1 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἶπον Ἀαρὼν τῷ ἀδελφῷ σου, ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου ἐπὶ τοὺς ποταμοὺς, καὶ ἐπὶ τὰς διώρυγας, καὶ ἐπὶ τὰ ἕλη, καὶ ἀνάγαγε τοὺς βατράχους. 2 Καὶ ἐξέτεινεν Ἀαρὼν τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ βάτραχος, καὶ ἐκάλυψε τὴν γῆν Αἰγύπτου. 3 Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακίαις αὐτῶν, καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. 4 Καὶ ἐκάλεσε Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, καὶ εἶπεν, εὔξασθε περὶ ἐμοῦ πρὸς Κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπʼ ἐμοῦ, καὶ ἀπὸ τοῦ ἐμοῦ λαοῦ· καὶ ἐξαποστελῶ αὐτοὺς, καὶ θύσωσι τῷ Κυρίῳ. 5 Εἶπε δὲ Μωυσῆς πρὸς Φαραὼ, τάξαι πρὸς με πότε εὔξομαι περὶ σοῦ, καὶ περὶ τῶν θεραπόντων σου, καὶ τοῦ λαοῦ σου, ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ, καὶ ἀπὸ τοῦ λαοῦ σου, καὶ ἐκ τῶν οἰκιῶν ὑμῶν, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 6 Ὁ δὲ εἶπεν, εἰς αὔριον· εἶπεν οὖν, ὡς εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄλλος πλὴν Κυρίου· 7 Καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν οἰκιῶν ὑμῶν, καὶ ἀπὸ τῶν ἐπαύλεων, καὶ ἀπὸ τῶν θεραπόντων σου, καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταμῷ ὑπολειφθήσονται. 8 Ἐξῆλθε δὲ Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ Φαραώ· καὶ ἐβόησε Μωυσῆς πρὸς Κύριον περὶ τοῦ ὁρισμοῦ τῶν βατράχων, ὡς ἐτάξατο Φαραώ. 9 Ἐποιήσε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς· καὶ ἐτελεύτησαν οἱ βάτραχοι ἐκ τῶν οἰκιῶν, καὶ ἐκ τῶν ἐπαύλεων, καὶ ἐκ τῶν ἀγρῶν. 10 Καὶ συνήγαγον αὐτοὺς, θημωνίας θημωνίας· καὶ ὤζεσεν ἡ γῆ. 11 Ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 12 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, εἶπον Ἀαρὼν, ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου, καὶ πάταξον τὸ χῶμα τῆς γῆς· καὶ ἔσονται σκνίφες ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσι, καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 13 Ἐξέτεινεν οὖν Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς· καὶ ἐγένοντο οἱ σκνίφες ἐν τοῖς ἀνθρώποις, ἔν τε τοῖς τετράποσι, καὶ ἐν παντὶ χώματι τῆς γῆς ἐγένοντο οἱ σκνίφες. 14 Ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρμακίαις αὐτῶν, ἐξαγαγεῖν τὸν σκνῖφα, καὶ οὐκ ἠδύναντο· καὶ ἐγένοντο οἱ σκνίφες ἔν τε τοῖς ἀνθρώποις, καὶ ἐν τοῖς τετράποσιν. 15 Εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραῷ, δάκτυλος Θεοῦ ἐστι τοῦτο· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραὼ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησε Κύριος. 16 Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν, ὄρθρισον τὸ πρωΐ, καὶ στῆθι ἐναντίον Φαραώ· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ· καὶ ἐρεῖς πρὸς αὐτὸν, τάδε λέγει Κύριος, ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσωσιν ἐν τῇ ἐρήμῳ. 17 Ἐὰν δὲ μὴ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου, ἰδοὺ ἐγὼ ἐξαποστέλλω ἐπὶ σὲ, καὶ ἐπὶ τοὺς θεράποντάς σου, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τοὺς οἴκους ὑμῶν, κυνόμυιαν· καὶ πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνομυίης, καὶ εἰς τὴν γῆν ἐφʼ ἧς εἰσιν ἐπʼ αὐτῆς. 18 Καὶ παραδοξάσω ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν γῆν Γεσὲμ, ἐφʼ ἧς ὁ λαός μου ἔπεστιν ἐπʼ αὐτῆς, ἐφʼ ἧς οὐκ ἔσται ἐκεῖ ἡ κυνόμυια· ἵνα εἰδῇς ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς πάσης τῆς γῆς. 19 Καὶ δώσω διαστολὴν ἀνὰ μέσον τοῦ ἐμοῦ λαοῦ, καὶ ἀνὰ μέσον τοῦ σου λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τοῦτο ἐπὶ τῆς γῆς. 20 Ἐποίησε δὲ Κύριος οὕτως· καὶ παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ, καὶ εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ, καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου· καὶ ἐξωλοθρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίης. 21 Ἐκάλεσε δὲ Φαραὼ Μωυσῆν καὶ Ἀαρὼν, λέγων, ἐλθόντες θύσατε Κυρίῳ τῷ Θεῷ ὑμῶν ἐν τῇ γῇ. 22 Καὶ εἶπε Μωυσῆς, οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγματα τῶν Αἰγυπτίων θύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν· ἐὰν γὰρ θύσωμεν τὰ βδελύγματα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν, λιθοβοληθησόμεθα. 23 Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα εἰς τὴν ἔρημον· καὶ θύσομεν τῷ Θεῷ ἡμῶν, καθάπερ εἶπεν Κύριος ἡμῖν. 24 Καὶ εἶπε Φαραὼ, ἐγὼ ἀποστέλλω ὑμᾶς, καὶ θύσατε τῷ Θεῷ ὑμῶν ἐν τῇ ἐρήμῳ· ἀλλʼ οὐ μακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐμοῦ πρὸς Κύριον. 25 Εἶπε δὲ Μωυσῆς, ὁ δὲ ἐγὼ ἐξελεύσομαι ἀπὸ σοῦ, καὶ εὔξομαι πρὸς τὸν Θεὸν, καὶ ἀπελεύσεται ἡ κυνόμυια καὶ ἀπὸ τῶν θεραπόντων σου, καὶ ἀπὸ τοῦ λαοῦ σου αὔριον· μὴ προσθῇς ἔτι Φαραὼ ἐξαπατῆσαι, τοῦ μὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι Κυρίῳ. 26 Ἐξῆλθε δὲ Μωυσῆς ἀπὸ Φαραὼ, καὶ ηὔξατο πρὸς τὸν Θεόν. 27 Ἐποίησε δὲ Κύριος καθάπερ εἶπε Μωυσῆς· καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ Φαραὼ, καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεμία. 28 Καὶ ἐβάρυνε Φαραὼ τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.
