Saltar al texto

Mateo · Texto Patriarcal (Antoniades 1904/1912)

Mateo 3 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 εν δε ταις ημεραις εκειναις παραγινεται ιωαννης ο βαπτιστης κηρυσσων εν τη ερημω της ιουδαιας
1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2 και λεγων· μετανοειτε· ηγγικεν γαρ η βασιλεια των ουρανων.
2 καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3 ουτος γαρ εστιν ο ρηθεις υπο ησαιου του προφητου λεγοντος· φωνη βοωντος εν τη ερημω, ετοιμασατε την οδον κυριου, ευθειας ποιειτε τας τριβους αυτου.
3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 αυτος δε ο ιωαννης ειχεν το ενδυμα αυτου απο τριχων καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου, η δε τροφη αυτου ην ακριδες και μελι αγριον.
4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον.
5 τοτε εξεπορευετο προς αυτον ιεροσολυμα και πασα η ιουδαια και πασα η περιχωρος του ιορδανου,
5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6 και εβαπτιζοντο εν τω ιορδανη υπ αυτου εξομολογουμενοι τας αμαρτιας αυτων.
6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 ιδων δε πολλους των φαρισαιων και σαδδουκαιων ερχομενους επι το βαπτισμα αυτου ειπεν αυτοις· γεννηματα εχιδνων, τις υπεδειξεν υμιν φυγειν απο της μελλουσης οργης;
7 ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8 ποιησατε ουν καρπον αξιον της μετανοιας,
8 ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας,
9 και μη δοξητε λεγειν εν εαυτοις, πατερα εχομεν τον αβρααμ· λεγω γαρ υμιν οτι δυναται ο θεος εκ των λιθων τουτων εγειραι τεκνα τω αβρααμ.
9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν Ἀβραάμ. λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10 ηδη δε και η αξινη προς την ριζαν των δενδρων κειται· παν ουν δενδρον μη ποιουν καρπον καλον εκκοπτεται και εις πυρ βαλλεται.
10 ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 εγω μεν βαπτιζω υμας εν υδατι εις μετανοιαν· ο δε οπισω μου ερχομενος ισχυροτερος μου εστιν, ου ουκ ειμι ικανος τα υποδηματα βαστασαι· αυτος υμας βαπτισει εν πνευματι αγιω και πυρι.
11 ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί.
12 ου το πτυον εν τη χειρι αυτου και διακαθαριει την αλωνα αυτου, και συναξει τον σιτον αυτου εις την αποθηκην, το δε αχυρον κατακαυσει πυρι ασβεστω.
12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 τοτε παραγινεται ο ιησους απο της γαλιλαιας επι τον ιορδανην προς τον ιωαννην του βαπτισθηναι υπ αυτου.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ.
14 ο δε ιωαννης διεκωλυεν αυτον λεγων· εγω χρειαν εχω υπο σου βαπτισθηναι, και συ ερχη προς με;
14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15 αποκριθεις δε ο ιησους ειπεν προς αυτον· αφες αρτι· ουτως γαρ πρεπον εστιν ημιν πληρωσαι πασαν δικαιοσυνην. τοτε αφιησιν αυτον·
15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν· ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν·
16 και βαπτισθεις ο ιησους ανεβη ευθυς απο του υδατος· και ιδου ανεωχθησαν αυτω οι ουρανοι, και ειδεν το πνευμα του θεου καταβαινον ωσει περιστεραν και ερχομενον επ αυτον·
16 καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν·
17 και ιδου φωνη εκ των ουρανων λεγουσα· ουτος εστιν ο υιος μου ο αγαπητος, εν ω ευδοκησα.
17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • John the Baptist

    Forerunner who baptized Jesus

    Son of Zechariah, who preached in the wilderness and baptized in the Jordan, pointed to Jesus as the Lamb of God, rebuked Herod over Herodias and was imprisoned and beheaded.

    Citado en la guía: Matthew 3:1; Matthew 14:3; Luke 1:13

Referencias cruzadas (17)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Isaías 40:3–6; Juan 1:6–8; Lucas 1:13–17; Lucas 1:76; Lucas 3:1–20
  2. 2 Marcos 1:15; Mateo 4:17; Daniel 2:44; 2 Corintios 7:10; Lucas 24:47
  3. 3 Isaías 40:3; Malaquías 3:1; Juan 1:23; Lucas 1:76; Marcos 1:3
  4. 4 2 Reyes 1:8; Marcos 1:6; Mateo 11:8; Zacarías 13:4; Levítico 11:22
  5. 5 Marcos 1:5; Juan 5:35; Mateo 11:7–12; Juan 3:23; Lucas 3:7
  6. 6 Hechos 19:18; Mateo 3:13–16; 1 Juan 1:9; Juan 1:25–28; Ezequiel 36:25
  7. 7 Mateo 12:34; 1 Tesalonicenses 1:10; Mateo 22:23; Romanos 5:9; Mateo 23:33
  8. 8 Lucas 3:8; Hechos 26:20; 2 Pedro 1:4–8; Gálatas 5:22–23; Efesios 5:9
  9. 9 Lucas 3:8; Romanos 9:7–8; Gálatas 3:27–29; Juan 8:33; Hechos 13:26
  10. 10 Juan 15:6; Lucas 3:9; Mateo 7:19; Juan 15:2; Lucas 13:6–9
  11. 11 Isaías 4:4; Lucas 3:16; Hechos 1:5; Zacarías 13:9; Malaquías 3:2–4
  12. 12 Malaquías 4:1; Mateo 13:30; Lucas 3:17; Isaías 41:16; Jeremías 51:2
  13. 13 Juan 1:32–34; Mateo 2:22; Marcos 1:9–11; Lucas 3:21–22
  14. 14 Juan 3:3–7; Hechos 1:5–8; Juan 13:6–8; Juan 1:16; Efesios 2:3–5
  15. 15 Juan 4:34; Isaías 42:21; Juan 13:15; Juan 15:10; Filipenses 2:7–8
  16. 16 Isaías 11:2; Lucas 3:21–22; Marcos 1:10; Juan 1:31–34; Isaías 42:1
  17. 17 Isaías 42:1; Mateo 17:5; Salmo 2:7; Lucas 9:35; Mateo 12:18

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 3:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily X)

    How "in those days"? For not then, surely, when He was a child, and came to Nazareth, but thirty years after, John cometh; as Luke also testifies. How then is it said, "in those days"?

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 3:3 Irenaeus of Lyons, Against Heresies (Book III, Chapter VII)

    Every valley shall be filled, and every mountain and hill brought low; and the crooked shall be made straight, and the rough into smooth ways; and all flesh shall see the salvation of God." There is therefore one and the same God, the Father of our Lord, who also promised, through the prophets, that He would send His forerunner; and …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 3:2 Augustine of Hippo, Confessions (Book XIII, Chapters XII–XV)

    For Thou correctest man for iniquity, and "Thy judgments are a great deep." But because Thy Spirit was "borne over the waters," Thy mercy forsook not our misery, and Thou saidst, "Let there be light," "Repent ye, for the kingdom of heaven is at hand." Repent ye, let there be light.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)

  4. Cita 3:9 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily IX)

    … a better country." And again, "These all died in faith, not having obtained the promises, but having seen them afar off, and embraced them." And John too said unto those that were coming to him, "Think not to say, We have Abraham to our father." And Paul again, "For they are not all Israel, which are of Israel; neither they, …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 3:5 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    This man was baptizing in Jordan, and there went out unto him all Jerusalem, to enjoy the first-fruits of baptisms: for in Jerusalem is the prerogative of all things good.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)