1 Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης, καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος. 2 Ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπʼ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται· ἐὰν δὲ μὴ ὑπάρχῃ αὐτῷ, πραθήτω ἀντὶ τοῦ κλέμματος. 3 Ἐὰν δὲ καταλειφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα ἀπό τε ὄνου ἕως προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτίσει. 4 Ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀμπελῶνα, καὶ ἀφῇ τὸ κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτίσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γέννημα αὐτοῦ· ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ ἀμπελῶνος αὐτοῦ ἀποτίσει. 5 Ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας, καὶ προσεμπρήσῃ ἅλωνας ἢ στάχυς ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας. 6 Ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτίσει τὸ διπλοῦν. 7 Ἐὰν δὲ μὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ Θεοῦ, καὶ ὀμεῖται ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι ἐφʼ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον, 8 κατὰ πᾶν ῥητὸν ἀδίκημα, περί τε μόσχου, καὶ ὑποζυγίου, καὶ προβάτου, καὶ ἱματίου, καὶ πάσης ἀπωλίας τῆς ἐνκαλουμένης· ὅ, τι οὖν ἂν ᾖ, ἐνώπιον τοῦ Θεοῦ ἐλεύσεται ἡ κρίσις ἀμφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ Θεοῦ, ἀποτίσει διπλοῦν τῷ πλησίον. 9 Ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ μόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχμάλωτον γένηται, καὶ μηδεὶς γνῷ, 10 ὅρκος ἔσται τοῦ Θεοῦ ἀνὰ μέσον ἀμφοτέρων, ἦ μὴν μὴ αὐτὸν πεπονηρεῦσθαι καθόλου τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτίσει. 11 Ἐὰν δὲ κλαπῇ παρʼ αὐτοῦ, ἀποτίσει τῷ κυρίῳ· 12 Ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν, καὶ οὐκ ἀποτίσει. 13 Ἐὰν δὲ αἰτήσῃ τις παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχμάλωτον γένηται, ὁ δὲ κύριος μὴ ᾖ μετʼ αὐτοῦ, ἀποτίσει. 14 Ἐὰν δὲ ὁ κύριος ᾖ μετʼ αὐτοῦ, οὐκ ἀποτίσει· ἐὰν δὲ μισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ μισθοῦ αὐτοῦ. 15 Ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀμνήστευτον, καὶ κοιμηθῇ μετʼ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ γυναῖκα. 16 Ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ, καὶ μὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα, ἀργύριον ἀποτίσει τῷ πατρὶ καθʼ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων. 17 Φαρμακοὺς οὐ περιποιήσετε. 18 Πᾶν κοιμώμενον μετὰ κτήνους θανάτῳ ἀποκτενεῖτε αὐτούς. 19 Ὁ θυσιάζων θεοῖς θανάτῳ ἐξολοθρευθήσεται, πλὴν Κυρίῳ μόνῳ. 20 Καὶ προσήλυτον οὐ κακώσετε, οὐδὲ μὴ θλίψητε αὐτόν· ἦτε γάρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ. 21 Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. 22 Ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς, καὶ κεκράξαντες καταβοήσωσι πρός με, ἀκοῇ εἰσακούσομαι τῆς φωνῆς αὐτῶν, 23 καὶ ὀργισθήσομαι θυμῷ, καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑμῶν χῆραι, καὶ τὰ παιδία ὑμῶν ὀρφανά. 24 Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοὶ, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ τόκον. 25 Ἐὰν δὲ ἐνεχύρασμα ἐνεχυράσῃς τὸ ἱμάτιον τοῦ πλησίον, πρὸ δυσμῶν ἡλίου ἀποδώσεις αὐτῷ· 26 Ἔστι γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, μόνον τοῦτο τὸ ἱμάτιον ἀσχημοσύνης αὐτοῦ· ἐν τίνι κοιμηθήσεται; Ἐὰν οὖν καταβοήσῃ πρός μέ, εἰσακούσομαι αὐτοῦ· ἐλεήμων γάρ εἰμι. 27 Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς. 28 Ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐμοί. 29 Οὕτω ποιήσεις τὸν μόσχον σου καὶ τὸ πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡμέρας ἔσται ὑπὸ τὴν μητέρα, τῇ δὲ ὀγδόῃ ἡμέρᾳ ἀποδώσεις μοι αὐτό. 30 Καὶ ἄνδρες ἅγιοι ἔσεσθέ μοι· καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ ἀποῤῥίψατε αὐτό.
