church, following the early Church, understands the Lord's brothers as sons of Joseph from an…

    Citado en la guía: Matthew 13:55; Mark 6:3

Referencias cruzadas (56)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Lucas 8:4–10; Mateo 13:1–15; Marcos 4:1–12; Mateo 13:36
  2. 2 Lucas 5:3; Mateo 15:30; Lucas 8:4–8; Génesis 49:10; Mateo 4:25
  3. 3 Marcos 4:2–9; Marcos 4:13; Salmo 78:2; Marcos 4:33; Mateo 13:34–35
  4. 4 Mateo 13:18–19
  5. 5 Ezequiel 36:26; Ezequiel 11:19; Zacarías 7:12; Amós 6:12; Mateo 13:20
  6. 6 Santiago 1:11–12; Mateo 13:21; Lucas 8:13; Isaías 49:10; Colosenses 1:23
  7. 7 Marcos 4:18–19; Jeremías 4:3–4; Génesis 3:18; Mateo 13:22
  8. 8 Juan 15:8; Lucas 8:15; Mateo 13:23; Génesis 26:12; Gálatas 5:22–23
  9. 9 Apocalipsis 2:7; Apocalipsis 2:11; Mateo 11:15; Apocalipsis 2:17; Apocalipsis 3:13
  10. 10 Marcos 4:33–34; Marcos 4:10
  11. 11 1 Corintios 2:9–10; 1 Corintios 2:14; Mateo 19:11; Santiago 1:5; 1 Juan 2:27
  12. 12 Mateo 25:29; Marcos 4:24–25; Lucas 8:18; Lucas 19:24–26; Juan 15:2–5
  13. 13 Ezequiel 12:2; Jeremías 5:21; Isaías 42:18–20; 2 Corintios 4:3–4; Deuteronomio 29:3–4
  14. 14 Isaías 6:9–10; Ezequiel 12:2; 2 Corintios 3:14; Lucas 8:10; Hechos 28:25–27
  15. 15 Isaías 6:10; Zacarías 7:11; Marcos 4:12; Juan 8:43–44; 2 Timoteo 2:25–26
  16. 16 Lucas 10:23–24; Efesios 1:17–18; Mateo 16:17; Juan 20:29; Hechos 26:18
  17. 17 Juan 8:56; Hebreos 11:13; 1 Pedro 1:10–12; Lucas 10:24; Hebreos 11:39–40
  18. 18 Mateo 13:11–12; Lucas 8:11–15; Marcos 4:13–20
  19. 19 Lucas 8:11–15; Hebreos 2:1; Mateo 13:38; 1 Juan 5:18; Mateo 4:23
  20. 20 Ezequiel 33:31–32; Salmo 106:12–13; Juan 5:35; 2 Crónicas 24:2; Salmo 78:34–37
  21. 21 Mateo 11:6; 2 Pedro 1:8–9; Efesios 3:17; Oseas 6:4; Job 19:28
  22. 22 1 Timoteo 6:17; Lucas 8:14; 1 Timoteo 6:9–10; Marcos 4:18–19; Lucas 12:15
  23. 23 Filipenses 1:11; Mateo 12:33; Juan 15:16; Gálatas 5:22–23; Salmo 92:13–15
  24. 24 Mateo 25:1; Mateo 13:47; Mateo 20:1; Mateo 22:2; Mateo 13:37
  25. 25 1 Pedro 5:8; Hechos 20:30–31; 2 Pedro 2:1; Mateo 13:39; Hebreos 12:15
  26. 26 Marcos 4:26–29
  27. 27 Romanos 16:17; 2 Corintios 6:1; 2 Corintios 5:18–20; 1 Corintios 12:28–29; 2 Corintios 6:4
  28. 28 1 Corintios 5:3–7; 1 Tesalonicenses 5:14; Lucas 9:49–54; Judas 22–23; 2 Corintios 2:6–11
  29. 30 Mateo 3:12; 1 Timoteo 5:24; 1 Corintios 4:5; Juan 15:6; Malaquías 3:18–4:1
  30. 31 Lucas 13:18–19; Mateo 17:20; Marcos 4:30–32; Lucas 17:6; Mateo 13:24
  31. 32 Ezequiel 31:6; Daniel 4:12; Ezequiel 17:23–24; Hechos 21:20; Zacarías 8:20–23
  32. 33 Gálatas 5:9; 1 Corintios 5:6–7; Lucas 13:21; Filipenses 2:13–15; Génesis 18:6
  33. 34 Marcos 4:33–34; Juan 16:25; Mateo 13:13
  34. 35 Salmo 78:2; Efesios 3:9; 1 Pedro 1:20–21; Romanos 16:25–26; 1 Corintios 2:7
  35. 36 Mateo 13:11; Juan 16:17–20; Mateo 13:1; Marcos 8:9; Marcos 6:45
  36. 37 1 Corintios 3:5–7; Hechos 1:8; Mateo 13:27; Mateo 13:24; Lucas 10:16
  37. 38 Juan 8:44; Hechos 13:10; Filipenses 3:18–19; 1 Juan 3:8–10; 1 Pedro 1:23
  38. 39 Mateo 13:49; Apocalipsis 14:15–19; Mateo 25:31; Joel 3:13; Apocalipsis 19:20
  39. 40 Mateo 13:39
  40. 41 Mateo 24:31; Apocalipsis 21:27; Mateo 18:7; 2 Pedro 2:1–2; Mateo 13:49
  41. 42 Mateo 13:50; Apocalipsis 20:10; Apocalipsis 20:14–15; Mateo 8:12; Lucas 16:23–24
  42. 43 Daniel 12:3; Lucas 12:32; Mateo 25:34; 1 Corintios 15:41–54; Mateo 11:15
  43. 44 Proverbios 2:2–5; Colosenses 2:3; Filipenses 3:7–9; Mateo 6:21; Lucas 14:33
  44. 45 Proverbios 8:10–11; Mateo 16:26; Proverbios 3:13–18; Job 28:18; Mateo 13:24
  45. 46 Lucas 18:28–30; Efesios 3:8; Proverbios 2:4; Hechos 20:24; Colosenses 2:3
  46. 47 Juan 15:6; 2 Timoteo 3:2–5; Mateo 22:9–10; 2 Timoteo 4:3–4; 1 Juan 4:1–6
  47. 48 Mateo 13:30; Mateo 3:12; Mateo 13:40–43
  48. 49 Apocalipsis 20:12–15; Mateo 13:39; Mateo 24:31; 2 Tesalonicenses 1:7–10; Mateo 22:12–14
  49. 50 Apocalipsis 14:10–11; Lucas 13:27–28; Mateo 13:42; Mateo 8:12; Apocalipsis 16:10–11
  50. 51 Marcos 4:34; Mateo 13:19; Mateo 13:11; Mateo 15:17; Mateo 24:15
  51. 52 1 Juan 2:7–8; Tito 1:9; 2 Timoteo 3:16–17; 2 Corintios 3:4–6; Tito 2:6–7
  52. 53 Mateo 7:28; Marcos 4:33–35
  53. 54 Juan 7:15–16; Mateo 7:28; Marcos 6:1–6; Mateo 2:23; Lucas 4:16–30
  54. 55 Marcos 6:3; Juan 6:42; Lucas 3:23; Marcos 15:47–16:1; Lucas 4:22
  55. 57 Juan 4:44; Lucas 4:24; Mateo 11:6; Isaías 53:3; Juan 6:61
  56. 58 Marcos 6:5–6; Romanos 11:20; Hebreos 3:12–19; Lucas 4:25–29

