Saltar al texto

Mateo · Texto Patriarcal (Antoniades 1904/1912)

Mateo 4 Texto Patriarcal (Antoniades 1904/1912)

Read in English
Sobre PT
  • Ortodoxa
  • NT: Texto bizantino
  • Solo Nuevo Testamento
  • Lengua original
  • 1912
  • Dominio público

Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones

Notas sobre este texto (3)
PT Texto Patriarcal (Antoniades 1904/1912)
PT1904 Texto Patriarcal 1904 (acentuado, edición de eBible)
1 τοτε ο ιησους ανηχθη εις την ερημον υπο του πνευματος πειρασθηναι υπο του διαβολου,
1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου,
2 και νηστευσας ημερας τεσσαρακοντα και νυκτας τεσσαρακοντα υστερον επεινασεν.
2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα ὕστερον ἐπείνασε.
3 και προσελθων αυτω ο πειραζων ειπεν· ει υιος ει του θεου, ειπε ινα οι λιθοι ουτοι αρτοι γενωνται.
3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4 ο δε αποκριθεις ειπεν· γεγραπται, ουκ επ αρτω μονω ζησεται ανθρωπος, αλλ επι παντι ρηματι εκπορευομενω δια στοματος θεου.
4 ὁ δὲ ἀποκριθεὶς εἶπε· γέγραπται, οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.
5 τοτε παραλαμβανει αυτον ο διαβολος εις την αγιαν πολιν, και ιστησιν αυτον επι το πτερυγιον του ιερου
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
6 και λεγει αυτω· ει υιος ει του θεου, βαλε σεαυτον κατω· γεγραπται γαρ οτι τοις αγγελοις αυτου εντελειται περι σου, και επι χειρων αρουσιν σε, μηποτε προσκοψης προς λιθον τον ποδα σου.
6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
7 εφη αυτω ο ιησους· παλιν γεγραπται, ουκ εκπειρασεις κυριον τον θεον σου.
7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.
8 παλιν παραλαμβανει αυτον ο διαβολος εις ορος υψηλον λιαν, και δεικνυσιν αυτω πασας τας βασιλειας του κοσμου και την δοξαν αυτων
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9 και λεγει αυτω· ταυτα παντα σοι δωσω, εαν πεσων προσκυνησης μοι.
9 καὶ λέγει αὐτῷ· ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
10 τοτε λεγει αυτω ο ιησους· υπαγε οπισω μου, σατανα· γεγραπται γαρ, κυριον τον θεον σου προσκυνησεις και αυτω μονω λατρευσεις.
10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
11 τοτε αφιησιν αυτον ο διαβολος, και ιδου αγγελοι προσηλθον και διηκονουν αυτω.
11 Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
12 ακουσας δε [ο ιησους] οτι ιωαννης παρεδοθη, ανεχωρησεν εις την γαλιλαιαν,
12 Ἀκούσας δὲ [ὁ Ἰησοῦς] ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν,
13 και καταλιπων την ναζαρετ ελθων κατωκησεν εις καπερναουμ την παραθαλασσιαν εν οριοις ζαβουλων και νεφθαλειμ,
13 καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ,
14 ινα πληρωθη το ρηθεν δια ησαιου του προφητου λεγοντος·
14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος·
15 γη ζαβουλων και γη νεφθαλειμ, οδον θαλασσης, περαν του ιορδανου, γαλιλαια των εθνων,
15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
16 ο λαος ο καθημενος εν σκοτει ειδεν φως μεγα, και τοις καθημενοις εν χωρα και σκια θανατου φως ανετειλεν αυτοις.
16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
17 απο τοτε ηρξατο ο ιησους κηρυσσειν και λεγειν· μετανοειτε· ηγγικεν γαρ η βασιλεια των ουρανων.
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18 περιπατων δε παρα την θαλασσαν της γαλιλαιας ειδεν δυο αδελφους, σιμωνα τον λεγομενον πετρον και ανδρεαν τον αδελφον αυτου, βαλλοντας αμφιβληστρον εις την θαλασσαν· ησαν γαρ αλιεις·
18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς·
19 και λεγει αυτοις· δευτε οπισω μου και ποιησω υμας αλιεις ανθρωπων.
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
20 οι δε ευθεως αφεντες τα δικτυα ηκολουθησαν αυτω.
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
21 και προβας εκειθεν ειδεν αλλους δυο αδελφους, ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου, εν τω πλοιω μετα ζεβεδαιου του πατρος αυτων καταρτιζοντας τα δικτυα αυτων, και εκαλεσεν αυτους.
21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
22 οι δε ευθεως αφεντες το πλοιον και τον πατερα αυτων ηκολουθησαν αυτω.
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
23 και περιηγεν ολην την γαλιλαιαν ο ιησους διδασκων εν ταις συναγωγαις αυτων και κηρυσσων το ευαγγελιον της βασιλειας και θεραπευων πασαν νοσον και πασαν μαλακιαν εν τω λαω.
23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
24 και απηλθεν η ακοη αυτου εις ολην την συριαν, και προσηνεγκαν αυτω παντας τους κακως εχοντας ποικιλαις νοσοις και βασανοις συνεχομενους, και δαιμονιζομενους και σεληνιαζομενους και παραλυτικους, και εθεραπευσεν αυτους·
24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς·
25 και ηκολουθησαν αυτω οχλοι πολλοι απο της γαλιλαιας και δεκαπολεως και ιεροσολυμων και ιουδαιας και περαν του ιορδανου.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Personas y lugares de este capítulo

Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.

Personas

  • James

    Apostle, brother of John

    A fisherman called by Jesus together with his brother John, one of the Twelve, to whom Jesus gave the name Boanerges, 'Sons of Thunder'.

    Citado en la guía: Matthew 4:21; Matthew 10:2; Mark 3:17

  • John

    Apostle, brother of James

    A fisherman called together with his brother James, one of the Twelve, to whom Jesus gave the name Boanerges, 'Sons of Thunder'.

    Citado en la guía: Matthew 4:21; Matthew 10:2; Mark 3:17

  • Zebedee

    Father of James and John

    A fisherman in whose boat his sons James and John were mending nets when Jesus called them; they left him in the boat with the hired men.

    Citado en la guía: Matthew 4:21; Matthew 20:20; Mark 1:20

Lugares

  • Capernaum

    Hoy: Northern Israel (Sea of Galilee)

    A fishing and customs town on the Sea of Galilee where Jesus healed, taught, and called disciples. Its ruins include a 4th–5th c. synagogue built over an earlier one.

    Citado en la guía: Matthew 4:13; Mark 2:1; Matthew 11:23

  • Sea of Galilee

    Hoy: Northern Israel

    This harp-shaped lake (~13 miles long) lies in the Jordan Rift Valley. Cool air dropping onto the warm water spawns sudden storms — the setting of several Gospel miracles.

    Citado en la guía: Matthew 4:18; Mark 4:39; John 21:1

Referencias cruzadas (25)

Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.

  1. 1 Hebreos 2:18; Lucas 4:1–13; Marcos 1:12–15; Hebreos 4:15–16; Romanos 8:14
  2. 2 Deuteronomio 9:18; Éxodo 34:28; 1 Reyes 19:8; Lucas 4:2; Deuteronomio 9:9
  3. 3 1 Tesalonicenses 3:5; Génesis 3:1–5; Números 11:4–6; Lucas 22:31–32; Apocalipsis 2:10
  4. 4 Deuteronomio 8:3; Lucas 4:4; Juan 6:63; Juan 6:31–59; Romanos 15:4
  5. 5 Lucas 4:9; Apocalipsis 11:2; Mateo 27:53; Isaías 48:2; Nehemías 11:1
  6. 6 Salmo 91:11–12; Hebreos 1:14; Salmo 34:7; 2 Corintios 11:14; Salmo 34:20
  7. 7 Deuteronomio 6:16; 1 Corintios 10:9; Salmo 78:41; Salmo 78:18; Hebreos 3:9
  8. 8 1 Juan 2:15–16; Apocalipsis 11:15; Salmo 49:16–17; Mateo 16:26; Lucas 4:5–7
  9. 9 2 Corintios 4:4; Apocalipsis 22:8–9; Juan 16:11; Apocalipsis 19:10; Daniel 5:18–19
  10. 10 Deuteronomio 6:13–14; Deuteronomio 10:20; Josué 24:14; Lucas 4:8; 1 Samuel 7:3
  11. 11 Mateo 26:53; Lucas 22:43; Hebreos 1:14; Apocalipsis 5:11–12; Lucas 4:13
  12. 12 Marcos 1:14; Lucas 3:20; Mateo 14:3; Lucas 4:14; Marcos 6:17
  13. 13 Juan 4:46; Marcos 1:21; Mateo 11:23; Juan 6:24; Juan 6:59
  14. 14 Isaías 9:1–2; Mateo 2:23; Lucas 24:44; Mateo 12:17–21; Lucas 22:37
  15. 15 Isaías 9:1
  16. 16 Isaías 9:2; Isaías 42:6–7; Lucas 1:78–79; Isaías 60:1–3; Miqueas 7:8
  17. 17 Mateo 3:2; Hechos 2:38; Marcos 1:14–15; Lucas 5:32; Lucas 24:47
  18. 18 Juan 1:40–42; Mateo 10:2; Marcos 1:16–20; Lucas 6:14; Lucas 5:1–11
  19. 19 Marcos 1:17–18; Juan 12:26; Mateo 16:24; Lucas 9:59; Juan 1:43
  20. 20 Marcos 10:28–31; Mateo 19:27; Lucas 18:28–30; Salmo 119:60; 1 Reyes 19:21
  21. 21 Marcos 3:17; Marcos 1:19–20; Mateo 10:2; Juan 21:2; Hechos 12:2
  22. 22 Mateo 10:37; Lucas 14:26; Deuteronomio 33:9–10; Lucas 9:59–60; Marcos 1:20
  23. 23 Mateo 9:35; Marcos 1:39; Lucas 7:22; Hechos 10:38; Mateo 11:5
  24. 24 Mateo 17:15; Mateo 8:6; Mateo 12:22; Lucas 5:15; Lucas 2:2
  25. 25 Lucas 6:17; Marcos 5:20; Marcos 7:31; Marcos 3:7–8; Mateo 19:2

Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias

Lo que dijeron los Padres

Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.

Cómo se eligieron

«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).

  1. Comentario 4:1 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    Then. When? After the descent of the Spirit, after the voice that was borne from above, and said, "This is My Beloved Son, in whom I am well pleased." And what was marvellous, it was of the Holy Spirit; for this, he here saith, led Him up.

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  2. Cita 4:3 Irenaeus of Lyons, Against Heresies (Book V, Chapter XIX)

    For, when tempting Him, he said, "If thou be the Son of God, command that these stones be made bread." But the Lord repulsed him by the commandment of the law, saying, "It is written, Man doth not live by bread alone." As to those words [of His enemy,] "If thou be the Son of God," [the Lord] made no …

    Leer en contexto · Ante-Nicene Fathers, vol. 1 (1885)

  3. Cita 4:9 Augustine of Hippo, The City of God (Book XI, Chapters 30–33)

    … two societies of angels,--the one enjoying God, the other swelling with pride; the one to whom it is said, "Praise ye Him, all His angels," the other whose prince says, "All these things will I give Thee if Thou wilt fall down and worship me;" the one blazing with the holy love of God, the other reeking with the unclean …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)

  4. Cita 4:3 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XIII)

    Thus, after He was an hungered, it is said, "The tempter came, and said unto Him, If Thou be Son of God, command that these stones be made bread." For, because he had heard a voice borne from above, and saying, "This is My beloved Son;" and had heard also John bearing so large witness concerning Him, and after that …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)

  5. Cita 4:17 Cyril of Jerusalem, Catechetical Lectures (Lecture III)

    If the Master Himself followed the right time in due order, ought we, His servants, to venture out of order? From that time Jesus began to preach, when the Holy Spirit had descended upon Him in a bodily shape, like a dove; not that Jesus might see Him first, for He knew Him even before He came in a …

    Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)