1 ἌΝΘΡΩΠΟΣ τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. 2 Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. 3 Καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια, κάμηλοι τρισχίλιαι, ζεύγη βοῶν πεντακόσια, θήλειαι ὄνοι νομάδες πεντακόσιαι, καὶ ὑπηρεσία πολλὴ σφόδρα, καὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν. 4 Συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλους, ἐποιοῦσαν πότον καθʼ ἑκάστην ἡμέραν, συμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶν, ἐσθίειν καὶ πίνειν μετʼ αὐτῶν. 5 Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστελλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τοπρωῒ, καὶ προσέφερε περὶ αὐτῶν θυσίας, κατὰ τὸν ἀριθμὸν αὐτῶν, καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν· ἔλεγε γὰρ Ἰὼβ, μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς Θεόν· οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας. 6 Καὶ ἐγένετο ὡς ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθε μετʼ αὐτῶν. 7 Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, πόθεν παραγέγονας; καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε, περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπʼ οὐρανὸν πάρειμι. 8 Καὶ εἶπεν αὐτῷ ὁ Κύριος, προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ; ὅτι οὐκ ἔστι κατʼ αὐτὸν ἐπὶ τῆς γῆς; ἄνθρωπος ἄμεμπτος, ἀληθινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; 9 Ἀπεκρίθη δὲ ὁ διάβολος, καὶ εἶπεν ἐναντίον τοῦ Κυρίου, μὴ δωρεὰν Ἰὼβ σέβεται τὸν Κύριον; 10 Οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ, καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ, καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτοῦ κύκλῳ; τὰ δὲ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας; καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς; 11 Ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχει· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. 12 Τότε εἶπεν ὁ Κύριος τῷ διαβόλῳ, ἰδοὺ πάντα ὅσα ἐστὶν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου, ἀλλʼ αὐτοῦ μὴ ἅψῃ· καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ Κυρίου. 13 Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου. 14 Καὶ ἰδοὺ ἄγγελος ἦλθε πρὸς Ἰὼβ, καὶ εἶπεν αὐτῷ, τὰ ζεύγη τῶν βοῶν ἠροτρία, καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν, 15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 16 Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπε πρὸς Ἰὼβ, πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα, καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως· σωθεὶς δέ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 17 Ἔτι τούτου λαλοῦντος, ἦλθεν ἕτερος ἄγγελος, καὶ εἶπεν πρὸς Ἰὼβ, οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλᾶς τρεῖς, καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτὰς, καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 18 Ἔτι τούτου λαλοῦντος, ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰὼβ, τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθίοντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, 19 ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου, καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας, καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν· ἐσώθην δὲ ἐγὼ μόνος, καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι. 20 Οὕτως ἀναστὰς Ἰὼβ ἔῤῥξε τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς, καὶ πεσὼν χαμαὶ, προσεκύνησε, καὶ εἶπεν, 21 αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ· ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. 22 Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ Κυρίου· καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ Θεῷ.
Job · Brenton's Greek Septuagint
Job 1 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Job
A blameless and upright man of the land of Uz who had seven sons and three daughters, lost his children and wealth and was afflicted, and was restored by the LORD with twice what…
Cited in the guide: Job 1:1; Job 1:8; Job 2:11
Cross references (22)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 James 5:11; Ezekiel 14:14; Ezekiel 14:20; Job 28:28; Job 2:3
- 2 Psalm 127:3–5; Job 42:13; Psalm 128:3; Job 13:13; Psalm 107:38
- 3 Job 42:12; Proverbs 10:22; 1 Kings 4:30; Judges 6:3; Job 29:25
- 4 Hebrews 13:1; Psalm 133:1
- 5 Job 42:8; Genesis 8:20; 1 Samuel 16:5; Genesis 35:2–3; Ephesians 6:18
- 6 Job 2:1; Job 38:7; Zechariah 3:1; Revelation 12:9–10; 1 Kings 22:19
- 7 1 Peter 5:8; Job 2:2; Matthew 12:43; Revelation 12:12–17; Revelation 12:9
- 8 Job 2:3; Job 1:1; Proverbs 8:13; Numbers 12:7–8; 2 Kings 23:25
- 9 1 Timothy 4:8; Matthew 16:26; 1 Timothy 6:6; Job 1:21; Job 21:14–15
- 10 Psalm 34:7; Zechariah 2:5; 1 Peter 1:5; Deuteronomy 28:2–6; Proverbs 10:22
- 11 Job 2:5; Job 19:21; Revelation 16:11; Revelation 16:9; Revelation 16:21
- 12 Luke 22:31–32; 2 Corinthians 12:7; John 3:35–36; 1 Corinthians 10:13; John 19:11
- 13 Proverbs 27:1; Luke 21:34; Ecclesiastes 9:12; Luke 17:27–29; Luke 12:19–20
- 14 1 Samuel 4:17; Jeremiah 51:31; 2 Samuel 15:13
- 15 Genesis 10:7; Job 6:19; Joel 3:8; 1 Samuel 22:20–21; Ezekiel 23:42
- 16 2 Kings 1:12; Genesis 19:24; Leviticus 10:2; 1 Kings 18:38; Numbers 11:1–3
- 17 Genesis 11:28; Habakkuk 1:6; Genesis 11:31; Isaiah 23:13; Job 1:15
- 18 Job 1:4; Job 1:13; Psalm 34:19; Lamentations 1:12; Job 19:9–10
- 19 Acts 28:4; 1 Kings 20:30; Ephesians 2:2; Judges 16:30; Genesis 37:32–33
- 20 1 Peter 5:6; 2 Samuel 12:16–20; Genesis 37:34; Ezra 9:3; Genesis 37:29
- 21 Ecclesiastes 5:15; 1 Timothy 6:7; 1 Thessalonians 5:18; James 1:17; Job 2:10
- 22 James 1:12; Job 2:10; 1 Peter 1:7; James 1:4; Romans 9:20
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… and all who worship Thee when they hear these things shall say: "Blessed be the Lord in heaven and earth, great and wonderful is His name." Thy words had stuck fast into my breast, and I was hedged round about by Thee on every side. Of Thy eternal life I was now certain, although I had seen it "through a …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 1 (1886)
In this way Paul became clean; therefore also he said, "For if we judged ourselves, we should not be judged." Thus did Job cleanse his sons. For he that offered sacrifices for secret sins, much more did he require an account of such as were manifest.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… tried, but not overcome: "Naked came I out of my mother's womb, and naked shall I return thither: the Lord gave, and the Lord hath taken away; as it pleased the Lord, so has it come to pass: blessed be the name of the Lord." Like a good servant, Job counted the will of his Lord his great possession, by …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
For he said, "The Lord gave, the Lord hath taken away; as it seemed good to the Lord, so is it done, blessed be the Name of the Lord." The fire of temptation approached him; but it found him gold, not stubble; it cleared away the dross from it, but did not reduce it to ashes.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 6 (1888)