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 13:19 Augustine of Hippo, Sermons on Selected Lessons of the New Testament (Sermon XXIII)

    Both yesterday and to-day ye have heard the parables of the sower, in the words of our Lord Jesus Christ. Do ye who were present yesterday, recollect to-day.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)

  2. Comentario 13:10 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XLV)

    We have good cause to admire the disciples, how, longing as they do to learn, they know when they ought to ask. For they do it not before all: and this Matthew shows by saying, "And they came." And, as to this assertion not being conjecture, Mark hath expressed it more distinctly, by saying, that "they came to Him privately." …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  3. Cita 13:42 Justin Martyr, First Apology (Chapters XIII–XVI)

    And every tree that bringeth not forth good fruit, is hewn down and cast into the fire." And as to those who are not living pursuant to these His teachings, and are Christians only in name, we demand that all such be punished by you.

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  4. Cita 13:43 Irenaeus of Lyons, Against Heresies (Book II, Chapters XXXI–XXXII)

    … no such thing as good and evil, but certain things were deemed righteous, and certain others unrighteous, in human opinion only, He never would have expressed Himself thus in His teaching: "The righteous shall shine forth as the sun in the kingdom of their Father;" but He shall send the unrighteous, and those who do not the works of righteousness, …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  5. Cita 13:46 Augustine of Hippo, Confessions (Book VIII)

    For Thou hast said unto man, "Behold, the fear of the Lord, that is wisdom;" and desire not to seem wise, because, "Professing themselves to be wise, they became fools." But I had now found the goodly pearl, which, selling all that I had, I ought to have bought; and I hesitated.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)