Exodus · Brenton's Greek Septuagint
Exodus 22 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (30)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Luke 19:8; 2 Samuel 12:6; Proverbs 6:31; Numbers 5:7; Leviticus 6:1–6
- 2 Matthew 24:43; Matthew 6:19–20; Numbers 35:27; Joel 2:9; Job 24:14
- 3 Exodus 21:2; Judges 2:14; Isaiah 50:1; Matthew 18:25; Judges 10:7
- 4 Exodus 22:7; Exodus 22:1; Exodus 21:16; Exodus 22:9; Proverbs 6:31
- 5 Exodus 22:3; Exodus 21:34; Exodus 22:12; Job 20:18
- 6 Exodus 22:9; Judges 15:4–5; Exodus 22:12; 2 Samuel 14:30–31; Exodus 21:33–34
- 7 Exodus 22:4; Proverbs 6:30–31
- 8 Exodus 22:28; Deuteronomy 16:18; Exodus 21:6; 1 Chronicles 23:4; Deuteronomy 17:8–9
- 9 Deuteronomy 25:1; Exodus 23:6–8; Numbers 5:6–7; Exodus 22:4; Matthew 18:35
- 10 2 Timothy 1:12; Genesis 39:8; Luke 12:48; Luke 16:11
- 11 Hebrews 6:16; Exodus 22:8; Proverbs 30:9; Leviticus 6:3; Exodus 23:1
- 12 Genesis 31:39; Exodus 22:7
- 13 Micah 5:8; Ezekiel 4:14; Amos 3:12; Nahum 2:12
- 14 Deuteronomy 23:19–20; Leviticus 24:18; Exodus 21:34; Deuteronomy 15:2; Luke 6:35
- 15 Zechariah 8:10
- 16 Deuteronomy 22:28–29; Genesis 34:2–4
- 17 Genesis 34:12; 1 Samuel 18:25; Deuteronomy 22:29; Deuteronomy 7:3–4; Genesis 23:16
- 18 Leviticus 20:27; Deuteronomy 18:10–11; 1 Samuel 28:3; Leviticus 20:6; Revelation 22:15
- 19 Leviticus 18:23; Deuteronomy 27:21; Leviticus 20:15–16; Leviticus 18:25
- 20 Deuteronomy 17:2–5; Deuteronomy 18:20; Numbers 25:7–8; Deuteronomy 13:1–15; Numbers 25:2–4
- 21 Deuteronomy 10:19; Exodus 23:9; Leviticus 19:33; Zechariah 7:10; Malachi 3:5
- 22 Isaiah 1:17; Deuteronomy 24:17; Isaiah 1:23; Zechariah 7:10; Isaiah 10:2
- 23 Psalm 10:17–18; Psalm 18:6; Job 34:28; Luke 18:7; Deuteronomy 15:9
- 24 Psalm 109:9; Jeremiah 15:8; Lamentations 5:3; Psalm 78:63–64; Psalm 76:7
- 25 Psalm 15:5; Leviticus 25:35–37; Deuteronomy 23:19–20; Ezekiel 18:8; Nehemiah 5:7
- 26 Proverbs 20:16; Amos 2:8; Deuteronomy 24:6; Ezekiel 18:16; Proverbs 22:27
- 27 Exodus 34:6; Psalm 86:15; 2 Chronicles 30:9; Psalm 72:12; Exodus 22:23
- 28 Acts 23:5; Ecclesiastes 10:20; Jude 8; Exodus 21:17; Exodus 22:8–9
- 29 Exodus 23:16; Exodus 13:2; Deuteronomy 26:2–10; James 1:18; Exodus 23:19
- 30 Leviticus 22:27; Deuteronomy 15:19; Exodus 13:12; Leviticus 12:3
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
On the contrary, these higher powers acquiesce heartily in the divine sentence in which it is written, "He that sacrificeth unto any god, save unto the Lord only, he shall be utterly destroyed."
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
… intelligible and unchangeable law, from that heavenly council-chamber,--for they sit in counsel regarding us,--that holy Scripture, descended to us by the ministry of angels, in which it is written, "He that sacrificeth unto any god, save unto the Lord only, he shall be utterly destroyed," --this Scripture, this law, these precepts, have been confirmed by such miracles, that it is …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)
But, not to speak of their character, it is written in the law of the true God, "He that sacrificeth unto any god save unto the Lord only, he shall be utterly destroyed." He, therefore, who uttered so menacing a commandment decreed that no worship should be given either to good or bad gods.
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 2 (1887)