1 Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει, ἐν τῷ τρίτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, 2 υἱὲ ἀνθρώπου, εἰπὸν πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ τῷ πλήθει αὐτοῦ, Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου; 3 Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ μεγέθει, εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ. 4 ὕδωρ ἐξέθρεψεν αὐτὸν, ἡ ἄβυσσος ὕψωσεν αὐτὸν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγε κύκλῳ τῶν φυτῶν αὐτοῦ, καὶ τὰ συστήματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου. 5 Ἕνεκεν τούτου ὑψώθη τὸ μέγεθος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνθησαν οἱ κλάδοι αὐτοῦ ἀφʼ ὕδατος πολλοῦ. 6 Ἐν ταῖς παραφυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ θηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησε πᾶν πλῆθος ἐθνῶν. 7 Καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήθησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ. 8 Καὶ κυπάρισσοι τοιαῦται ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ, καὶ αἱ πίτυες οὐχ ὅμοιαι ταῖς παραφυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ Θεοῦ οὐχ ὡμοιώθη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ, 9 διὰ τὸ πλῆθος τῶν κλάδων αὐτοῦ· καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυφῆς τοῦ Θεοῦ. 10 Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἐγένου μέγας τῷ μεγέθει, καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεφελῶν, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν· 11 Καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐθνῶν, καὶ ἐποίησε τὴν ἀπώλειαν αὐτοῦ. 12 Καὶ ἐξωλόθρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐθνῶν, καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων· ἐν πάσαις ταῖς φάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐθνῶν, καὶ ἠδάφισαν αὐτόν. 13 Ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγίνοντο πάντα τὰ θηρία τοῦ ἀγροῦ, 14 ὅπως μὴ ὑψωθῶσιν ἐν τῷ μεγέθει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεφελῶν, καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτά· πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόθησαν εἰς θάνατον, εἰς γῆς βάθος, ἐν μέσῳ υἱῶν ἀνθρώπων πρὸς καταβαίνοντας εἰς βόθρον. 15 Τάδε λέγει Κύριος Κύριος, ἐν ᾗ ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένθησεν αὐτὸν ἡ ἄβυσσος· καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς, καὶ ἐκώλυσα πλῆθος ὕδατος, καὶ ἐσκότασεν ἐπʼ αὐτὸν ὁ Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπʼ αὐτῷ ἐξελύθησαν. 16 Ἀπὸ τῆς φωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσθησαν τὰ ἔθνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυφῆς, καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου πάντα τὰ πίνοντα ὕδωρ. 17 Καὶ γὰρ αὐτοὶ κατέβησαν μετʼ αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο. 18 Τίνι ὡμοιώθης; κατάβηθι, καὶ καταβιβάσθητι μετὰ τῶν ξύλων τῆς τρυφῆς εἰς γῆς βάθος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηθήσῃ μετὰ τραυματιῶν μαχαίρας· οὕτως Φαραὼ καὶ τὸ πλῆθος τῆς ἰσχύος αὐτοῦ, λέγει Κύριος Κύριος.
Ezekiel · Brenton's Greek Septuagint
Ezekiel 31 Brenton's Greek Septuagint
Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings
Notes on this text (1)
- Ezra and Nehemiah form one book (2 Esdras) in this edition; the reader shows them as Ezra 1–10 and Nehemiah 1–13.
Cross references (17)
Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.
- 1 Ezekiel 30:20; Jeremiah 52:5–6; Ezekiel 1:2
- 2 Ezekiel 29:19; Ezekiel 30:10; Ezekiel 31:18; Isaiah 14:13–14; Jeremiah 1:17
- 3 Isaiah 10:33–34; Daniel 4:20–23; Daniel 4:10; Ezekiel 17:3–4; Judges 9:15
- 4 Revelation 17:15; Proverbs 14:28; Ezekiel 17:8; Ezekiel 17:5; Revelation 17:1
- 5 Daniel 4:11; Ezekiel 17:5; Isaiah 37:11–13; Isaiah 36:4; Psalm 1:3
- 6 Matthew 13:32; Ezekiel 17:23; Daniel 4:21; Daniel 4:12
- 8 Ezekiel 28:13; Psalm 80:10; Genesis 13:10; Isaiah 51:3; Genesis 2:8–9
- 9 Psalm 75:6–7; Genesis 13:10; Ezekiel 28:13; Daniel 2:37–38; Isaiah 51:3
- 10 Ezekiel 28:17; Daniel 5:20; 2 Chronicles 32:25; Proverbs 18:12; Ezekiel 31:14
- 11 Ezekiel 32:11–12; Daniel 5:18–19; Nahum 3:18; Deuteronomy 18:12; James 2:13
- 12 Ezekiel 28:7; Ezekiel 35:8; Ezekiel 30:11; Nahum 3:17–18; Habakkuk 1:6
- 13 Ezekiel 32:4; Isaiah 18:6; Ezekiel 29:5; Revelation 19:17–18
- 14 Nehemiah 13:18; Psalm 63:9–10; Psalm 82:7; 2 Peter 2:6; Ezekiel 26:20
- 15 Nahum 2:8–10; Malachi 3:4; Revelation 18:9–11; Revelation 18:18–19
- 16 Isaiah 14:15; Ezekiel 26:15; Isaiah 14:8; Ezekiel 31:9; Ezekiel 27:28
- 17 Ezekiel 31:6; Psalm 9:17; Ezekiel 31:3; Isaiah 14:9; Mark 4:32
- 18 Ezekiel 32:19; Ezekiel 32:21; Ezekiel 28:10; Matthew 13:19; Ezekiel 31:2
Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences