LXX Brenton's Greek Septuagint WEB World English Bible (Classic, with Deuterocanon) 1 Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἱακώβ· καὶ ἐζήλωσε Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς· καὶ εἶπε τῷ Ἰακὼβ, δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. 1 When Rachel saw that she bore Jacob no children, Rachel envied her sister. She said to Jacob, “Give me children, or else I will die.”
2 Θυμωθεὶς δὲ Ἰακὼβ τῇ Ῥαχὴλ εἶπεν αὐτῇ, μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας; 2 Jacob’s anger burned against Rachel, and he said, “Am I in God’s place, who has withheld from you the fruit of the womb?”
3 Εἶπε δὲ Ῥαχὴλ τῷ Ἰακὼβ, ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν· καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κᾀγὼ ἐξ αὐτῆς. 3 She said, “Behold, my maid Bilhah. Go in to her, that she may bear on my knees, and I also may obtain children by her.”
4 Καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς, αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ. 4 She gave him Bilhah her servant as wife, and Jacob went in to her.
5 Καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. 5 Bilhah conceived, and bore Jacob a son.
6 Καὶ εἶπε Ῥαχὴλ, ἔκρινέ μοι ὁ Θεὸς, καὶ ἐπήκουσε τῆς φωνῆς μου, καὶ ἔδωκε μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Δάν. 6 Rachel said, “God has judged me, and has also heard my voice, and has given me a son.” Therefore she called his name Dan.
7 Καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ῥαχὴλ, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ. 7 Bilhah, Rachel’s servant, conceived again, and bore Jacob a second son.
8 Καὶ εἶπε Ῥαχὴλ, συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Νεφθαλεί. 8 Rachel said, “I have wrestled with my sister with mighty wrestlings, and have prevailed.” She named him Naphtali.
9 Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν· καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς, καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτήν. 9 When Leah saw that she had finished bearing, she took Zilpah, her servant, and gave her to Jacob as a wife.
10 Καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. 10 Zilpah, Leah’s servant, bore Jacob a son.
11 Καὶ εἶπε Λεία, ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ, Γάδ. 11 Leah said, “How fortunate!” She named him Gad.
12 Καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον. 12 Zilpah, Leah’s servant, bore Jacob a second son.
13 Καὶ εἶπε Λεία, μακαρία ἐγὼ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἀσήρ. 13 Leah said, “Happy am I, for the daughters will call me happy.” She named him Asher.
14 Ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ῥαχὴλ τῇ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς, δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 14 Reuben went in the days of wheat harvest, and found mandrakes in the field, and brought them to his mother, Leah. Then Rachel said to Leah, “Please give me some of your son’s mandrakes.”
15 Εἶπε δὲ Λεία, οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ῥαχὴλ, οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 15 Leah said to her, “Is it a small matter that you have taken away my husband? Would you take away my son’s mandrakes, also?” Rachel said, “Therefore he will lie with you tonight for your son’s mandrakes.”
16 Εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας· καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ, καὶ εἶπε, πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετʼ αὐτῆς τὴν νύκτα ἐκείνην. 16 Jacob came from the field in the evening, and Leah went out to meet him, and said, “You must come in to me; for I have surely hired you with my son’s mandrakes.” He lay with her that night.
17 Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας· καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον. 17 God listened to Leah, and she conceived, and bore Jacob a fifth son.
18 Καὶ εἶπε Λεία, δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθʼ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰσσάχαρ, ὅ ἐστι μισθός. 18 Leah said, “God has given me my hire, because I gave my servant to my husband.” She named him Issachar.
19 Καὶ συνέλαβεν ἔτι Λεία, καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ. 19 Leah conceived again, and bore a sixth son to Jacob.
20 Καὶ εἶπε Λεία, δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαβουλών. 20 Leah said, “God has endowed me with a good dowry. Now my husband will live with me, because I have borne him six sons.” She named him Zebulun.
21 Καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς, Δεῖνα. 21 Afterwards, she bore a daughter, and named her Dinah.
22 Ἐμνήσθη δὲ ὁ Θεὸς τῆς Ῥαχὴλ, καὶ ἔπήκουσεν αὐτῆς ὁ Θεός· καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν. 22 God remembered Rachel, and God listened to her, and opened her womb.
23 Καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν· εἶπε δὲ Ῥαχὴλ, ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος. 23 She conceived, bore a son, and said, “God has taken away my reproach.”
24 Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα, προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον. 24 She named him Joseph, saying, “May Yahweh add another son to me.”
25 Ἐγένετο δὲ ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν, ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου, καὶ εἰς τὴν γῆν μου. 25 When Rachel had borne Joseph, Jacob said to Laban, “Send me away, that I may go to my own place, and to my country.
26 Ἀπόδος τὰς γυναῖκας μου, καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι. 26 Give me my wives and my children for whom I have served you, and let me go; for you know my service with which I have served you.”
27 Εἶπε δὲ αὐτῷ Λάβαν, εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. 27 Laban said to him, “If now I have found favor in your eyes, stay here, for I have divined that Yahweh has blessed me for your sake.”
28 Διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω. 28 He said, “Appoint me your wages, and I will give it.”
29 Εἶπε δὲ Ἰακὼβ, σὺ γινώσκεις ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετʼ ἐμοῦ. 29 Jacob said to him, “You know how I have served you, and how your livestock have fared with me.
30 Μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος· καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κᾀγὼ ἐμαυτῷ οἶκον; 30 For it was little which you had before I came, and it has increased to a multitude. Yahweh has blessed you wherever I turned. Now when will I provide for my own house also?”
31 Καὶ εἶπεν αὐτῷ Λάβαν, τί σοι δώσω; Εἶπε δὲ αὐτῷ Ἰακὼβ, οὐ δώσεις μοι οὐθὲν, ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου, καὶ φυλάξω. 31 Laban said, “What shall I give you?” Jacob said, “You shall not give me anything. If you will do this thing for me, I will again feed your flock and keep it.
32 Παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν, ἔσται μοι μισθός. 32 I will pass through all your flock today, removing from there every speckled and spotted one, and every black one among the sheep, and the spotted and speckled among the goats. This will be my hire.
33 Καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρʼ ἐμοί. 33 So my righteousness will answer for me hereafter, when you come concerning my hire that is before you. Every one that is not speckled and spotted among the goats, and black among the sheep, that might be with me, will be considered stolen.”
34 Εἶπε δὲ αὐτῷ Λάβαν, ἔστω κατὰ τὸ ῥῆμά σου. 34 Laban said, “Behold, let it be according to your word.”
35 Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. 35 That day, he removed the male goats that were streaked and spotted, and all the female goats that were speckled and spotted, every one that had white in it, and all the black ones among the sheep, and gave them into the hand of his sons.
36 Καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν, καὶ ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ δὲ ἐποίμαινε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα. 36 He set three days’ journey between himself and Jacob, and Jacob fed the rest of Laban’s flocks.
37 Ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου· καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκά· καὶ περισύρων τὸ χλωρὸν, ἐφαίνετο ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. 37 Jacob took to himself rods of fresh poplar, almond, and plane tree, peeled white streaks in them, and made the white appear which was in the rods.
38 Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ῥάβδους. 38 He set the rods which he had peeled opposite the flocks in the watering troughs where the flocks came to drink. They conceived when they came to drink.
39 Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους· καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. 39 The flocks conceived before the rods, and the flocks produced streaked, speckled, and spotted.
40 Τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθʼ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν. 40 Jacob separated the lambs, and set the faces of the flocks toward the streaked and all the black in Laban’s flock. He put his own droves apart, and didn’t put them into Laban’s flock.
41 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους. 41 Whenever the stronger of the flock conceived, Jacob laid the rods in front of the eyes of the flock in the watering troughs, that they might conceive among the rods;
42 Ἡνίκα δʼ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. 42 but when the flock were feeble, he didn’t put them in. So the feebler were Laban’s, and the stronger Jacob’s.
43 Καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ, καὶ βόες, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ὄνοι. 43 The man increased exceedingly, and had large flocks, female servants and male servants, and camels and donkeys.