Skip to the text

Jeremiah · Brenton's Greek Septuagint

Jeremiah 13 Brenton's Greek Septuagint

Leer en español
About LXX
  • Scholarly edition
  • OT: Septuagint (Greek)
  • Septuagint Old Testament (no New Testament)
  • Original language
  • 1851
  • Public domain

Audio: World English Bible (WEB), read by Winfred W. Henson · About the recordings

Notes on this text (1)

1 Τάδε λέγει Κύριος, βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται. 2 Καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον Κυρίου, καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. 3 Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων, 4 λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὀσφύν σου, καὶ ἀνάστηθι, καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας. 5 Καὶ ἐπορεύθην, καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐφράτῃ, καθὼς ἐνετείλατό μοι Κύριος. 6 Καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς, καὶ εἶπε Κύριος πρὸς μὲ, ἀνάστηθι, βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ λάβε ἐκεῖθεν τὸ περίζωμα, ὃ ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ. 7 Καὶ ἐπορεύθην ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ ὤρυξα, καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεφθαρμένον ἦν, ὃ οὐ μὴ χρησθῇ εἰς οὐθέν. 8 Καὶ ἐγενήθη λόγος Κυρίου πρὸς μὲ, λέγων, 9 Τάδε λέγει Κύριος, οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα καὶ τὴν ὕβριν Ἱερουσαλὴμ, 10 τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου, καὶ πορευθέντας ὀπίσω θεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς, καὶ τοῦ προσκυνεῖν αὐτοῖς· καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται εἰς οὐθέν. 11 Ὅτι καθάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ, καὶ πάντα οἶκον Ἰούδα, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου. 12 Καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον, πᾶς ἀσκὸς πληρωθήσεται οἴνου· καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; 13 Καὶ ἐρεῖς πρὸς αὐτοὺς, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καθημένους υἱοὺς τοῦ Δαυὶδ ἐπὶ τοῦ θρόνου αὐτῶν, καὶ τοὺς ἱερεῖς καὶ τοὺς προφήτας, καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς κατοικοῦντας ἐν Ἱερουσαλὴμ, μεθύσματι· 14 Καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν, καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποθήσω, λέγει Κύριος, καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν. 15 Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι Κύριος ἐλάλησε. 16 Δότε τῷ Κυρίῳ Θεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι πόδας ὑμῶν ἐπʼ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου καὶ τεθήσονται εἰς σκότος. 17 Ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου. 18 Εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσι, ταπεινώθητε καὶ καθίσατε, ὅτι καθῃρέθη ἀπὸ κεφαλῆς ὑμῶν στέφανος δόξης ὑμῶν. 19 Πόλεις αἱ πρὸς Νότον, συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων· ἀποικίσθη Ἰούδας, συνετέλεσαν ἀποικίαν τελείαν. 20 Ἀνάλαβε ὀφθαλμούς σου Ἱερουσαλὴμ, καὶ ἴδε τοὺς ἐρχομένους ἀπὸ Βοῤῥᾶ· ποῦ ἐστι τὸ ποίμνιον ὃ ἐδόθη σοι, πρόβατα δόξης σου; 21 Τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καθέξουσί σε καθὼς γυναῖκα τίκτουσαν; 22 Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου, διατί ἀπήντησέ μοι ταῦτα; διὰ τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου, παραδειγματισθῆναι τὰς πτέρνας σου. 23 Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὐποιῆσαι μεμαθηκότες τὰ κακά. 24 Καὶ διέσπειρα αὐτοὺς, ὡς φρύγανα φερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον. 25 Οὕτως ὁ κλῆρός σου, καὶ μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοὶ, λέγει Κύριος· ὡς ἐπελάθου μου, καὶ ἤλπισας ἐπὶ ψεύδεσι, 26 κᾀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀφθήσεται ἡ ἀτιμία σου, 27 καὶ ἡ μοιχεία σου, καὶ χρεμετισμός σου, καὶ ἡ ἀπαλλοτρίωσις τῆς πορνείας σου· ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου· ἕως τίνος ἔτι;

Cross references (25)

Related passages for each verse, from the Treasury of Scripture Knowledge as collected and ranked by readers at OpenBible.info.

  1. 1 Jeremiah 13:11; Hebrews 1:1; Jeremiah 19:1; Ezekiel 4:1–5; Jeremiah 27:2
  2. 2 Ezekiel 2:8; John 15:14; Proverbs 3:5; Isaiah 20:2; John 13:6–7
  3. 3 Jeremiah 13:8
  4. 4 Jeremiah 51:63–64; Micah 4:10; Psalm 137:1
  5. 5 Exodus 40:16; Exodus 39:42–43; Hebrews 11:17–19; 2 Timothy 2:3; John 2:5–8
  6. 7 Isaiah 64:6; Romans 3:12; Jeremiah 24:1–8; Luke 14:34–35; Zechariah 3:3–4
  7. 9 Leviticus 26:19; Zephaniah 3:11; Jeremiah 13:15–17; Isaiah 23:9; Proverbs 16:18
  8. 10 Jeremiah 9:14; Jeremiah 16:12; Numbers 14:11; 2 Chronicles 36:15–16; Jeremiah 3:17
  9. 11 Exodus 19:5–6; Jeremiah 33:9; Isaiah 43:21; Psalm 81:11; Psalm 147:20
  10. 12 Ezekiel 24:19
  11. 13 Isaiah 51:17; Isaiah 63:6; Psalm 60:3; Psalm 75:8; Jeremiah 25:27
  12. 14 Deuteronomy 29:20; Psalm 2:9; Isaiah 9:20–21; Jeremiah 19:9–11; Jeremiah 21:7
  13. 15 Isaiah 28:14–22; Revelation 2:29; Isaiah 42:23; Jeremiah 26:15; James 4:10
  14. 16 Isaiah 59:9; Isaiah 8:22; Isaiah 60:2; Proverbs 4:19; Isaiah 5:30
  15. 17 Malachi 2:2; Jeremiah 9:1; Jeremiah 14:17; Romans 9:2–4; Luke 19:41–42
  16. 18 Jeremiah 22:26; 2 Kings 24:12; 2 Kings 24:15; 2 Chronicles 33:12; 2 Chronicles 33:19
  17. 19 Jeremiah 52:27; 2 Kings 25:21; Jeremiah 52:30; Deuteronomy 28:52; Jeremiah 39:9
  18. 20 Jeremiah 6:22; Jeremiah 1:14; Habakkuk 1:6; Jeremiah 23:2; Jeremiah 10:22
  19. 21 Isaiah 13:8; Jeremiah 4:31; Isaiah 10:3; Jeremiah 38:22; Jeremiah 5:31
  20. 22 Nahum 3:5; Jeremiah 16:10–11; Jeremiah 5:19; Lamentations 1:8; Deuteronomy 7:17
  21. 23 Jeremiah 2:22; Jeremiah 9:5; Matthew 19:24–28; Jeremiah 17:9; Jeremiah 5:3
  22. 24 Psalm 1:4; Leviticus 26:33; Hosea 13:3; Ezekiel 5:12; Ezekiel 5:2
  23. 25 Job 20:29; Psalm 9:17; Psalm 11:6; Jeremiah 2:32; Matthew 24:51
  24. 26 Hosea 2:10; Lamentations 1:8; Ezekiel 23:29; Ezekiel 16:37; Jeremiah 13:22
  25. 27 Ezekiel 24:13; Ezekiel 6:13; Hosea 8:5; Isaiah 65:7; 2 Corinthians 12:21

Cross references: OpenBible.info (CC BY), drawn mainly from the public-domain Treasury of Scripture Knowledge. · Sources & licences

What the Fathers said

Passages from the Church Fathers that expound or quote this chapter, verbatim from the public-domain Schaff edition (19th-century English translations).

How these were chosen

“Commentary” is the opening of a homily or exposition on this chapter (John Chrysostom’s homilies, Augustine’s tractates, sermons and expositions of the Psalms). “Quotes” are sentences where the edition’s own footnotes identify a quotation of a verse here, kept only when the wording matches the verse. Only works whose authorship is not in doubt are used. Psalms follow the Hebrew/English numbering (Augustine numbers them as the Septuagint does: his Psalm 50 is Psalm 51 here).

  1. Quotes verse 13:10–12 John Chrysostom, Homilies on the Gospel of Matthew (Homily XXX)

    For Jeremiah too calls the people "a girdle," and makes mention again of "bottles" and of "wine." Thus, the discourse being about gluttony and a table, He takes His illustrations from the same.

    Read in context · Nicene and Post-Nicene Fathers, series 1, vol. 10 (1888)