Exodus · Brenton's Greek Septuagint
Exodus 8 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
People & places in this chapter
From this site's family tree and Bible maps, only where those guides cite this chapter.
People
Aaron
Moses' brother and spokesman, Israel's first high priest.
Cited in the guide: Exodus 4–40; Leviticus 8–10
Moses
Drawn from the Nile, he led Israel out of Egypt and received God's Law.
Cited in the guide: Exodus 2–Deuteronomy 34
Cross references (27)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Exodus 3:18; Exodus 3:12; Exodus 5:1; Jeremiah 1:17–19; Ezekiel 2:6–7
- 2 Exodus 7:14; Psalm 78:45; Exodus 9:2; Revelation 16:13–14; Psalm 105:30
- 3 Psalm 105:30; Exodus 12:34
- 4 Isaiah 19:11; Psalm 107:40; Isaiah 23:9; Acts 12:22–23; Daniel 4:37
- 5 Exodus 7:19
- 6 Psalm 105:30; Psalm 78:45; Leviticus 11:12; Revelation 16:13
- 7 Exodus 7:11; Exodus 7:22; 2 Timothy 3:8; Deuteronomy 13:1–3; Matthew 24:24
- 8 Exodus 10:17; Exodus 9:28; Exodus 8:25–28; Numbers 21:7; Exodus 12:31–32
- 9 Judges 7:2; 1 Kings 18:25; Isaiah 10:15
- 10 Psalm 86:8; 2 Samuel 7:22; Isaiah 46:9; 1 Chronicles 17:20; Deuteronomy 33:26
- 11 Exodus 8:3; Exodus 8:9
- 12 James 5:16–18; Exodus 10:18; 1 Samuel 12:23; Exodus 8:30; Exodus 9:33
- 13 Deuteronomy 34:10–12
- 14 Exodus 7:21; Isaiah 34:2; Exodus 8:24; Joel 2:20; Ezekiel 39:11
- 15 Ecclesiastes 8:11; Isaiah 26:10; Hebrews 3:15; Exodus 7:4; Hebrews 3:8
- 16 Exodus 8:5; Exodus 8:17
- 17 Psalm 105:31; Isaiah 23:9; Acts 12:23
- 18 Exodus 7:11; Exodus 9:11; Daniel 5:8; Daniel 4:7; Luke 10:18
- 19 Luke 11:20; Psalm 8:3; Matthew 12:28; Exodus 7:5; Acts 4:16
- 20 Exodus 7:15; Exodus 9:13; Exodus 3:18; Exodus 8:1
- 21 Psalm 78:45; Isaiah 7:18; Psalm 105:31
- 22 Exodus 9:4; Malachi 3:18; Exodus 10:23; Exodus 9:6; Ezekiel 30:19
- 24 Psalm 78:45; Psalm 105:31; Exodus 8:21
- 25 Exodus 8:8; Exodus 9:27; Exodus 10:16; Exodus 12:31; Revelation 3:9
- 26 Genesis 43:32; Genesis 46:34; Isaiah 44:19; Exodus 3:18; 1 Kings 11:5–7
- 27 Exodus 3:18; Exodus 3:12; Exodus 5:1; Exodus 10:26; Exodus 34:11
- 28 Exodus 8:8; Exodus 9:28; 1 Kings 13:6; Acts 8:24; Exodus 10:17
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences
What the Fathers said
Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).
How these were chosen
“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).
… us; we understand consistently with this, that, in this place, the books of both Testaments are called "the heavens." Now it is said too of Moses himself, by the magicians of king Pharaoh, when they were conquered by him, "This is the finger of God." And what is written, "The heavens shall be rolled up as a book." Although it …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
… Egyptians, shall we dare to say that the water also was turned into blood by means of those same angels, and that frogs were created by means of the same, the like whereunto even the magicians of Pharaoh were able to make by their enchantments; so as that evil angels stood on both sides, on the one side afflicting them, …
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)
For whence was it that the magicians of Pharaoh could by no means make lice? Was it not because even these same evil angels were not suffered to do this?
Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 8 (1888)