1 Καὶ ταῦτα τὰ δικαιώματα, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. 2 Ἐὰν κτήσῃ παῖδα Ἐβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. 3 Ἐὰν αὐτὸς μόνος εἰσέλθῃ, καὶ μόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ μετʼ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ αὐτοῦ. 4 Καὶ ἐὰν δὲ ὁ κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ αὐτοῦ, αὐτὸς δὲ μόνος ἐξελεύσεται. 5 Ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς, ἠγάπηκα τὸν κύριόν μου, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· 6 προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ, καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθμὸν, καὶ τρυπήσει ὁ κύριος αὐτοῦ τὸ οὖς τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. 7 Ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν, οὐκ ἀπελεύσεται, ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. 8 Ἐὰν μὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς, ἣ αὐτῷ καθωμολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀλλοτρίῳ οὐ κύριός ἐστι πωλεῖν αὐτὴν, ὅτι ἠθέτησεν ἐν αὐτῇ. 9 Ἐὰν δὲ τῷ υἱῷ καθομολογήσηται αὐτὴν, κατὰ τὸ δικαίωμα τῶν θυγατέρων ποιήσει αὐτῇ. 10 Ἐὰν δὲ ἄλλην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν αὐτῆς οὐκ ἀποστερήσει. 11 Ἐὰν δὲ τὰ τρία ταῦτα μὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. 12 Ἐὰν δὲ πατάξῃ τις τινὰ, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. 13 Ὁ δὲ οὐχ ἑκὼν, ἀλλὰ ὁ Θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. 14 Ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ, καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. 15 Ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. 16 Ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, τελευτήσει θανάτῳ. 17 Ὃς ἐὰν κλέψῃ τις τινὰ τῶν υἱῶν Ἰσραὴλ, καὶ καταδυναστεύσας αὐτὸν ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. 18 Ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες, καὶ πατάξωσι τὸν πλησίον λίθῳ ἢ πυγμῇ, καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, 19 ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῶος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργείας αὐτοῦ ἀποτίσει, καὶ τὰ ἰατρεῖα. 20 Ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. 21 Ἐὰν δὲ διαβιώσῃ ἡμέραν μίαν ἢ δύο, οὐκ ἐκδικηθήτω· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν. 22 Ἐὰν δὲ μάχωνται δύο ἄνδρες, καὶ πατάξωσι γυναῖκα ἐν γαστρὶ ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς μὴ ἐξεικονισμένον, ἐπιζήμιον ζημιωθήσεται· καθότι ἂν ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικὸς, δώσει μετὰ ἀξιώματος. 23 Ἐὰν δὲ ἐξεικονισμένον ᾖ, δώσει ψυχὴν ἀντὶ ψυχῆς, 24 Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, 25 κατάκαυμα ἀντὶ κατακαύματος, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος. 26 Ἐὰν δέ τις πατάξῃ τὸν ὀφθαλμὸν τοῦ οἰκέτου αὐτοῦ, ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ, καὶ ἐκτυφλώσῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν. 27 Ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου, ἢ τὸν ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν. 28 Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῶος ἔσται. 29 Ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαμαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. 30 Ἐὰν δὲ λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῶ. 31 Ἐὰν δὲ υἱὸν ἢ θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωμα τοῦτο ποιήσωσιν αὐτῷ. 32 Ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχμα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. 33 Ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατομήσῃ λάκκον, καὶ μὴ καλύψῃ αὐτὸν, καὶ ἐμπέσῃ ἐκεῖ μόσχος ἢ ὄνος, 34 ὁ κύριος τοῦ λάκκου ἀποτίσει, ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν· τὸ δὲ τετελευτηκὸς αὐτῷ ἔσται. 35 Ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τόν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν ταῦρον τὸν ζῶντα, καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ, καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. 36 Ἐὰν δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης ἡμέρας, καὶ διαμεμαρτυρημένοι ὦσι τῷ κυρίῳ αὐτοῦ· καὶ μὴ ἀφανίσῃ αὐτὸν, ἀποτίσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ τετελευτηκὼς αὐτῷ ἔσται. 37 Ἐὰν δέ τις κλέψῃ μόσχον ἢ πρόβατον, καὶ σφάξῃ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου, καὶ τέσσερα πρόβατα ἀντὶ τοῦ προβάτου.
Exodus · Brenton's Greek Septuagint
Exodus 21 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (28)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Deuteronomy 4:14; Deuteronomy 6:20; Exodus 24:3–4; Psalm 147:19; Matthew 28:20
- 2 Deuteronomy 15:12–15; Exodus 12:44; Deuteronomy 15:18; Nehemiah 5:1–5; Deuteronomy 15:1
- 3 Deuteronomy 15:12–14
- 5 2 Corinthians 5:14–15; Deuteronomy 15:16–17; Isaiah 26:13
- 6 Deuteronomy 15:17; Leviticus 25:40; Deuteronomy 19:17–18; 1 Samuel 28:2; 1 Samuel 27:12
- 7 Nehemiah 5:5; Exodus 21:2–3
- 8 Judges 14:3; Judges 9:19; Malachi 2:11–15; Genesis 28:8; Deuteronomy 21:11–14
- 10 1 Corinthians 7:1–6
- 12 Genesis 9:6; Matthew 26:52; Leviticus 24:17; Numbers 35:30–31; Numbers 35:16–24
- 13 Joshua 20:2–9; 1 Samuel 24:18; Deuteronomy 19:1–13; Deuteronomy 4:41–43; 1 Samuel 24:10
- 14 1 Kings 2:28–34; Hebrews 10:26; Deuteronomy 1:43; 1 Kings 1:50–51; Numbers 15:30–31
- 15 Proverbs 30:11; Deuteronomy 21:18–21; 1 Timothy 1:9; Deuteronomy 27:24; Proverbs 30:17
- 16 Deuteronomy 24:7; 1 Timothy 1:10; Exodus 22:4; Genesis 37:28; Genesis 40:15
- 17 Proverbs 20:20; Mark 7:10–11; Matthew 15:3–6; Deuteronomy 27:16; Proverbs 30:11
- 18 Exodus 21:20; Exodus 2:13; Deuteronomy 25:11; 2 Samuel 14:6; Numbers 35:16–24
- 19 2 Samuel 3:29; Zechariah 8:4
- 20 Proverbs 29:19; Deuteronomy 19:21; Isaiah 58:3–4; Numbers 35:30–33; Romans 13:4
- 21 Leviticus 25:44–46
- 22 Deuteronomy 22:18–19; Exodus 21:30; Deuteronomy 16:18
- 23 Deuteronomy 19:21; Numbers 35:31; Leviticus 24:19
- 24 Deuteronomy 19:21; Matthew 7:2; Matthew 5:38–40; Leviticus 24:19–20; Revelation 16:6
- 26 Nehemiah 5:5; Job 31:13–15; Colossians 4:1; Psalm 72:12–14; Exodus 21:20
- 28 Exodus 21:32; Genesis 9:5–6; Leviticus 20:15–16
- 29 Deuteronomy 21:1–9
- 30 Exodus 21:22; Exodus 30:12; Numbers 35:31–33; Proverbs 13:8
- 32 Zechariah 11:12–13; Matthew 26:15; Matthew 27:3–9; Genesis 37:28; Philippians 2:7
- 33 Jeremiah 18:22; Proverbs 28:10; Psalm 9:15; Ecclesiastes 10:8; Jeremiah 18:20
- 34 Exodus 21:29–30; Exodus 22:6; Exodus 22:14
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
For, "honor," saith He, "thy father and thy mother, that thou mayest live long upon the earth." And again, "He that curseth father or mother, let him die the death." But He, omitting the first, the reward appointed for them that honor their parents, states that which is more awful, the punishment, I mean, threatened to such as dishonor them; …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)
… put no obstacle to godliness in our way, if we are ever carried away by ingratitude, and, forgetting their benefits to us, hold them in contempt, then the oracle will have place which says, He that curseth father or mother, let him die the death.
Read in context · Nicene and Post-Nicene Fathers, series 2, vol. 7 (1894)