1 Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2 εἶπον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ λάβετε ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήψεσθε τὰς ἀπαρχάς μου. 3 Καὶ αὕτη ἐστὶν ἡ ἀπαρχὴ, ἣν λήψεσθε παρʼ αὐτῶν· χρυσίον, καὶ ἀργύριον, καὶ χαλκὸν, 4 καὶ ὑάκινθον, καὶ πορφύραν, καὶ κόκκινον διπλοῦν, καὶ βύσσον κεκλωσμένην, καὶ τρίχας αἰγείας, 5 καὶ δέρματα κριῶν ἠρυθροδανωμένα, καὶ δέρματα ὑακίνθινα, καὶ ξύλα ἄσηπτα, 5a καὶ ἔλαιον εἰς τὴν φαῦσιν, θυμιάματα εἰς τὸ ἔλαιον τῆς χρίσεως, καὶ εἰς τὴν σύνθεσιν τοῦ θυμιάματος, 7 καὶ λίθους Σαρδίου, καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωμίδα, καὶ τὸν ποδήρη. 8 Καὶ ποιήεις μοι ἁγίασμα, καὶ ὀφθήσομαι ἐν ὑμῖν. 9 Καὶ ποιήσεις μοι κατὰ πάντα ὅσα σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγμα τῆς σκηνῆς, καὶ τὸ παράδειγμα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις. 10 Καὶ ποιήσεις κιβωτὸν μαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεος καὶ ἡμίσους τὸ πλάτος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος. 11 Καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ καθαρῷ, ἔσωθεν καὶ ἔξωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυμάτια χρυσᾶ στρεπτὰ κύκλῳ. 12 Καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη· δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν, καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον. 13 Ποιήσεις δὲ ἀναφορεῖς ξύλα ἄσηπτα, καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· 14 Καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ, αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς. 15 Ἐν τοῖς δακτυλίοις τῆς κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι. 16 Καὶ ἐμβαλεῖς εἰς τὴν κιβωτὸν τὰ μαρτύρια, ἃ ἂν δῶ σοι. 17 Καὶ ποιήσεις ἱλαστήριον ἐπίθεμα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡμίσους τὸ μῆκος, καὶ πήχεως καὶ ἡμίσους τὸ πλάτος. 18 Καὶ ποιήσεις δύο χερουβὶμ χρυσοτορευτὰ, καὶ ἐπιθήσεις αὐτὰ ἐξ ἀμφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου. 19 Ποιηθήσονται χεροὺβ εἷς ἐκ τοῦ κλίτους τούτου, καὶ χεροὺβ εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβὶμ ἐπὶ τὰ δύο κλίτη. 20 Ἔσονται οἱ χερουβὶμ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ἐν ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄλληλα, εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν χερουβίμ. 21 Καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν, καὶ εἰς τὴν κιβωτὸν ἐμβαλεῖς τὰ μαρτύρια, ἃ ἂν δῶ σοι. 22 Καὶ γνωσθήσομαί σοι ἐκεῖθεν, καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ μέσον τῶν δύο χερουβὶμ, τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι πρὸς τοὺς υἱοὺς Ἰσραήλ. 23 Καὶ ποιήσεις τράπεζαν χρυσῆν χρυσίου καθαροῦ, δύο πήχεων τὸ μῆκος, καὶ πήχεως τὸ εὖρος, καὶ πήχεως καὶ ἡμίσους τὸ ὕψος. 24 Καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυμάτια χρυσᾶ κύκλῳ· καὶ ποιήσεις αὐτῇ στεφάνην παλαιστοῦ κύκλῳ· 25 Καὶ ποιήσεις στρεπτὸν κυμάτιον τῇ στεφάνῃ κύκλῳ. 26 Καὶ ποιήσεις τέσσαρας δακτυλίους χρυσοῦς, καὶ ἐπιθήσεις τοὺς τέσσαρας δακτυλίους ἐπὶ τὰ τέσσαρα μέρη τῶν ποδῶν αὐτῆς ὑπὸ τὴν στεφάνην. 27 Καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν, ὥστε αἴρειν ἐν αὐτοῖς τὴν τράπεζαν. 28 Καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα. 29 Καὶ ποιήσεις τὰ τρυβλία αὐτῆς, καὶ τὰς θυΐσκας, καὶ τὰ σπονδεῖα, καὶ τοὺς κυάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς, ἐκ χρυσίου καθαροῦ ποιήσεις αὐτά. 30 Καὶ ἐπιθήσεις ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον μου διαπαντός. 31 Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς, καὶ ὁ καλαμίσκοι, καὶ οἱ κρατῆρες, καὶ οἱ σφαιρωτῆρες, καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. 32 Ἓξ δὲ καλαμίσκοι ἐκπορευόμενοι ἐκ πλαγίων, τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ ἑνὸς αὐτῆς, καὶ τρεῖς καλαμίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου. 33 Καὶ τρεῖς κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτὴρ καὶ κρίνον· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας. 34 Καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους· ἐν τῷ ἑνὶ καλαμίσκῳ σφαιρωτῆρες, καὶ τὰ κρίνα αὐτῆς. 35 Ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαμίσκους ἐξ αὐτῆς· καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαμίσκους ἐξ αὐτῆς· οὕτω τοῖς ἓξ καλαμίσκοις τοῖς ἐκπορευομένοις ἐκ τῆς λυχνίας· καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωμένοι καρυΐσκους. 36 Οἱ σφαιρωτῆρες καὶ οἱ καλαμίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ ἐξ ἑνὸς χρυσίου καθαροῦ. 37 Καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. 38 Καὶ τὸν ἐπαρυστῆρα αὐτῆς, καὶ τὰ ὑποθέματα αὐτῆς ἐκ χρυσίου καθαροῦ ποιήσεις. 39 Πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. 40 Ὅρα, ποιήσεις κατὰ τὸν τύπον τὸν δεδειγμένον σοι ἐν τῷ ὄρει.
