Skip to the text

Esther (Greek) · Brenton's Greek Septuagint

Esther (Greek) 6 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain
Notes on this text (1)

1 Ὁ δε Κύριος ἀπέστησε τὸν ὕπνον ἀπὸ τοὺ βασιλέως τὴν νύκτα ἐκείνην· καὶ εἶπε τῷ διακόνῳ αὐτοῦ εἰσφέρειν γράμματα μνημόσυνα τῶν ἡμερῶν ἀναγινώσκειν αὐτῷ. 2 Εὗρε δὲ τὰ γράμματα τὰ γραφέντα περὶ Μαρδοχαίου, ὡς ἀπήγγειλεν τῷ βασιλεῖ περὶ τῶν δύο εὐνούχων τοῦ βασιλέως ἐν τῷ φυλάσσειν αὐτοὺς, καὶ ζητῆσαι ἐπιβαλεῖν τὰς χεῖρας Ἀρταξέρξῃ. 3 Εἶπε δὲ ὁ βασιλεὺς, τίνα δόξαν ἢ χάριν ἐποιήσαμεν τῷ Μαρδοχαίῳ; καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, οὐκ ἐποίησας αὐτῷ οὐδέν. 4 Ἐν δὲ τῷ πυνθάνεσθαι τὸν βασιλέα περὶ τῆς εὐνοίας Μαρδοχαίου, ἰδοὺ Ἀμὰν ἐν τῇ αὐλῇ· εἶπν δὲ ὁ βασιλεύς, τίς ἐν τῇ αὐλῇ; ὁ δὲ Ἀμὰν εἰσῆλθεν εἰπεῖν τῷ βασιλεῖ, κρεμάσαι τὸν Μαρδοχαῖον ἐπὶ τῷ ξύλῳ, ᾧ ἡτοίμασε. 5 Καὶ εἶπαν οἱ διάκονοι τοῦ βασιλέως, ἰδοὺ Ἀμὰν ἕστηκεν ἐν τῇ αὐλῇ· καὶ εἶπεν ὁ βασιλεύς, καλέσατε αὐτόν. 6 Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, τί ποιήσω τῷ ἀνθρώπῳ, ὃν ἐγὼ θέλω δοξάσαι; εἶπε δὲ ἐν ἑαυτῷ Ἀμάν, τίνα θέλει ὁ βασιλεὺς δοξάσαι εἰ μὴ ἐμέ; 7 Εἶπε δὲ πρὸς τὸν βασιλέα, ἄνθρωπον ὃν ὁ βασιλεὺς θέλει δοξάσαι, 8 ἐνεγκάτωσαν οἱ παῖδες τοῦ βασιλέως στολὴν βυσσίνην ἣν ὁ βασιλεὺς περιβάλλεται, καὶ ἵππον ἐφʼ ὃν ὁ βασιλεὺς ἐπιβαίνει, 9 καὶ δότω ἑνὶ τῶν φίλων τοῦ βασιλέως τῶν ἐνδόξων, καὶ στολισάτω τὸν ἄνθρωπον, ὃν ὁ βασιλεὺς ἀγαπᾷ· καὶ ἀναβιβασάτω αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ κηρυσσέτω διὰ τῆς πλατείας τῆς πόλεως, λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς δοξάζει. 10 Εἶπε δὲ ὁ βασιλεὺς τῷ Ἀμὰν, καλῶς ἐλάλησας· οὕτως ποίησον τῷ Μαρδοχαίῳ τῷ Ἰουδαίῳ, τῷ θεραπεύοντι ἐν τῇ αὐλῇ, καὶ μὴ παραπεσάτω σου λόγος ὧν ἐλάλησας. 11 Ἔλαβε δὲ Ἀμὰν τὴν στολὴν καὶ τὸν ἵππον, καὶ ἐστόλισε τὸν Μαρδοχαῖον, καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ἵππον, καὶ διῆλθε διὰ τῆς πλατείας τῆς πόλεως, καὶ ἐκήρυσσε λέγων, οὕτως ἔσται παντὶ ἀνθρώπῳ ὃν ὁ βασιλεὺς θέλει δοξάσαι. 12 Ἐπέστρεψε δὲ ὁ Μαρδοχαῖος εἰς τὴν αὐλήν· Ἁμὰν δὲ ὑπέστρεψεν εἰς τὰ ἴδια λυπούμενος κατὰ κεφαλῆς. 13 Καὶ διηγήσατο Ἀμὰν τὰ συμβεβηκότα αὐτῷ Ζωσάρᾳ τῇ γυναικὶ αὐτοῦ, καὶ τοῖς φίλοις· καὶ εἶπαν πρὸς αὐτὸν οἱ φίλοι, καὶ ἡ γυνή εἰ ἐκ γένους Ἰουδαίων Μαρδοχαῖος, ἦρξαι ταπεινοῦσθαι ἐνώπιον αὐτοῦ, πεσὼν πεσῇ· καὶ οὐ μὴ δύνῃ αὐτὸν ἀμύνασθαι, ὅτι Θεὸς ζῶν μετʼ αὐτοῦ. 14 Ἔτι αὐτῶν λαλούντων, παραγίνονται οἱ εὐνοῦχοι, ἐπισπεύδοντες τὸν Ἀμὰν ἐπὶ τὸν πότον ὃν ἡτοίμασεν Ἐσθήρ.

People & places in this chapter

From this site's family tree and Bible maps, only where those guides cite this chapter.

People

  • Bigthan

    Eunuch who plotted against the king

    With Teresh, a doorkeeping eunuch who conspired to assassinate Xerxes; Mordecai exposed the plot and both were hanged. (Esther 6:2 spells the name Bigthana.)

    Cited in the guide: Esther 2:21; Esther 6:2

  • Teresh

    Eunuch who plotted against the king

    With Bigthan, a doorkeeping eunuch who conspired to assassinate Xerxes and was hanged after Mordecai reported the plot.

    Cited in the guide: Esther 2:21; Esther 6:2

  • Zeresh

    Wife of Haman

    Haman’s wife, who with his friends advised building a gallows fifty cubits high for Mordecai and later warned Haman he would fall before him.

    Cited in the guide: Esther 5:10; Esther 5:14; Esther 6:13

Cross references (13)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Daniel 2:1; Daniel 6:18; Romans 11:33; Isaiah 41:17; Esther 5:8
  2. 2 Esther 2:21–22
  3. 3 Ecclesiastes 9:15; Genesis 40:23; 1 Samuel 17:25–26; Daniel 5:16; Judges 1:12–13
  4. 4 Esther 5:14; Esther 4:11; Esther 5:1; Psalm 2:4; Job 5:13
  5. 6 Proverbs 16:18; Obadiah 3; Esther 6:9; Proverbs 18:12; Jeremiah 32:41
  6. 7 Esther 6:11; Esther 6:9
  7. 8 1 Kings 1:33; Esther 2:17; Esther 1:11; Luke 15:22; 1 Samuel 18:4
  8. 9 Genesis 41:43; 1 Kings 1:33–34; Zechariah 9:9
  9. 10 Daniel 4:37; 2 Kings 10:10; Revelation 18:7; Luke 14:11
  10. 11 Luke 1:52; Esther 9:3; Isaiah 60:14; Ezra 6:13; Esther 8:15
  11. 12 2 Samuel 15:30; Jeremiah 14:3–4; 1 Kings 21:4; Job 20:5; Job 9:24
  12. 13 Proverbs 28:18; Hosea 14:9; Genesis 40:19; Daniel 2:12; Daniel 5:26–28
  13. 14 Esther 5:8; Esther 5:14; Deuteronomy 32:35–36

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences