1 Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. 2 ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶν καὶ κωλύοντα ⸂φόρους Καίσαρι διδόναι ⸀καὶ λέγοντα ⸀αὑτὸν χριστὸν βασιλέα εἶναι. 3 ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεν αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. 4 ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. 5 οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀καὶ ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε. 6 Πιλᾶτος δὲ ⸀ἀκούσας ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, 7 καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. 8 ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ⸂ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ⸀ἀκούειν περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. 9 ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. 10 εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. 11 ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶ ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼν ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. 12 ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς 13 Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν 14 εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲν εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ. 15 ἀλλʼ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς · καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· 16 παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω 18 ⸀Ἀνέκραγον δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν Βαραββᾶν· 19 ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ. 20 πάλιν ⸀δὲ ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν. 21 οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου αὐτόν. 22 ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. 23 οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν 24 ⸀καὶ Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· 25 ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰς φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν. 26 Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. 27 Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳ ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. 28 στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁ Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, 29 ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ στεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν 30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· 31 ὅτι εἰ ἐν ⸀τῷ ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται; 32 Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι. 33 καὶ ὅτε ⸀ἦλθον ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. 34 ⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν ⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους 35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντες λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός. 36 ⸀ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξος προσφέροντες αὐτῷ 37 καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. 38 ἦν δὲ καὶ ⸀ἐπιγραφὴ ἐπʼ ⸀αὐτῷ Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος 39 Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων ⸀Οὐχὶ σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. 40 ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη · Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; 41 καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. 42 καὶ ⸀ἔλεγεν Ἰησοῦ, μνήσθητί ⸀μου ὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ σου. 43 καὶ εἶπεν ⸀αὐτῷ Ἀμήν ⸂σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. 44 ⸂Καὶ ἦν ⸀ἤδη ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης 45 ⸂τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη ⸀δὲ τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. 46 καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαι τὸ πνεῦμά μου. ⸂τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν. 47 Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεν τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. 48 καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντες τὰ γενόμενα, ⸀τύπτοντες τὰ στήθη ὑπέστρεφον. 49 εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ ⸀μακρόθεν καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαι αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα. 50 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ⸀ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— 51 οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς ⸀προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ, 52 οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, 53 καὶ ⸀καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω κείμενος. 54 καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν. 55 κατακολουθήσασαι δὲ ⸀αἱ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, 56 ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
Lucas · Nuevo Testamento griego SBL
Lucas 23 Nuevo Testamento griego SBL
Audio: Reina-Valera Antigua (RVA), leído por Joyfull · Sobre las grabaciones
Esta traducción no tiene el versículo 17; los siguientes conservan su numeración habitual.
Personas y lugares de este capítulo
Del árbol genealógico y los mapas bíblicos de este sitio (en inglés), solo donde esas guías citan este capítulo.
Personas
Joseph of Arimathea
A rich man and member of the council from the Judean town of Arimathea, a disciple of Jesus (secretly, for fear of the Jews), who asked Pilate for the body and laid it in a new…
Citado en la guía: Matthew 27:57; Mark 15:43; Luke 23:50
Simon of Cyrene
A man from Cyrene coming in from the country whom the soldiers forced to carry the cross of Jesus; Mark calls him the father of Alexander and Rufus.
Citado en la guía: Matthew 27:32; Mark 15:21; Luke 23:26
Referencias cruzadas (53)
Pasajes relacionados con cada versículo, del Treasury of Scripture Knowledge, tal como los reúnen y ordenan los lectores de OpenBible.info.
- 1 Mateo 27:1–2; Marcos 15:1–5; Mateo 27:11–14; Lucas 22:66; Juan 18:28–38
- 2 Hechos 17:6–7; Lucas 23:14; Juan 19:12; Marcos 14:61–62; Lucas 22:69–70
- 3 Juan 1:49; 1 Timoteo 6:13; Lucas 1:32–33; Marcos 15:2; Lucas 22:70
- 4 Juan 18:38; 1 Pedro 1:19; 1 Pedro 2:22; Hebreos 7:26; Marcos 15:14
- 5 Juan 1:43; Juan 2:11; Marcos 1:14; Mateo 4:23; Juan 19:15
- 6 Hechos 5:37; Lucas 13:1
- 7 Lucas 3:1; Lucas 13:31; Mateo 14:1
- 8 Lucas 9:7–9; Marcos 6:14; Mateo 14:1; 2 Reyes 5:11; Hechos 8:19
- 9 Mateo 27:14; 1 Pedro 2:23; Lucas 13:32; Isaías 53:7; Salmo 39:9
- 10 Lucas 23:14–15; Lucas 11:53; Lucas 23:5; Lucas 23:2; Hechos 24:5
- 11 Marcos 15:16–20; Mateo 27:27–30; Isaías 53:3; Salmo 69:19–20; Juan 19:5
- 12 Hechos 4:27; Apocalipsis 17:13–14; Mateo 16:1; Salmo 83:4–6
- 13 Juan 18:38; Mateo 27:21–23; Marcos 15:14; Juan 19:4
- 14 Daniel 6:4; Hebreos 7:26; Lucas 23:4–5; Hechos 13:28; Mateo 27:19
- 16 Mateo 27:26; Lucas 23:22; Marcos 15:15; Isaías 53:5; Hechos 5:40–41
- 18 Hechos 21:36; Hechos 3:14; Hechos 22:22; Juan 18:39–40; Marcos 15:6–15
- 19 Hechos 3:14; Lucas 23:5; Lucas 23:2
- 20 Marcos 15:15; Mateo 14:8–9; Juan 19:12; Mateo 27:19
- 21 Mateo 27:22–25; Lucas 23:23; Marcos 15:13; Juan 19:15
- 22 Lucas 23:14; Lucas 23:20; 1 Pedro 3:18; Lucas 23:16; 1 Pedro 1:19
- 23 Zacarías 11:8; Salmo 57:4; Salmo 22:12–13; Lucas 23:5
- 24 Mateo 27:26; Proverbios 17:15; Éxodo 23:2; Marcos 15:15; Juan 19:1
- 25 Hechos 3:14; Marcos 15:15; Marcos 15:6–7; Mateo 27:26; Lucas 23:5
- 26 Mateo 27:32–44; Marcos 15:21–32; Lucas 9:23; Hechos 2:10; Lucas 14:27
- 27 Lucas 8:52; Lucas 8:2; Marcos 15:40; Lucas 23:55; Mateo 27:55
- 28 Cantar de los Cantares 8:4; Cantar de los Cantares 2:7; Cantar de los Cantares 1:5; Cantar de los Cantares 3:10; Cantar de los Cantares 5:8
- 29 Mateo 24:19; Lucas 21:23–24; Marcos 13:17–19; Oseas 9:12–16; Oseas 13:16
- 30 Apocalipsis 6:16; Oseas 10:8; Isaías 2:19; Apocalipsis 9:6
- 31 1 Pedro 4:17–18; Proverbios 11:31; Juan 15:6; Ezequiel 20:47–48; Ezequiel 15:2–7
- 32 Marcos 15:27; Isaías 53:12; Mateo 27:38; Juan 19:18; Hebreos 12:2
- 33 Marcos 15:22–23; Juan 19:17–18; Zacarías 12:10; Mateo 27:33–34; Deuteronomio 21:23
- 34 Mateo 5:44; Hechos 7:60; 1 Pedro 3:9; 1 Pedro 2:20–23; Lucas 6:27–28
- 35 Salmo 22:17; Isaías 42:1; 1 Pedro 2:4; Marcos 15:29–32; Mateo 12:18
- 36 Salmo 69:21; Mateo 27:48; Mateo 27:34; Marcos 15:36; Marcos 15:19–20
- 38 Mateo 27:37; Marcos 15:26; Juan 19:19–22; Lucas 23:3; Marcos 15:32
- 39 Mateo 27:44; Marcos 15:32; Lucas 23:35; Lucas 23:37; Lucas 17:34–35
- 40 Lucas 12:5; Apocalipsis 15:4; Efesios 5:11; Salmo 36:1; Jeremías 5:3
- 41 Levítico 26:40–41; Esdras 9:13; Mateo 27:4; 1 Pedro 1:19; Mateo 27:24
- 42 Romanos 10:9–14; Hechos 16:31; 1 Juan 5:11–13; 1 Corintios 6:10–11; Lucas 12:8
- 43 Apocalipsis 2:7; Salmo 50:15; 1 Timoteo 1:15–16; Lucas 19:10; Salmo 32:5
- 44 Mateo 27:45; Marcos 15:33–34; Amós 8:9; Hechos 2:20; Juan 19:14
- 45 Hebreos 10:19–22; Mateo 27:51; Hebreos 9:3–8; Marcos 15:38; Efesios 2:14–18
- 46 Salmo 31:5; Hechos 7:59; Juan 19:30; 1 Pedro 2:23; Marcos 15:34–41
- 47 Mateo 27:54; Marcos 15:39; Lucas 23:41; Mateo 9:8
- 48 Lucas 18:13; Hechos 2:37; Jeremías 31:19
- 49 Lucas 8:2; Salmo 38:11; Lucas 23:55; Mateo 27:55–56; Marcos 15:40–41
- 50 Juan 19:38–42; Hechos 11:24; Hechos 10:22; Hechos 10:2; Marcos 15:42–47
- 51 Lucas 2:25; Lucas 2:38; Isaías 8:12; Génesis 37:21–22; Génesis 42:21–22
- 52 Juan 19:38–42
- 53 Mateo 27:59–60; Marcos 15:46; Isaías 53:9
- 54 Mateo 27:62; Juan 19:31; Marcos 15:42; Juan 19:14; Juan 19:42
- 55 Lucas 23:49; Lucas 8:2; Mateo 27:61; Marcos 15:47
- 56 Lucas 24:1; Marcos 16:1; Deuteronomio 5:14; Éxodo 20:8–10; Jeremías 17:24–25
Referencias cruzadas: OpenBible.info (CC BY), tomadas sobre todo del Treasury of Scripture Knowledge (dominio público). · Fuentes y licencias
Lo que dijeron los Padres
Pasajes de los Padres de la Iglesia que comentan o citan este capítulo, tal como aparecen en la edición de Schaff (traducciones inglesas del siglo XIX, de dominio público). Los textos están en inglés.
Cómo se eligieron
«Comentario» es el comienzo de una homilía o exposición sobre este capítulo (homilías de san Juan Crisóstomo; tratados, sermones y comentarios a los Salmos de san Agustín). «Cita» es una frase en la que las notas de la propia edición identifican la cita de un versículo de este capítulo; solo se conserva si el texto coincide con el versículo. Solo se usan obras de autoría segura. Los Salmos siguen la numeración hebrea (Agustín usa la de los Setenta: su Salmo 50 es aquí el 51).
And from this fact, that He exclaimed upon the cross, "Father, forgive them, for they know not what they do," the long-suffering, patience, compassion, and goodness of Christ are exhibited, since He both suffered, and did Himself exculpate those who had maltreated Him.
… be mindful of mercy." What is this but that He puts Himself for the Jews, of whose nation He was, who were troubled with great anger and crucified Christ, when He, mindful of mercy, said, "Father, forgive them, for they know not what they do? "God shall come from Teman, and the Holy One from the shady and close mountain." …
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… judge others, when one is chargeable with the same things." And why marvel at His establishing this law, when even the very thief knew it upon the cross, saying to the other thief, "Dost not thou fear God, seeing we are in the same condemnation;" expressing the same sentiments with Christ?
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
There is yet another witness of the sinlessness of Jesus,--the robber, the first man admitted into Paradise; who rebuked his fellow, and said, "We receive the due reward of our deeds; but this man hath done nothing amiss; for we were present, both thou and I, at His judgment."
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)
And on this account our Lord also on the cross says, "Father, forgive them; for they know not what they do:" for, not yet having become partakers of the grace of the Holy Spirit, they had not yet entered the fellowship of the holy brotherhood.
Leer en contexto · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)