Exodus · Brenton's Greek Septuagint
Exodus 25 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
There is no verse 6 in this translation; the verses after it keep their usual numbers.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (32)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 2 2 Corinthians 9:7; Nehemiah 11:2; Ezra 2:68; Ezra 7:16; Ezra 1:6
- 3 Deuteronomy 8:9; Job 28:2
- 4 Revelation 19:8; Ezekiel 16:10; Genesis 41:42
- 5 Exodus 26:14–15; Exodus 36:20; Exodus 26:37–27:1; Exodus 26:26
- 7 Exodus 28:4; Exodus 28:6–30
- 8 2 Corinthians 6:16; Revelation 21:3; 1 Kings 6:13; Exodus 29:45; Hebrews 9:1–2
- 9 Exodus 25:40; Hebrews 8:5; Acts 7:44; Hebrews 9:9; 1 Chronicles 28:11–19
- 10 Hebrews 9:4; Exodus 37:1–3; Deuteronomy 10:1–3; Revelation 11:19; 2 Chronicles 8:11
- 11 Exodus 25:24; 1 Kings 6:20; Exodus 30:3; 2 Chronicles 3:4
- 12 Exodus 25:15; Exodus 37:5; Exodus 26:29; Exodus 25:26; Exodus 27:7
- 13 Exodus 37:4; Numbers 4:14; Numbers 4:11; Exodus 40:20; Numbers 4:6
- 15 1 Kings 8:8; 2 Chronicles 5:9
- 16 Deuteronomy 31:26; 1 Kings 8:9; Hebrews 9:4; Exodus 16:34; Exodus 27:21
- 17 Hebrews 9:5; Exodus 37:6; Romans 3:25; Hebrews 4:16; Exodus 40:20
- 18 Hebrews 9:5; Ezekiel 10:20; 1 Chronicles 28:18; Ezekiel 10:2; 1 Kings 8:6–7
- 20 1 Chronicles 28:18; 1 Kings 8:7; Hebrews 9:5; Colossians 2:10; Isaiah 6:1–5
- 21 Exodus 26:34; Romans 10:4; Exodus 25:16–17
- 22 Exodus 29:42–43; Numbers 7:89; Isaiah 37:16; Psalm 80:1; 2 Kings 19:15
- 23 Exodus 37:10–16; Hebrews 9:2; 2 Chronicles 4:8; 1 Kings 7:48; 1 Chronicles 28:16
- 24 Exodus 25:11; 1 Kings 6:20–22
- 25 Exodus 37:2; Exodus 30:3
- 27 Exodus 25:28; Exodus 25:14
- 28 Numbers 10:17; Exodus 25:27; Acts 9:15; Exodus 25:14
- 29 Numbers 4:7; Exodus 37:16; Revelation 3:20; Numbers 7:13; Ezra 1:9–11
- 30 Matthew 12:4; Leviticus 24:5–9; Exodus 39:36; 1 Samuel 21:6; 2 Chronicles 13:11
- 31 1 Kings 7:49; Zechariah 4:2; Exodus 37:17–24; Revelation 1:12; Hebrews 9:2
- 33 Zechariah 4:3; Numbers 17:4–8; Exodus 37:19–20; Jeremiah 1:11–12
- 36 2 Chronicles 9:15; Exodus 25:18; Numbers 8:4; 1 Kings 10:16–17
- 37 Numbers 8:2; Revelation 1:20–2:1; Exodus 27:21; 2 Chronicles 13:11; Leviticus 24:2–4
- 38 Isaiah 6:6; 2 Kings 25:14; Exodus 37:23; 2 Chronicles 4:21; Numbers 4:9
- 40 Exodus 26:30; Acts 7:44; Hebrews 8:5; Numbers 8:4; Exodus 25:9
- 5a Exodus 26:14–15; Exodus 36:20; Exodus 26:37–27:1; Exodus 26:26
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… taken care that the types were found in things more exactly correspondent and more holy; and, above all, in the case of the Ark of the Covenant, on account of which the whole tabernacle of witness was formed. Now it was constructed thus: its length was two cubits and a half, its breadth one cubit and a half, its height …
… all things," and again, "All things of God." The word of truth has, however, frequently used this term in the case of the material, as when it says "Thou shalt make an ark of incorruptible wood;" and "Thou shalt make the candlestick of pure gold;" and "The first man is of the earth, earthy;" and "Thou art formed out of …
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 8 (1895)
The Cherubim, too, which o'ershadow the mercy seat, are they not the work of men's hands?
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 9 (1899)
… half, its breadth one cubit and a half, its height one cubit and a half; but such a number of cubits in no respect corresponds with their system, yet by it the type ought to have been, beyond everything else, clearly set forth. The mercy-seat also does in like manner not at all harmonize with their expositions.
The mercy-seat also does in like manner not at all harmonize with their expositions. Moreover, the table of shew-bread was two cubits in length, while its height was a cubit and a half.